Λόγοι/Παναθηναϊκός: Διαφορά μεταξύ των αναθεωρήσεων

Περιεχόμενο που διαγράφηκε Περιεχόμενο που προστέθηκε
Χωρίς σύνοψη επεξεργασίας
Χωρίς σύνοψη επεξεργασίας
Γραμμή 267:
 
{{float right|{{r|Αιλ. Αρ. Λογ. 13. 161|size=90%}}}}'''
κληθῆναι κατὰ τῆς πόλεως ὑπὸ τῶν ἀπ᾽ ἐκείνου σωθέντων ταῖς ἀπὸ τῆς πόλεως πράξεσι, προσγενομένου δὲ κἀκείνου μάλα ἀσμένως, καὶ συμπολεμοῦντος καὶ σώμασι καὶ ναυσὶ καὶ χρυσῷ καὶ τίνα γῆς ἢ θαλάττης οὐ παρέχοντος ἀφορμὴν τῷ πολέμῳ; ἦν μὲν οὐδεὶς ὅστις οὐκ ἂν ἤλπισεν, ἔξωθεν οὑτωσὶ σκοπῶν, ἀναρπασθήσεσθαι νῦν ἤδη τὴν πόλιν, οὕτω κοινῷ πολέμῳ βαρβάρων τε καὶ Ἑλλήνων συνεχομένην: οἱ δ᾽ οὕτω μετέστησαν τὰ πράγματα ὥσπερ ἁπάντων τούτων ὑπὲρ αὐτῶν, ἀλλ᾽ οὐ κατ᾽ αὐτῶν γιγνομένων, ἢ στρατηγούντων σφίσι τῶν πολεμίων. τὸ δὲ πάντων μέγιστον ὅτι καὶ τῆς πολιτείας κινηθείσης καί τινων ἀλλοτριωθέντων σφίσι τῶν οἴκοι, τόπον οὐδένα ἔχοντες οὗ χρὴ στῆναι πλὴν Σάμου, καθάπερ ἐν τῷ Μηδικῷ κινδύνῳ τῆς Σαλαμῖνος, ἀλλ᾽ ἕτερον δή τινα καὶ οὗτοι τρόπον εἰς ταυτὸν ἐλθόντες τοῖς τότε, καὶ τὴν πόλιν ἐκλιπόντες μέρει τῷ πλείστῳ, κατεστήσαντο μὲν τὰ οἴκοι, ἐκράτησαν δὲ τοὺς ἔξω, διέλαβον δὲ τροπαίοις τὸν Ἑλλήσποντον, ἄλλους ἄλλοσε καταδιώκοντες, ὥσπερ μελέτας μᾶλλον ἐν σφίσιν αὐτοῖς ἢ ναυμαχίας πρὸς τοὺς ἐντυγχάνοντας ἀεὶ ποιούμενοι: εἴρηταί τε καὶ ἐνεθυμήθην ὡς ἑτέρῳ προείρηται. τέλος δ᾽ ἐπὶ Κυζίκῳ συμπεσόντες ὁμοῦ Λακεδαιμονίοις καὶ τοῖς ἀπὸ τῆς Ἑλλάδος καὶ τοῖς ἀπὸ τῆς Ἀσίας βαρβάροις καὶ Φαρναβάζῳ λαμβάνουσι τὰς ναῦς παρὰ τοσοῦτον οὐ πάσας παρ᾽ ὅσας διέφθειραν: καὶ Φαρναβάζου κακῶς τὸ συμβὰν ἰωμένου καὶ τὴν ἵππον ἐπεισάγοντος οἱ μὲν ἐκ ποδὸς ἱππομαχήσαντες, οἱ δ᾽ ἀπὸ τῶν νεῶν πάντα ὁμοῦ χειροῦνται, ναυτικὸν, ἱππικὸν, τοξότας τοὺς ἀπὸ Σικελίας, τοὺς ἐκ Πελοποννήσου, τὴν βασιλέως χορηγίαν, τὰς Λακεδαιμονίων ἐλπίδας, καὶ κενὸς ἤδη τοῖς ἐναντίοις ὁ πόλεμος ἦν καὶ πάντα φροῦδα ὥσπερ ἐκ ναυαγίας τινὸς ὡς ἀληθῶς. ὥσθ᾽ ἡ μὲν τοσοῦτον ὑπερβληθεῖσα ὑπὸ τῆς στάσεως πόλις οὐδ᾽ ὄνομα
 
 
{{float right|{{r|Αιλ. Αρ. Λογ. 13. 162|size=90%}}}}'''