Λόγοι/Παναθηναϊκός: Διαφορά μεταξύ των αναθεωρήσεων

Περιεχόμενο που διαγράφηκε Περιεχόμενο που προστέθηκε
Χωρίς σύνοψη επεξεργασίας
Χωρίς σύνοψη επεξεργασίας
Γραμμή 260:
 
{{float right|{{r|Αιλ. Αρ. Λογ. 13. 159|size=90%}}}}'''
κρατήσασαν τὸ ἐξ ἀρχῆς ἐμβαλεῖν. τουτοισὶ δὲ ἤδη τί τις ἂν χρήσαιτο; αἰσχύνομαι μὲν γὰρ καὶ τὰς ἐν Ναυπάκτῳ ναυμαχίας παραλείπων, ἃς οὔτε παρὰ μικρὸν ἐνίκων οὔτε ὀλίγῳ πλείονας, ἀλλ᾽ ὡς ἐφ᾽ ἕρμαιον πλεύσαντες, καὶ νίκας ἑτέρας ἐπὶ Θρᾴκης καὶ ὡς Κέρκυραν ἐξείλοντο καὶ τὰ κατ᾽ Ἀμπρακίαν ἔργα μέγιστα τῶν κατ᾽ ἐκεῖνον τὸν χρόνον Ἑλληνικῶν, καὶ ταῦτ᾽ ἀρετῇ πραχθέντα, οὐ χρείᾳ, καὶ τὰ κατ᾽ αὐτὴν δὴ τὴν Πύλον, ναυμαχίας τε ἀπὸ γῆς καὶ μάχας πεζὰς ὕστερον ἐν τῇ νήσῳ γενομένας, καὶ πρὶν ταῦτ᾽ ἐξήκειν, ἑτέρους Λακεδαιμονίους ἐκ Κυθήρων ἀγομένους καὶ τρόπαια Κορινθίων καὶ πολλὰ ἕτερα ἐφάμιλλα καὶ εἰπεῖν καὶ θαυμάσαι. ὁ δὲ καιρὸς οὐ φέρει, ἀλλὰ μείζονος εὐτυχίας εἶναί μοι δοκεῖ κατασχεῖν αὐτόν. ἔτι δ᾽, ὥσπερ εἴπομεν, οὐ συγγραφῆς ἔργον ψιλῆς προειλόμεθα ἀφηγεῖσθαι τὰ πεπραγμένα τῇ πόλει, καὶ γὰρ ἂν εἰς τὴν ἐπιοῦσαν πεντετηρίδα ἐκτείνοιτο ὁ λόγος, ἀλλὰ τῶν μὲν κατὰ τοὺς πολέμους πράξεων τὰς γνωριμωτάτας εἰπεῖν, τῶν δ᾽ ὑπαρχόντων ἀγαθῶν τῇ πόλει καθ᾽ ὅσον δυνατὸν μηδὲν παραλιπεῖν. ταῦτα δ᾽ ἐστὶν οὐκ ἂν διὰ πάντων ἕκαστα λέγωμεν, ἀλλ᾽ ἂν μηδὲν εἶδος εὐφημίας παραλείπωμεν. ὡς δὲ ἐδόκει τῷ δαίμονι μήπω ταῦτα ἀποχρῆν τῇ Ἑλλάδι, ἀλλ᾽ ἔτι καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν κλυσθῆναι τὰς πόλεις, καὶ τοὺς μὲν ἐκ τῆς ὑπερορίας ἐπελθεῖν πολεμίους, τοὺς δ᾽ εἰς τὴν ὑπερορίαν ἐκπλεῦσαι κατὰ συμφορὰς, τίς Ἑλλήνων ἢ τίς βαρβάρων ἐστὶν ὅστις τὸ ἐξ ἴσου τοῖς ἀπὸ τῆσδε τῆς πόλεως ἑτέρους ἂν ἔχοι λέγειν; οἷς ἐπῄει μὲν πλεῖν ὑπὲρ τῆς Λεοντίνων ἐλευθερίας, ἐδόκει δὲ κινδυνεύειν ὑπὲρ τῆς Ἐγεσταίων, διενοοῦντο δὲ διαβαίνειν ἐπὶ Καρχηδονίους ἀνθ᾽ ὧν ἐκεῖνοι πρότερον ἐπὶ τοὺς Ἕλληνας τοὺς ἐν Σικελίᾳ, τριήρεις δὲ ἐπλήρουν καὶ ὁλκάδας, ὥσπερ ἀπὸ πάσης τῆς Ἑλλάδος ἐκπέμποντες. καὶ τὰς μὲν πεζομαχίας καὶ ἱππομαχίας ἧττον ἴσως ἄξιον ἐκπλαγῆναι διὰ τὴν ἀεὶ τοῦ
 
