Λόγοι/Παναθηναϊκός: Διαφορά μεταξύ των αναθεωρήσεων

Περιεχόμενο που διαγράφηκε Περιεχόμενο που προστέθηκε
Χωρίς σύνοψη επεξεργασίας
Χωρίς σύνοψη επεξεργασίας
Γραμμή 304:
κατορθοῦται, τῆς παρούσης ἔχονται τύχης, ὥσπερ οἱ θηρᾶν ἀδύνατοι τὸ ληφθὲν ἀπροσδοκήτως οὐ μεθιᾶσιν, οὐδ᾽ ἂν ἀποδόσθαι τις ἀξιώσῃ, τῆς ἀξίας τιμήσαιντ᾽ ἂν, ἀλλὰ τὴν αὑτῶν ἀδυναμίαν προστιθέντες πλεονάζουσιν. ἡ δ᾽ οἶμαι συνειδυῖα ἑαυτῇ κρείττων οὖσα τοῖς ὅλοις οὐδεπώποτ᾽ ἐμικρολογήσατο, ἐξ ἴσου τοῖς παροῦσι τὰ ἀπόντα ἐλπίζουσα: διὸ πάντα ῥᾷον τοῖς πολεμίοις ἀπέδωκεν ἢ 'κεῖνοι τὰ σφέτερ᾽ αὐτῶν ἀπῄτησαν. καὶ μὴν ὅστις μὲν εἷς Λακεδαιμονίων τῆς πόλεως ἐκράτησεν οὐδ᾽ ἂν εἷς εἰπεῖν ἔχοι, ὅπου γε μηδ᾽ ἀπὸ κοινοῦ μόνοι: Ἀθηναίων δ᾽ ἀνὴρ εἷς τῆς θαλάττης Λακεδαιμονίους ἀφείλετο τὴν ἀρχὴν, μόνος ἀνθρώπων ἅμα τῷ βασιλεῖ στρατηγήσας καὶ τῇ πόλει, μᾶλλον δὲ τοῖς Ἕλλησιν. οὐδ᾽ ὁτιοῦν γὰρ τὸν πιστεύσαντα ἀδικήσας ἐτείχισε τὴν πόλιν καὶ τοὺς Ἕλληνας ἠλευθέρωσε, Λακεδαιμονίους κατὰ νῆσον καὶ πόλιν νικῶν. αὐτὴν τοίνυν τὴν τῆς θαλάττης ἀρχὴν ἡ μὲν πόλις ἐξ ὧν τοὺς βαρβάρους τοὺς φύσει πολεμίους ἐνίκησεν ἐκτήσατο, οἱ δ᾽ ἐξ ὧν ἡ πόλις ἠτύχησε. κτησάμενοι τοίνυν τὴν ἀρχὴν οἱ μὲν οὕτως ἕκαστα διεῖλον ὥστε τὸν διοικήσαντα παρ᾽ αὐτοῖς τοῖς Ἕλλησι δίκαιον κληθῆναι μόνον Ἑλλήνων ἀπὸ τούτου καὶ μηδὲν δεῖν περιττότερον σύμβολον εἰπεῖν τῆς ἐπωνυμίας, ἣν δι᾽ ἐκείνου τότε ἡ πόλις ἐκτήσατο, οἱ δ᾽ οὕτω τοὺς παραδόντας αὑτοὺς διέθηκαν ὥστε κάλλιστ᾽ ἀνθρώπων ἀπελογήσαντο ὑπὲρ τῶν κατὰ καιρούς τινας αἰτιῶν γενομένων παρ᾽ ἐνίων τῇ πόλει: αἴτιον δ᾽ οὐκ ὠμότης οὐδ᾽ ἅ τις ἂν φαίη τῶν ῥᾳδίως εἰωθότων ἐπιτιμᾶν, ἀλλὰ τὸ μὴ ἐξικνεῖσθαι τὰς φύσεις ἄχρι τοῦ ἴσου. καὶ μὴν οἱ μὲν πλέον ἢ ἑβδομήκοντα ἔτη κατέσχον, οἱ δ᾽ οὐδ᾽ εἰς τρεῖς Ὀλυμπιάδας διεφύλαξαν τὴν ἀρχήν: οὔκουν ὡς ἀληθῶς ἄλλως γ᾽ ἂν εἴη, εἰ μὴ τὸ πρῶτον Ὀλυμπίων προσαγόντων παρέλαβον.
 
