Λόγοι/Παναθηναϊκός: Διαφορά μεταξύ των αναθεωρήσεων

Περιεχόμενο που διαγράφηκε Περιεχόμενο που προστέθηκε
Χωρίς σύνοψη επεξεργασίας
Χωρίς σύνοψη επεξεργασίας
Γραμμή 226:
 
{{float right|{{r|Αιλ. Αρ. Λογ. 13. 149|size=90%}}}}'''
γὰρ τὴν ἀκρόπολιν κατεκόσμησε τοῖς τῶν ἔργων ὑπομνήμασι, καὶ τῷ τῆς φύσεως κάλλει τὸ παρὰ τοῦ πλούτου καὶ τῆς τέχνης ἐφάμιλλον προσέθηκεν, ὥστ᾽ εἶναι πᾶσαν ἀντ᾽ ἀναθήματος, μᾶλλον δὲ ἀντ᾽ ἀγάλματος: τοῦτο δὲ τὰς ἄλλας τιμὰς τοῖς θεοῖς ἀνῆψε, κρεῖττον ἁπάσης Ἑλληνικῆς δυνάμεως, τὰ μὲν οἴκοι, τὰ δ᾽ ἐν τῇ ὑπερορίᾳ: αὐτή τε παρῆλθε τοὺς ἀρχαίους ὅρους πανταχῆ κατ᾽ ἀξίαν τῶν ἔργων καὶ τὴν τοῦ κύκλου προσθήκην ποιουμένη: ὡς δ᾽ εἰπεῖν συνελόντι, μόνη μὲν δι᾽ ἀρετὴν ἀοίκητος ἐγένετο, μόνη δ᾽ ἐξ ἀρετῆς ᾠκίσθη τε αὖθις καὶ τῶν πρόσθεν ἀοικήτων ἐπέλαβεν ἅμα τοῖς ἔργοις καὶ τῇ δόξῃ καὶ τῷ κόσμῳ καλλίων τε καὶ μείζων γενομένη. ἀλλὰ γὰρ ἐνταῦθα μὲν ὥσπερ ἄκων ἐνέπεσον καὶ καθ᾽ ὁδὸν τοῦ λόγου μᾶλλον ἢ προειδόμενος: οὐ γὰρ εἰς ταῦτα ὁρῶν ἠπειγόμην, ἀλλ᾽ ἐκεῖνο ἐπιδεῖξαι βουλόμενος, ὅτι εἰ κάλλιστον ἀνθρώποις καὶ τὸ αὐτὸ λυσιτελέστατόν τε καὶ νικῶν ἡδονῇ, θεῶν πρόσοδοι καὶ ὁμιλίαι, καὶ τοῦτ᾽ εἰς τοσοῦτον τότ᾽ ἐπανθῆσαν τοῖς Ἕλλησι μιᾷ δὴ πόλει ταύτῃ μάλιστ᾽ ἄν τις προσθείη δικαίως, πρῶτον μὲν κατ᾽ αὐτὴν ὡς ἀληθῶς τὴν τῶν θεῶν τιμήν: τούς τε γὰρ θεοὺς ὡς αἰτίους δή που τῶν ἀγαθῶν ἅπαντες ἀμειβόμεθα, ἥ τε πόλις τό γ᾽ εἰς ἀνθρώπους ἐλθὸν τότ᾽ ἐπὶ πλεῖστον αἰτία τῶν ἀποβάντων φαίνεται: ἔπειτα τῷ καὶ τοῖς ἀναθήμασιν αὐτοῖς καὶ τοῖς χαριστηρίοις τοσοῦτον ὑπερσχεῖν. τὰ γὰρ σύμβολα τῆς εὐσεβείας αὐτῆς ταῦτα τοῦ κάλλους καὶ μεγέθους ἐστὶ τεκμήρια. οὐ μὴν ἐξαρκεῖν τοῦτ᾽ ἐνόμισε, χάριν τοῖς θεοῖς ἔχειν τῶν γεγενημένων καὶ μηδὲν πλέον ζητεῖν οὐδ᾽ ἐπὶ τοῖς τροπαίοις καθῆσθαι, ὥσπερ ἀπιστοῦσαν ἑαυτῇ, ἀλλ᾽ ὥσπερ ἐπίβασιν τῶν μελλόντων τὰ ὑπάρχοντα κρίνασα αὐτὴ πρὸς ἑαυτὴν ἡμιλλήσατο, καλῶς καὶ τῷ καιρῷ προσήκοντα βουλευσαμένη: ἐν γὰρ τοῖς δευτέροις χρόνοις τὰ δεύτερα πράττειν ἠξίου. ταῦτα δ᾽ ἦν
 
 
{{float right|{{r|Αιλ. Αρ. Λογ. 13. 150|size=90%}}}}'''