Λόγοι/Παναθηναϊκός: Διαφορά μεταξύ των αναθεωρήσεων

Περιεχόμενο που διαγράφηκε Περιεχόμενο που προστέθηκε
Χωρίς σύνοψη επεξεργασίας
Χωρίς σύνοψη επεξεργασίας
Γραμμή 270:
 
{{float right|{{r|Αιλ. Αρ. Λογ. 13. 162|size=90%}}}}'''
εἰρήνης ἐπ᾽ ἐκείνων τῶν χρόνων ἐνενόησεν, οἱ δ᾽ ἀπὸ τοσούτων καὶ τηλικούτων πλεονεκτημάτων ὁρμώμενοι πληγέντες κατέφυγον εὐθὺς ἐπὶ τὴν εἰρήνην. ἀεὶ μὲν οὖν ἔγωγ᾽ ἐμεμψάμην τοῖς ἐπιτιμῶσι τῇ τῶν Λακεδαιμονίων πόλει καὶ τοῦθ᾽ ὑπὲρ τῆς ὑμετέρας ἀξιοῦσι ποιεῖν: ἐκείνοις μὲν γὰρ ἀπεχθάνονται, ὑμᾶς δ᾽ οὐ κοσμοῦσιν, ὡς οἴονται. ἀλλ᾽, εἴ γέ τι δεῖ καὶ παράδοξον εἰπεῖν, τοὐναντίον μοι δοκοῦσι δρᾶν ἢ βούλονται: μᾶλλον γὰρ ἐκείνους αἴρουσιν ἢ τὴν πόλιν ἐγκωμιάζουσι καὶ πλείω χάριν ἂν παρ᾽ ἐκείνων αὐτοῖς οἶμαι τῆς βλασφημίας ἢ τῶν εὐφημιῶν εἶναι παρ᾽ ὑμῶν. οἱ μὲν γὰρ οὐχ ὅτι δεύτεροι τῆς πόλεως ἀκούουσι, τοῦτο ζημιοῦνται, ἀλλ᾽ ὅτι πρὸς τὴν πόλιν κρίνονται, τοῦτο κερδαίνουσιν: ὑμᾶς δ᾽ οὐχ ὅτι κρείττους ἀποφαίνουσι σεμνύνουσιν, ἀλλ᾽ αὐτῷ τῷ παρεξετάζειν ἐοίκασιν οὐ γιγνώσκειν: ὥστ᾽ οὐδὲν ἀπεικὸς ὑμᾶς ἀηδέστερον ἢ Λακεδαιμονίους ἔχειν, ὁπόταν ταῦτα ἀγωνίζωνται.
 
οὐ μὴν ἀλλ᾽ ἐπειδήπερ ἐν τούτῳ τῷ μέρει τοῦ λόγου γεγένημαι, ἐν ᾧ τὰ πρὸς ἄλληλά ἐστι ταῖς πόλεσιν, ἀνάγκη καὶ τοῦτ᾽ ἴσως ὑπομεῖναι, ἵνα μὴ μόνον ἐν τοῖς ἀγῶσιν ὅσῳ κρείττων ἡ πόλις ἀποφαίνωμεν, ἀλλὰ καὶ τοῖς ὅλοις. φανήσονται γὰρ Λακεδαιμόνιοι μὲν τριακοσίων ἀνδρῶν στερηθέντες οὐκ ἐνεγκόντες, ἀλλ᾽ εὐθὺς ἐγκλίναντες: ὃ μείζω φιλοτιμίαν ἔχει τῇ πόλει τοῦ νικῆσαι τῇ μάχῃ: ἐν ἐκείνῃ μὲν γὰρ τῶν ἀντιστάντων κρείττων ἐγένετο, ἐν οἷς δ᾽ ἀπηγόρευσαν οἱ λοιποὶ σχεδὸν πάντων, ὥσπερ ἐν ἄθλοις, ὅταν πᾶς τις εἴκῃ: αὕτη δὲ τοσαύτῃ χρησαμένη συμφορᾷ μετὰ ταῦτ᾽ ἐν Σικελίᾳ οὐ μόνον οὐ καταπτήξασα οὐδ᾽ ἐπὶ τὴν εἰρήνην ἀσμένως καταφυγοῦσα, ἀλλ᾽ οὕτω διαθεῖσα τοὺς πολεμίους ὥστ᾽ ἀσμένους ἂν ἐκείνους ἰδεῖν, εἴ τις εἰρήνην ἄγειν δυνηθείη πεῖσαι τὴν πόλιν. καὶ μὴν οἱ μὲν ὡς ἤκουσαν τὴν Κόνωνος ἐν Μυτιλήνῃ πολιορκίαν, οὐκ ἐξεπλάγησαν, ἀλλὰ πλεύσαντες ἐπ᾽ Ἀργινούσαις ὅσαις οὐδ᾽ ἂν εἷς εἰκάσειε ναυσὶν, ἐλάττοσι
 