 
{{float right|{{r|Αιλ. Αρ. Λογ. 13. 171|size=90%}}}}'''
ταῦτ᾽ ἐστὶν ἁγὼ τοῖς παρεξετάζειν βουλομένοις ἄχθομαι. ἴσως μὲν οὖν κἀγώ τισι ποιεῖν ἄτοπον δοκῶ, μεμφόμενος μὲν, αὐτὸς δ᾽ εἰς τοὺς ὁμοίους λόγους προεληλυθὼς, καὶ δι᾽ αὐτά γε ταῦτ᾽ εἰρηκὼς αὐτοὺς δι᾽ ἅ φημι δεῖν μὴ λέγειν. οὐ μὴν ἀλλ᾽ ἐξ αὐτῶν τούτων καὶ μάλιστ᾽ ἄν τις κατίδοι ὡς οὔτε ἡ χάρις θαυμαστὴ, ἣν οἴονται τῇ πόλει κατατίθεσθαι, οὔτ᾽ ἐξεπίτηδες τά γε τοιαῦτα ἀγωνιστέον. ὥστ᾽ εἴ τις ἀξιοῖ καὶ ἡμῖν ἄρρητα ταῦτ᾽ εἶναι, σχεδὸν τούτου χάριν εἴρηται: χωρὶς δὲ τούτων ἄνευ βλασφημίας οἱ λόγοι γεγόνασι καὶ τῆς παραπεσούσης χρείας ἕνεκα. οὐ γὰρ ἦν ἄλλως ὃ προειλόμην ἀποδεῖξαι, ὥστ᾽ ἐξ ὧν ἔφευγον, ἐκ τούτων προήχθην εἰπεῖν. δοκοῦσι γάρ μοι Λακεδαιμόνιοι τὸ τοῦ παρ᾽ Ὁμήρῳ Τεύκρου πρὸς τὸν Αἴαντα πεπονθέναι πρὸς τὴν πόλιν. καὶ γὰρ ἐκεῖνος τῶν ἄλλων προκινδυνεύων ὡς τὸν Αἴαντα ἀναχωρεῖ καὶ δι᾽ ἐκείνου φαίνεται, ὡς δ᾽ αὕτως καὶ κρύπτεται, καὶ Λακεδαιμόνιοι οἱ τῶν Ἑλλήνων προέχοντες καὶ προκινδυνεύοντες ἐν ταῖς χρείαις παῖδες τῇ πόλει παραβαλεῖν εἰσί. τεκμήριον δέ: τῶν γοῦν ὑπαρχόντων καὶ πεπραγμένων αὐτοῖς μέγιστα ταῦτ᾽ ἐστὶν ὧν κεκοινωνήκασι τῇ πόλει: καὶ τούτων ἃ μὲν διείλοντο ἀπέτυχον, ἃ δὲ σὺν τοῖς ἀπὸ τῆς πόλεως ἔπραξαν, ἐνδοξότατ᾽ ἀνθρώπων κατώρθωσαν. οὕτω διὰ τῆς πόλεως καὶ φαίνονται καὶ κρύπτονται πάλιν. οὐ μὴν ἀλλ᾽ ἔγωγε οὕτω παρὰ γνώμην εἰς τούτους ἐξήχθην τοὺς λόγους, ὥστ᾽ ἐβουλόμην ἂν καὶ τὰ τρόπαια ἃ μέλλω λέγειν ἀπ᾽ ἄλλων ὑπάρχειν ἀνακείμενα τῇ πόλει καὶ μὴ ἀναγκαῖον εἶναι προστιθέναι τοῖς πολλοῖς ὅτι ἀπὸ Λακεδαιμονίων. νῦν δ᾽ αὐτὰ τὰ πράγματα ταύτην ἄγει, ὥστ᾽ οὐ τοῦ παρεξετάσαι χάριν εἰρήσεται, ἀλλὰ τοῦ μὴ παντάπασι τὰς πράξεις παρελθεῖν: καὶ γὰρ εἰσὶν ἃς παρεξέλιπον: δεῖ δὲ, ὡς ἔοικεν, οὐ τοῦ τυχόντος δρόμου.
 
{{float right|{{r|Αιλ. Αρ. Λογ. 13. 172|size=90%}}}}'''
 
 
{{float right|{{r|Αιλ. Αρ. Λογ. 13. 173|size=90%}}}}'''
 
 
{{float right|{{r|Αιλ. Αρ. Λογ. 13. 174|size=90%}}}}'''
 
 
{{float right|{{r|Αιλ. Αρ. Λογ. 13. 175|size=90%}}}}'''
 
 
{{float right|{{r|Αιλ. Αρ. Λογ. 13. 176|size=90%}}}}'''
 
 
{{float right|{{r|Αιλ. Αρ. Λογ. 13. 177|size=90%}}}}'''
 
 
{{float right|{{r|Αιλ. Αρ. Λογ. 13. 178|size=90%}}}}'''
 
 
{{float right|{{r|Αιλ. Αρ. Λογ. 13. 179|size=90%}}}}'''
 
 
{{float right|{{r|Αιλ. Αρ. Λογ. 13. 180|size=90%}}}}'''
 
 
 
 
 
{{float right|{{r|Αιλ. Αρ. Λογ. 13. 170|size=90%}}}}'''
[[Κατηγορία:Αρχαία και Κλασική γραμματεία]]
[[Κατηγορία:Ρητορική]]