Λόγοι/Παναθηναϊκός: Διαφορά μεταξύ των αναθεωρήσεων

Περιεχόμενο που διαγράφηκε Περιεχόμενο που προστέθηκε
Χωρίς σύνοψη επεξεργασίας
Χωρίς σύνοψη επεξεργασίας
Γραμμή 247:
 
{{float right|{{r|Αιλ. Αρ. Λογ. 13. 156|size=90%}}}}'''
ἐν δράματι. εἰ μὲν γὰρ ὡς ἅπαξ ἐπλήγησαν, ἀπῆλθον, τάχ᾽ ἄν τις ἦν αὐτοῖς ὕστερον ἀντιλαβὴ, τὸ δ᾽ ὀνειδίζεσθαι μὲν ὑπὸ τῶν οἰκείων, ὀνειδιζομένους δὲ αὖθις ἐξελθεῖν, ἀνθιστάντας δὲ τρόπαιον μείζω τῶν πρότερον προσπαθεῖν, αὐτοὺς ἐποίησεν ἐπισφραγίζεσθαι τὴν νίκην, ὡς μὴ δοκεῖν τύχῃ μᾶλλον ἢ τῷ τοῦ κρείττονος λόγῳ τὸ ἔργον κριθῆναι καὶ νῦν καὶ πρότερον. οὔκουν τοῦ τρίτου γε ἐπειράθησαν, καίτοι τοὺς ἀγωνιστὰς αὐτοὶ προσαναγκάζοντες ἐν Ἰσθμῷ.
 
ἆρ᾽ οὖν ταῦτα καὶ μόνα τῶν ἀνδρῶν ἐκείνων ἔχομεν λέγειν; πολλῶν μέντἂν καὶ μεγάλων ἀποστεροίημεν αὐτούς: οἳ περιέπλευσαν μὲν τὴν Πελοπόννησον, οὐχ ὡς ἁπλῶς εἰπεῖν περίπλοις ναυτικοῖς, ἀλλ᾽ ὥστε κρατεῖν μὲν τῶν ἐπικαίρων τῆς χώρας, νικᾶν δὲ τοὺς ἀντιστάντας ἐν φαύλῳ, στρατηγὸς ἐπὶ στρατηγῷ. διέβησαν δὲ εἰς τὴν ἀντιπέρας ἤπειρον, παντὸς τοῦ προστυχόντος εἴκοντος. αὖθις δ᾽ ἐπὶ Φωκέας Λακεδαιμονίων παρελθόντων ἐκέκλειστο μὲν ὁ Κρισαῖος κόλπος, ἀπήντων δ᾽ ἐπὶ τοὺς ὅρους. χωρὶς δ᾽ ὑπὲρ Μεγάρων ἦσαν ἐν Γερανείᾳ: ὥστε μὴ ἔχειν Λακεδαιμονίους ὅ τι χρήσονται, ἀλλ᾽ ἀπορεῖν ἑστῶτας ἐν Βοιωτοῖς ὅποι σωθήσονται: οὕτω περιέπτυξεν αὐτοὺς ἡ πόλις. τέλος δὲ συμβάλλουσιν ἐν Τανάγρᾳ τῆς Βοιωτίας, καὶ γενομένων ἀμφοτέρων ἀνδρῶν τοῦ τολμήματος ἀξίων ἔδοξαν καθ᾽ ἓν τοῦτο Λακεδαιμόνιοι πλέον ἐσχηκέναι, πῶς ἂν εἴποιμι εὐπρεπῶς; ὀκνῶ γὰρ εἰπεῖν ὅτι οὐκ ἀπώλοντο. καὶ γὰρ ἦν ὅρος οὗτος Ἀθηναίοις μὲν κλεῖσαι τὴν πάροδον, Λακεδαιμονίοις δὲ σωθῆναι οἴκαδε. καὶ κινδυνεύει μόνον τοῦτο τὸ ἔργον τὴν φυγὴν σύμβολον τῆς νίκης ἐσχηκέναι, ἐπεὶ τούς γε καὶ παρὰ τὴν μάχην κρείττους καὶ τοῖς ὅλοις ἄνευ πολλῶν τῶν καὶ πρότερον κρινάντων τὰ ἐφεξῆς εὐθὺς ἔδειξε. τρεῖς γάρ εἰσιν οἱ μαρτυρήσαντες παραχρῆμα Ἀθηναίων εἶναι τὴν νίκην,
 
{{float right|{{r|Αιλ. Αρ. Λογ. 13. 157|size=90%}}}}'''
Γραμμή 259 ⟶ 261 :
 
{{float right|{{r|Αιλ. Αρ. Λογ. 13. 160|size=90%}}}}'''
 
 
[[Κατηγορία:Αρχαία και Κλασική γραμματεία]]