Λόγοι/Παναθηναϊκός: Διαφορά μεταξύ των αναθεωρήσεων

Περιεχόμενο που διαγράφηκε Περιεχόμενο που προστέθηκε
Χωρίς σύνοψη επεξεργασίας
Χωρίς σύνοψη επεξεργασίας
Γραμμή 230:
{{float right|{{r|Αιλ. Αρ. Λογ. 13. 150|size=90%}}}}'''
ἀντεπεξελθεῖν τοῖς προτέροις ἐπιστρατεύσασι καὶ τοὺς φόβους καὶ τοὺς κινδύνους εἰς τὴν ἐκείνων μεταστῆσαι. ὃ καὶ μάλιστ᾽ ἄξιον τῶν ἐν τοῖς ἔργοις ἐκείνοις ἀγασθῆναι τὸ σχῆμα τοῦ πολέμου καὶ τὴν σύστασιν. δυοῖν γὰρ ὄντοιν ἑτέροιν πολέμοιν, τοῦ μὲν, ἂν ἄρχῃ τις ἐξ ἀρχῆς, τοῦ δὲ, ἂν ἀμύνηται, τῷ μὲν οὐχ ἕπεται τὸ δίκαιον, τοῦ δ᾽ ἀφαιρεῖ τὴν φιλοτιμίαν ἡ τῆς ἀνάγκης προσθήκη, διὰ τὸ φύσει γνώμην ἀνάγκης κεχωρίσθαι. ἀλλ᾽ ἀμείνων μὲν ὁ ποιῶν οἶμαι τὰ δίκαια ἀναγκαίως τοῦ παραβαίνοντος ἑκόντος, οὐ μὴν αὐτοῦ γε τὸ πᾶν ὡς εἰπεῖν γίγνεται. καὶ δὴ καὶ τότε τοῦ προτέρου πολέμου τὸ μὲν αἰσχρὸν εἰς τοὺς βαρβάρους ἦλθε, τὸ δ᾽ ὀφειλόμενον παρὰ τῶν Ἑλλήνων ἀπήντησεν: ὥστ᾽ ἐνενικήκεσαν μὲν, τὸ δ᾽ ἐκ περιουσίας οὐ προσῆν. ὃ δὲ τρίτον ἄν τις φαίη τοῦ πολέμου σχῆμα, τὸ τοῖς προτέροις ἐπιβουλεύσασιν ἀντεπελθεῖν αὐτοὺς, ἐλευθερίᾳ μὲν τῇ τῶν ἀρχόντων, δικαιοσύνῃ δὲ τῇ τῶν ἀμυνομένων χρωμένους, τοῦτ᾽ οὖν ἡ πόλις ἐσκέψατο καὶ ὑπὲρ αὑτῆς καὶ ὑπὲρ τῶν ἄλλων Ἑλλήνων ἐπιδεῖξαι τοῖς βαρβάροις, ὅτι οὐκ ἐπ᾽ ἐκείνοις ἐστὶν, ὅταν ἥκωσι, ποιεῖν ἀγαθοὺς τοὺς Ἕλληνας, οὐδ᾽ ἀνάγκης τύχῃ ταῦτα πέπρακται σφίσιν, ἀλλὰ τῷ προτέρους ἄρχειν μὴ καλῶς ἔχειν ἡγεῖσθαι: νῦν δ᾽ ὅτε ἡ ἀρχὴ περιέστηκεν εἰς δικαίου τάξιν, εὖ καὶ καλῶς εἴσεσθε τίνας κεκινήκατε. οὕτως ἐγώ φημι καὶ πρὸς δικαιοσύνης καὶ πρὸς ἀνδρείας ἐπίδειξιν ἀληθινῆς τὰ δεύτερα, ἵνα μηδὲν ἐπαχθὲς εἴπω, τῶν πρότερον οὐχ ἧττον ἐναργῆ πεπρᾶχθαι τῇ πόλει. πρὸς δὲ τούτοις καὶ τῶν Ἑλλήνων ἀσφάλειαν εἶναι καὶ σωτηρίαν ὑπελάμβανεν οὐκ εἰ καθείρξασα αὐτοὺς ἐπὶ τῆς ἑστίας τηροίη, οὐδ᾽ εἰ μηδὲν μήτ᾽ αὐτὴ δι᾽ αὐτῶν μήτ᾽ αὐτοὶ πράττοιεν ὑπὲρ σφῶν αὐτῶν, ἀλλ᾽ εἰ τοὺς βαρβάρους ὡς ἐπὶ πλεῖστον ὤσαιντο ἀπὸ τῆς Ἑλλάδος, οὕτως ᾤετο ἀρίστην καὶ καθαρὰν ἡσυχίαν ἅπασιν ἔσεσθαι, ὀρθῶς λογιζομένη καὶ τὰ πράγματα ὡς πέφυκεν ὁρῶσα. μόνοι γὰρ σχεδὸν οὗτοι καθαρῶς ἡσυχάζουσιν οἵτινες ἂν δείξωσι μὴ πάντως ἡσυχίαν ἄγειν δεόμενοι.
 
