Λόγοι/Παναθηναϊκός: Διαφορά μεταξύ των αναθεωρήσεων

Περιεχόμενο που διαγράφηκε Περιεχόμενο που προστέθηκε
Χωρίς σύνοψη επεξεργασίας
Χωρίς σύνοψη επεξεργασίας
Γραμμή 352:
 
{{float right|{{r|Αιλ. Αρ. Λογ. 13. 183|size=90%}}}}'''
Ἀθηναίων οὐδ᾽ ἰδεῖν ὑπέμεινεν, ἀλλ᾽ ἔστη κατὰ χώραν αἰδοῖ τοῦ κρείττονος. καὶ σιωπῶ τὸν Ἀλέξανδρον, ὡς ἀεὶ πρὸς αὐτὴν ἔσχε θεραπευτικῶς. ἥ τε νῦν ἀρχὴ γῆς τε καὶ θαλάττης, εἴη δὲ ἀθάνατος, οὐκ ἀναίνεται τὰς Ἀθήνας μὴ οὐκ ἐν διδασκάλων καὶ τροφέων μέρει κοσμεῖν, ἀλλὰ τοσαύτη τῶν τιμῶν ἐστιν ἡ περιουσία ὥστε τοσοῦτον ἑτέρως ἡ πόλις πράττει τὰ νῦν ὅσον οὐ πραγματεύεται. τὰ δὲ τῆς ἄλλης εὐδαιμονίας μικροῦ δεῖν παραπλήσιά ἐστιν αὐτῇ τοῖς ἐπ᾽ ἐκείνων τῶν χρόνων, ὅτ᾽ εἶχε τῆς Ἑλλάδος τὴν ἀρχὴν, καὶ προσόδων ἕνεκα καὶ προεδρίας καὶ τοῦ παρὰ πάντων συγκεχωρηκότος. ὃ δὲ πάντων θεοφιλέστατον, ὅτε μὲν γὰρ ἤνθει τὰ τῶν Ἑλλήνων, διετέλει καὶ Ἕλληνας καὶ βαρβάρους νικῶσα, ὧν δὲ μόνων ἔδοξεν ἔλαττον ἔχειν ἐν τοῖς ὕστερον, τούτων τοσούτῳ κάλλιον ἀπήλλαξε καὶ εὐτυχέστερον εἰς τέλος, ὥστε τῶν μὲν αἱ πόλεις ἀπολώλασιν, ὅσαι δὲ καὶ λοιπαὶ, τῷ τῆς ἀρχῆς ἄγονται νόμῳ καὶ φόροις καὶ τοῖς ἄλλοις ἀναγκαίοις ὑποκείμεναι ὑποτελεῖς: ἡ δ᾽ οὐ τοσοῦτον ἠλαττώθη τότ᾽ οὐδ᾽ εἰς τοσοῦτον τοῦ χρόνου ἐξ ὅσου καὶ ὅσῳ μέχρι τοῦδε οὐ μόνον πρὸ ἐκείνων, ἀλλὰ καὶ πρὸ τῶν ἄλλων τετίμηται. δῆλον δέ: Πέλλῃ μὲν γὰρ οὐδεὶς ἂν φιλοτιμοῖτο πατρίδι οὐδὲ Αἰγαῖς, Ἀθηναῖος δὲ οὐδείς ἐστιν Ἑλλήνων ὅστις οὐκ ἂν εὔξαιτο μᾶλλον ἢ τῆς ὑπαρχούσης πόλεως πολίτης γεγονέναι. οὐ μόνον δὲ τὰ τῶν ἰδιωτῶν οὕτω πρεσβεύουσι τὰς Ἀθήνας, ἀλλὰ καὶ πόλεις αἱ μὲν ὡς ἀληθῶς ἐνθένδε καὶ παρ᾽ ὑμῶν οἰκισθεῖσαι ἥδιον ἂν ὡς ἀφ᾽ ὑμῶν εἰσιν εἴποιεν ἢ τὴν ἴσην ὑμῖν κτήσαιντο δύναμιν, αἱ δὲ κύκλῳ περιέρχονται ζητοῦσαι τρόπον τινὰ εἰς ὑμᾶς ἀνενεγκεῖν. ἀλλὰ μὴν πέντε μέν ἐστι μνήμη βασιλειῶν, μὴ γένοιτο δὲ πλειόνων: τούτων δ᾽ ἐπὶ μὲν τῆς Ἀσσυρίων τῆς πρεσβυτάτης αἱ πρῶται τῆς πόλεώς εἰσι πράξεις, καὶ ὅσα τῶν θείων, εἰς τοῦτον ἐμπίπτει τὸν χρόνον: ἐπὶ δὲ τῆς δευτέρας ᾔρετο ἡ πόλις: τὴν δὲ τρίτην διὰ τέλους ἐνίκησεν: ἐν δὲ τῇ τετάρτῃ μόνη μὲν ἀντέσχεν, ἄριστα δὲ ἀπήλλαξε
 
 
{{float right|{{r|Αιλ. Αρ. Λογ. 13. 184|size=90%}}}}'''