 
{{float right|{{r|Αιλ. Αρ. Λογ. 13. 160|size=90%}}}}'''
νικᾶν συνήθειαν καὶ τὸ δεδόσθαι τῇ πόλει καθάπερ γέρας τὴν τῶν κρειττόνων μοῖραν ἐν τοῖς πλείστοις: τὸ δὲ μηδ᾽ ὡς ἀντέπεσε τὰ πράγματα μηδὲν μᾶλλον ἀποστῆναι, ἀλλ᾽ ἀπόντων μὲν ὁπλιτῶν, ἀπόντων δ᾽ ἱππέων, οἷς οὔτε πλῆθος οὔτ᾽ ἀρετὴν ἴσους εὑρεῖν ἦν: ἔτι δὲ νεῶν τοσούτων καὶ βελῶν καὶ σκευῶν καὶ τεχνῶν καὶ συμμάχων καὶ πάσης ὡς ἔπος εἰπεῖν τῆς κατασκευῆς μεθεστηκυίας, ὥσπερ ἄρτι τῆς πάσης Σικελίας οἰκιζομένης, κεκενωμένης μὲν τῆς ἀκροπόλεως ταλάντων ὀλίγου δεῖν μυρίων, Λακεδαιμονίων δὲ καὶ Βοιωτῶν καὶ τῶν ἄλλων οὐκέτ᾽ ἐκ Πελοποννήσου τὰς εἰσβολὰς ποιουμένων, ἀλλ᾽ ἐκ μέσης τῆς Ἀττικῆς, ἐκ Δεκελείας, μεθεστηκότων δὲ καὶ τῶν οἰκετῶν οὐκ ἔλαττον ἢ πλήρωμα ἔθνους εἶναι δοκεῖν, ἀδείας δ᾽ ὑπαρχούσης αὐτομολεῖν τοῖς βουλομένοις, τοσούτου δὲ ὄντος πολέμου περὶ τὴν πόλιν, τοσαύτην περιουσίαν καρτερίας ἅμα καὶ ῥώμης καὶ φιλοτιμίας ἐπιδείξασθαι ὥσθ᾽ ἕτερον στόλον πέμπειν ἀντίρροπον τῷ προτέρῳ καὶ στρατηγοὺς ἐφαμίλλους, καὶ Λακεδαιμονίους ἀξιοῦν ἐκεῖ πολιορκεῖν μετὰ τῆς συμμαχίας, ποίᾳ ταῦτ᾽ ἔνεστι ψυχῇ παραβαλεῖν ἀνθρωπίνῃ, καὶ τίνος οὐκ εὐτυχίας μᾶλλον θαυμάσαι; γενομένου δὲ τοῦ μεγάλου πάθους—οὐ γὰρ οὖν σιωπήσομαι, ἀλλὰ καὶ τοῦτο ἔτι μείζω μοι δοκεῖ δεικνύναι τὴν πόλιν—οὕτω τοῖς ὑπολοίποις προσηνέχθη πράγμασιν ὥσπερ ἂν εἰ πᾶσαν εἰλήφει τὴν Σικελίαν. οὐ γὰρ ἐστερημένῃ δυνάμεως ἐῴκει, ἀλλ᾽ ἄρτι προσκεκτημένῃ. καὶ τὴν μὲν τῶν τρόπων εὐκολίαν καὶ σωφροσύνην καὶ τάξιν διαίτης, ἣν ὑπὲρ τοῦ μηδὲν αἰσχρὸν συγχωρῆσαι προείλοντο, οὐδ᾽ ἂν εἷς ἀξίως εἴποι. περιστάντων δὲ αὐτοὺς τῶν Ἑλλήνων ἁπάντων, καὶ τῶν μὲν ὑπαρχόντων πολεμίων τότε πρῶτον λαβόντων ἐλπίδας καὶ παροξυνθέντων ὑπὸ τῆς τύχης, ἐπελθόντων δὲ τῶν ἐκ Σικελίας, μεταστάσης δὲ τῆς συμμαχίας ὀλίγου δεῖν ἁπάσης, καὶ νήσων καὶ ἠπείρου καὶ πάντων ὡς εἰπεῖν πολεμίων καταστάντων καὶ πανταχόθεν κεκυκλωμένων, ἔτι δ᾽ ἀγνωμοσύνης ἀπροσδοκήτου συμβάσης ὥστε καὶ βασιλέα
 
 
[[Κατηγορία:Αρχαία και Κλασική γραμματεία]]