 
{{float right|{{r|Αιλ. Αρ. Λογ. 13. 151|size=90%}}}}'''
ὁ μὲν λογισμὸς οὗτος ὁ τῆς πόλεως, ἅπαντα ἔχων ὅσα ἄν τις εἴποι κάλλιστα ἐν ἀνθρώπου φύσει. διανοηθέντες δὲ οὕτω τί χρὴ πρῶτον, ἢ τί τελευταῖον εἰπεῖν, ἐνίκων μὲν τὴν ἐν Μυκάλῃ μάχην οὐκ ἐν ὀλίγῳ τῷ μέσῳ, διηρευνήσαντο δὲ τῆς Εὐρώπης τὰς ἀκτὰς, εἴ πού τις ἔτι κρύπτοιτο τῶν ἐπελθόντων, καὶ τοὺς μὲν ἀπὸ Στρυμόνος ἤλασαν, τοὺς δ᾽ ἀπὸ Σηστοῦ, τοὺς δ᾽ ἀπὸ Βυζαντίου. πάντα δὲ ὥσπερ ἄγος καθαίροντες ἐπῆλθον, οὐκ ἐλάττω δὲ τῶν κατ᾽ ἐμπορίαν πλεόντων ἐπ᾽ ἀγκυρῶν ὡρμίσαντο. τὴν δὲ Τριπτολέμου διὰ τοῦ ἀέρος λεχθεῖσαν πορείαν, ἐν ᾧ παρῆκεν ἐκεῖνος, ἐμιμήσαντο. ὁ μὲν γὰρ εὖ ποιῶν εἰς τὸ κοινὸν ἅπαντας, οἱ δὲ παρ᾽ ὧν ἔδει δίκην λαβεῖν κολάζοντες ἐπῄεσαν, ἡγούμενοι καὶ τοῦτο τῷ κοινῷ γένει τῶν ἀνθρώπων λυσιτελεῖν, τοὺς ὑβριστὰς καὶ μεῖζον τῆς φύσεως φρονοῦντας ταῖς πρεπούσαις ὑπάγειν ζημίαις. γνόντες δὲ οὕτως ἅμα μὲν περιέπλεον τὴν Ἀσίαν, ἅμα δὲ ἀνέπλεον διὰ τῶν δεχομένων ποταμῶν, ἅμα δ᾽ ἠκούοντο, ἅμα δ᾽ ἑωρῶντο: θαυμαστὴν δ᾽ ἐπεδείξαντο καὶ ὡς ἀληθῶς ἐνόπλιόν τινα καὶ πολέμου χορείαν. οὕτω δὲ πυκνὸν καὶ σύντονον ἐξήλαντο ἐν τοῖς πράγμασιν ὥστε καὶ Λακεδαιμόνιοι τοῖς μὲν πρώτοις τῶν ἔργων παρεγένοντο, ἔπειτ᾽ ἀπῆραν, ὥσπερ πτηνοῖς ἀκολουθεῖν οὐ δυνάμενοι. τὸ δ᾽ αὐτὸ τοῦτο καὶ τῶν ἄλλων Ἑλλήνων οἱ καὶ τὰ πρῶτα συνεκπλεύσαντες ἰλιγγιάσαντες ἀπῆραν, οἱ δὲ τοὺς ἀπὸ τῆς Ἀσίας ἔχοντες, οὓς βασιλεὺς πρότερον ἐπ᾽ ἐκείνους καὶ τὴν Ἑλλάδα ἧκεν ἄγων, τούτοις ἐχρῶντο ἀποχρῶσι. καὶ ἦν αὐτοῖς ἀφορμὴ κατὰ τοῦ βασιλέως τὰ τοῦ βασιλέως πράγματα. καὶ γὰρ ὅρμοι καὶ τείχη καὶ χαρακώματα καὶ πάντα ἐκείνους ἐδέχετο, καὶ ὅπλα καὶ νῆες ἐκείνων ἐγίγνοντο. παρεῖσαν δ᾽ οὐδὲν ἀπείρατον τῆς ἑαυτῶν ἀρετῆς, ὁμοῦ μὲν Φοίνιξι καὶ Κίλιξι καὶ Κυπρίοις ναυμαχοῦντες ἐν μέσῳ τῷ Αἰγυπτίων πελάγει καὶ ναυτικὰ ἀθρόα λαμβάνοντες, ὁμοῦ δὲ πρὸς πᾶσαν τὴν Περσῶν
 
 
{{float right|{{r|Αιλ. Αρ. Λογ. 13. 152|size=90%}}}}'''