{{float right|{{r|Αιλ. Αρ. Λογ. 13. 163|size=90%}}}}'''
δ᾽ ὅμως τῶν ἀντιπάλων, ἀντετάξαντο παντὶ τῷ ναυτικῷ τῶν πολεμίων, ὥσπερ ἄλλου μέν τινος ἀεὶ παρέχοντος σφίσι τὰς τριήρεις, ἐν δὲ τῷ Καρὶ καὶ οὐκ ἐν τοῖς αὑτῶν σώμασι τὰς πείρας ποιούμενοι: καὶ οὔτε πλήθους τῶν ἀντιτεταγμένων ἐφρόντισαν οὔτε τῆς Καλλικρατίδου δόξης, οὔτε νήσων ἐχομένων οὔτε ἠλλοτριωμένης ὡς εἰπεῖν ἤδη τῆς τύχης: οὐ χειμῶνος ἡττήθησαν, οὐχ ὅσον τοῦ πολέμου τὸ λοιπὸν ἐνεθυμήθησαν, ἀλλ᾽ ὥσπερ ἐξαρκοῦν εἰς τὴν θάλατταν ἰδεῖν, τρέπονται μὲν Λακεδαιμονίους, κρατοῦσι δὲ σύμπαντας Πελοποννησίους, τριήρεις δὲ τὰς μὲν αἱροῦσι, τὰς δὲ καταδύουσιν ὁμοῦ τῷ σκηπτῷ καὶ τοῖς πολεμίοις μαχόμενοι τοσοῦτον ἐποίησαν τῆς πολιορκίας τὸ διάφορον: τὸ δὲ πάντων μέγιστον, ὅτι ἄνδρα ῥύονται ὃς μόνος ἤρκεσε τὴν Λακεδαιμονίων ὕστερον δυναστείαν καταλῦσαι. οἱ δ᾽ ὥσπερ ἅπαντες καταναυμαχηθέντες εἰρήνης αὖθις ἐδέοντο, οὕτως οὐ μόνον τοὺς ἐν τοῖς ἀγῶσι παρόντας εἴθιστο τότε νικᾶν ἡ πόλις, ἀλλὰ καὶ τοὺς ἄλλους ἐξέπληττε καὶ διὰ πάντων ἐνίκα. ἀλλὰ μὴν φανήσεται νίκας τε μεγίστας τῶν πώποτε ἀνῃρημένη καὶ συμφορὰς οὕτως ἐνεγκοῦσα ὡς μᾶλλον ἄν τινα τῆς πόλεως ἄγασθαι τὴν ἐν τοῖς δεινοῖς εὐψυχίαν ἢ τὰ ἔργα τῶν κεκρατηκότων, ὥστ᾽ ἔμοιγ᾽ ἐπέρχεται καὶ τοῦτ᾽ εἰπεῖν, ὅτι νικῶσα ταῖς εὐπραξίαις οὐχ ἧττον ἐν οἷς ἠτύχησε διενήνοχεν, εἴπερ μηδεὶς ὁμοίως ἐνήνοχε τὰς συμφοράς. τοῦ μὲν οὖν οἷς κατώρθωσε νικᾶν ἄνευ τῶν πρὸς αὐτοὺς πεπραγμένων τοὺς ἀντιπολιτευσαμένους ἄλυτα ὑπάρχει διττὰ σημεῖα: ἅ τε γὰρ καθ᾽ αὑτὴν ἔπραξε τῶν ἰδίᾳ τισὶ πραχθέντων ὑπεραίρει οὐχ ὅσον ἀγνοῆσαι, ἅ τ᾽ ἐν ταὐτῷ γενομένων ὁμοῦ πάντες ἐλάττους ἀντιθεῖναι. καὶ μὴν ἔν γε τοῖς δυσκόλοις κρείττων γέγονε τῶν νενικηκότων: οἱ μὲν γὰρ εἴκοντες, ἡ δ᾽ ἀντέχουσα δέδεικται τῇ τύχῃ. οὐκοῦν ἀμφοτέρας τὰς νίκας οὐ παρὰ μικρὸν φέρεται καὶ νικᾷ
 
 
{{float right|{{r|Αιλ. Αρ. Λογ. 13. 164|size=90%}}}}'''