Λόγοι/Παναθηναϊκός: Διαφορά μεταξύ των αναθεωρήσεων

Περιεχόμενο που διαγράφηκε Περιεχόμενο που προστέθηκε
Χωρίς σύνοψη επεξεργασίας
Χωρίς σύνοψη επεξεργασίας
Γραμμή 365:
 
{{float right|{{r|Αιλ. Αρ. Λογ. 13. 186|size=90%}}}}'''
τὰ ἀπὸ τῆς σοφίας ἀγαθὰ, εἰς δ᾽ αὖ τοὺς πολέμους τά τε οἰκεῖα καὶ τὰ ὑπὲρ τῶν δεηθέντων. πάλιν τοίνυν τῶν ἢ ὑπὲρ αὑτῶν ἢ ὑπὲρ τῶν ἄλλων πολέμων πότερον τὰς ναυμαχίας χρὴ λέγειν, ἢ τὰς πεζομαχίας, ἢ τὰς ἱππομαχίας, ἢ τὰς τειχομαχίας; πάντα γὰρ ταῦτα κρατίστη ἡ πόλις. εἰ δ᾽ αὖ βούλει, τί τῶν ἐν τῇ θαλάττῃ μέγιστον αὐτῆς, ἢ τί τῶν κατ᾽ ἤπειρον; τρεῖς δ᾽ οὖν ὅροι ταύτῃ κείσθων, οἷς εἰ μὴ ἑαυτὴν, ἀλλὰ τούς γε ἄλλους ἀναμφισβητήτως ὑπερβέβληκε: πεζομαχία μὲν ἡ Μαραθῶνι, ναυμαχία δ᾽ ἡ ἐν Σαλαμῖνι, ἱππομαχία δὲ, ἀπορῶ μὲν ἥντινα κρίνω, ἔστω δὲ ἡ ἐν Μαντινείᾳ: τειχομαχίας μὲν γὰρ οὐδ᾽ ἠμφισβήτησεν οὐδεὶς πώποτε. καὶ τοίνυν πότερον τῷ πλήθει τῶν τροπαίων, ἢ τῷ μεγέθει τῶν ἔργων θησόμεθα; ἢ πῶς τὴν ἀξίαν ἀποδώσομεν; οὕτω καὶ διὰ πάντων καὶ δι᾽ ἑκάστου πολλαχῶς νικᾷ. καὶ γὰρ ἀγῶνας πλείστους καὶ μεγίστους καὶ ὑπὲρ καλλίστων ἐποιήσατο, καὶ τρόπαια πλεῖστα καὶ κάλλιστα ἐκ τῶν Ἀθηνῶν, καὶ λόγοι πλεῖστοι καὶ κάλλιστοι καὶ διὰ πάντων ὑπερέχοντες οἱ τῆσδε τῆς πόλεως: προσθήσω δὲ καὶ παρὰ τῆσδε καὶ στρατηγοὶ σοφώτατοι καὶ ὀξύτατοι καὶ ἀσφαλέστατοι καὶ δικαιότατοι καὶ πλείους ἢ σύμπαντες οἱ τῶν Ἑλλήνων. ἵνα δ᾽ εἴπω κεφάλαιον, τρισὶ τούτοις ὁ τῶν ἀνθρώπων βίος πληροῦται, τῇ τῶν ἀναγκαίων εὐπορίᾳ, τοῖς τῆς παιδείας καλοῖς, τῇ τῶν πρὸς τὸν πόλεμον κατασκευῇ: δυοῖν γὰρ ὄντοιν καιροῖν, εἰρήνης καὶ πολέμου, τὸ μὲν ἀμφοῖν κοινόν ἐστι, τὸ δὲ τῷ τῆς εἰρήνης ἀνεῖται καιρῷ, τὸ δὲ ἀμύνεσθαι δυνατοὺς εἶναι ποιεῖ περὶ τῶν ὑπαρχόντων. τούτων τοίνυν ἔστω μὲν ὅ τί τις βούλεται μέγιστον: τριῶν δ᾽ εἶναι πόλεων δεδόσθω ταῦτα, ἑκάστῃ ἕκαστον: φημὶ τοίνυν ἐγὼ καθ᾽ ἣν ἄν τις αὐτῶν κρίνῃ, τῆς πόλεως εἶναι τὸ νικᾶν. πάντα γὰρ αὕτη δείξασα καὶ πάντων ἐπὶ πλεῖστον προελθοῦσα φανήσεται: οὕτω πᾶσι τοῖς
 
 
{{float right|{{r|Αιλ. Αρ. Λογ. 13. 187|size=90%}}}}'''