Λόγοι/Παναθηναϊκός: Διαφορά μεταξύ των αναθεωρήσεων

Περιεχόμενο που διαγράφηκε Περιεχόμενο που προστέθηκε
Χωρίς σύνοψη επεξεργασίας
Χωρίς σύνοψη επεξεργασίας
Γραμμή 314:
 
{{float right|{{r|Αιλ. Αρ. Λογ. 13. 173|size=90%}}}}'''
μετουσίαν δόντες, ὥσπερ τοῖς ἐκ Κορίνθου καὶ Θάσου καὶ Βυζαντίου μεταστᾶσιν. ἔπειθ᾽ ὡς καὶ τῆς διὰ τῶν ὅπλων ἐδέησε βοηθείας, ἐξελθόντες μικροῦ δεῖν ἅπαντες ὥσπερ πομπῆς ἀλλ᾽ οὐ κινδύνων μεθέξειν μέλλοντες, τὴν προτέραν αὐτῶν ἔξοδον μιμησάμενοι, τῇ δὲ γνώμῃ καὶ ὑπερβαλόμενοι. τότε μὲν γὰρ οὐκ οὔσης αὐτοῖς συμμαχίας πρὸς Θηβαίους ἐξῆλθον, ἐν δὲ τοῖς χρόνοις τούτοις καὶ τῶν στηλῶν τῶν περὶ τῆς συμμαχίας ὑπὸ Θηβαίων καθῃρημένων, ἀλλ᾽ ὅμως οὐχ ὑπελογίσαντο τὴν ἄνοιαν αὐτῶν τῇ χρείᾳ, οὐδὲ μᾶλλον τοῖς δικαίως κινδυνεύουσιν ὠργίσθησαν ἢ τοῖς ἀδίκως ἐπελθοῦσιν. οὕτω δὲ λαμπροῖς τοῖς λογισμοῖς χρησάμενοι πρέπουσαν τὴν τελευτὴν ἐπέθηκαν. οὐ γὰρ παρὰ μικρὸν ἐνίκησαν οὐδ᾽ ὡς φοβῆσαι μόνον Λακεδαιμονίους, ἀλλ᾽ ἐκβαλόντες τὴν φρουρὰν καὶ τοὺς ἁρμοστὰς ὑποσπόνδους ἀνήγαγον εἰς τὴν ἐξ ἀρχῆς τάξιν τὴν πόλιν. καὶ τοῦτον μὲν ὑπὲρ τῆς ἐλευθερίας τὸν ἀγῶνα τῆς Θηβαίων, τὸν δ᾽ ἐφεξῆς ὑπὲρ αὐτῆς ἤραντο τῆς σωτηρίας αὐτῶν. παροξυνθέντων γὰρ Λακεδαιμονίων πρὸς τὸ συμβὰν καὶ μετὰ πάσης συμμαχίας ἐπελθόντων ἀντετάξαντο πρὸ τῆς πόλεως τῆς Θηβαίων, στρατηγούς τε φοβερωτέρους ἐκείνοις ἀντεπιστήσαντες ἢ 'κεῖνοι τοὺς σὺν Ἀγησιλάῳ παρείχοντο, καὶ διὰ πάντων σωτῆρες τῇ πόλει γενόμενοι. περιίσταται δέ με παντοδαπὰ ὥσπερ ἐν συγγραφῇ τῶν αὐτῶν χρόνων, ἃ μὴ ὅτι πάντα διεξελθεῖν εὔπορον, ἀλλ᾽ οὐδ᾽ ἑνὸς στρατηγοῦ πάντα ἑξῆς. ὧν τί παρεὶς τίνος μνησθῶ; πότερον τῆς ἐν Νάξῳ ναυμαχίας, ἔργου τοσούτου; ἢ τῶν περὶ Κέρκυραν ἀγωνισμάτων; ἢ τῶν ἐπὶ Θρᾴκης ὑπὲρ τῆς ἐκεῖ πραχθέντων Ἑλλάδος; ἢ τῶν ἐν Ἀκαρνανίᾳ; ἢ τῶν πανταχοῦ; ἢ πάντα τἄλλα ἀφεὶς ὃ μέγιστον ἔχω καὶ θαυμαστότατον καὶ μόνον ὡς ἀληθῶς τῶν Ἀθηναίων ἄξιον πρᾶξαι, τοῦτ᾽ εἴπω, τὸ ἐπειδὴ Θηβαῖοι Λακεδαιμονίους ἐν Λεύκτροις κρατήσαντες ἐξελεῖν ἐπενόουν καὶ
 
 
{{float right|{{r|Αιλ. Αρ. Λογ. 13. 174|size=90%}}}}'''