Λόγοι/Παναθηναϊκός: Διαφορά μεταξύ των αναθεωρήσεων

Περιεχόμενο που διαγράφηκε Περιεχόμενο που προστέθηκε
Χωρίς σύνοψη επεξεργασίας
Χωρίς σύνοψη επεξεργασίας
Γραμμή 238:
 
{{float right|{{r|Αιλ. Αρ. Λογ. 13. 153|size=90%}}}}'''
ἐλλελεῖφθαι τοῖς Ἕλλησι τὸ μὴ οὐ πεπονθότας εἶναι, ἀνθ᾽ ὧν δεῖν ἀμύνεσθαι καὶ μηδαμῶς μικρῶς, ἑτέρου δὲ τοῦ πρὸς τὸν λοιπὸν χρόνον ἀσφαλοῦς τῇ Ἑλλάδι, ἕως ἔγνω βασιλεὺς παραπλήσιον ποιῶν ἀνταίρων τῇ πόλει ὥσπερ ἂν εἰ πρὸς φλόγα πολλὴν ἐπιοῦσαν ὕλην ἐπηρμένος ἠγωνίζετο. οὐδὲν γὰρ ἦν ὅ τι οὐκ ἔπασχεν, ἀλλ᾽ ἀνηλίσκετο αὐτὸς ἐξ αὑτοῦ καὶ τὴν χώραν ἐπιτείχισμα τῆς ἑαυτοῦ σωτηρίας ἔχων ᾔσθετο, καὶ προῆλθεν ὁδῷ τὸ τρίτον κάλλιον τοῦ πρώτου νομίσας, μᾶλλον δὲ ἀναγκαιότερον. ἐπεθύμησε μὲν γὰρ τὸ ἐξ ἀρχῆς τὴν Ἑλλάδα προσλαβεῖν καὶ τῆς Εὐρώπης τὸ λοιπὸν, ᾔσθετο δὲ οὐ δυνατῶν ἐρῶν. δεύτερον ἦν αὐτῷ τὴν ὑπάρχουσαν ἀρχὴν διασώσασθαι, οὐδὲ τοῦθ᾽ ἡ πόλις ἠνέσχετο. τὴν σωτηρίαν καὶ δὴ πλείονος ἀξίαν ἐποιήσατο, καὶ ὑποχωρεῖ τῇ πόλει τοσοῦτον ἐκ γῆς καὶ θαλάττης, οὐχ ὅσον, φασὶ, πρύμναν κρούσασθαι οὐδ᾽ ὡς ἐπὶ πόδα ἀναχωρῆσαι, ἀλλ᾽ ἀφῆκε πάντα μὲν τὸν κάτω τόπον, μυριάδας σταδίων τῆς Ἀσίας οὐκ ἔλαττον ἢ μεγάλης ἀρχῆς εἶναι τὸ σύμπαν: ὥστε μὴ μόνον τὰς νήσους καὶ τοὺς ἐν ταύταις παντοδαποὺς Ἕλληνας ἐλευθέρους εἶναι, ἀλλὰ καὶ τοὺς τὴν ἐκείνου χώραν κατοικοῦντας πλέον τῆς ἐκείνου δυναστείας καὶ ἀρχῆς ἀπέχειν ἢ πρότερον τοὺς τὴν ἀρχαίαν Ἑλλάδα. εἶχε μέν γε πρὸ τοῦ τὸν μέχρι Πηνειοῦ τόπον: καίτοι τὸ θαυμαστὸν ἀφεῖλον, ὡς δή τι θαυμαστὸν λέγων: εἶχε δὲ πάντα τὸν μέχρι τῆς Ἀττικῆς, ἕως ἐνέτυχε τοῖς ἐκ τῆς Ἀττικῆς ἐν τῇ θαλάττῃ: τοσοῦτον παρελήλυθε τὸν ὀμφαλὸν τῆς γῆς τε καὶ τῆς Ἑλλάδος, τοὺς Δελφούς. ἐκ δὲ τῶν τῆς πόλεως ἀγώνων καὶ ἀποστόλων εἰς τοῦτο κατῆλθεν ὥσθ᾽ ὡμολόγησε δυοῖν μὲν ὅροιν εἴσω μηκέτι πλευσεῖσθαι, πρὸς μεσημβρίαν μὲν Χελιδονέας, πρὸς δὲ ἄρκτον Κυανέας θέμενος, θαλάττης δ᾽ ἀφέξειν ἴσον πανταχῆ σταδίους πεντακοσίους: ὥστ᾽ εἶναι τὸν κύκλον τοῦτον ἀντ᾽ ἄλλου τινος στεφάνου τοῖς Ἕλλησιν ὑπὲρ κεφαλῆς καὶ τὴν φρουρὰν ἐξ αὐτῆς τῆς χώρας τοῦ βασιλέως.
 
 
{{float right|{{r|Αιλ. Αρ. Λογ. 13. 154|size=90%}}}}'''