Λόγοι/Παναθηναϊκός: Διαφορά μεταξύ των αναθεωρήσεων

Περιεχόμενο που διαγράφηκε Περιεχόμενο που προστέθηκε
Χωρίς σύνοψη επεξεργασίας
Χωρίς σύνοψη επεξεργασίας
Γραμμή 221:
 
{{float right|{{r|Αιλ. Αρ. Λογ. 13. 148|size=90%}}}}'''
εἰ οἱ μὲν νομοθέται τούτου χάριν ἐξέτειναν τὰς συνόδους, καὶ νὴ Δία γε αὐτὸ τοὔνομα τῆς ἱερομηνίας παρέβησαν, πλείω τὸν χρόνον προσθέντες, ὅπως ἐπὶ πλεῖστον ἀλλήλοις ὁμιλοῖμεν, ἡμεῖς δ᾽ ἀντὶ τοῦ χρήσασθαι τούτῳ μεμφοίμεθα. ὥσπερ οὖν τοῖς τῶν ἄθλων γυμνασίοις οὐκ ἀχθόμεθα ἐντυγχάνοντες ἐφ᾽ ἡμέρᾳ, ἀλλ᾽ ἐν κέρδους μέρει τῆς ἀεὶ παρούσης θέας ἀπολαύομεν, οὕτω καὶ περὶ τῶν λόγων ἔχειν εἰκὸς, καὶ ταῦτά γε τῶν τῇ πανηγύρει συγκεκληρωμένων, πάντως οὐχ ἑώλοις ἀεὶ τοῖς ὑπολειφθεῖσιν ἐντεύξεσθε, οὐδ᾽ ἀτιμοτέροις ἐκείνων συνεῖναι.
 
ἀλλ᾽ ἵνα μὴ πλείω τῶν ἀναγκαίων παραιτούμενος αὐτῷ τούτῳ μηκύνω, πρὸς τοὺς ἐφεξῆς τῶν λόγων καὶ συνεχεῖς καὶ δὴ τρέψομαι. ἐπειδὴ γὰρ ἡ Ἑλλὰς ἑαυτῆς ἐγένετο καὶ πάντα ἐξεκεχωρήκει, νῆες, ἵπποι, τὸ πεζὸν, ὕπαρχοι, βασιλεὺς, πρῶτον μὲν πανηγύρεις καὶ πρόσοδοι τοῖς θεοῖς ἦσαν οἵας οὔτε πρότερον οὔθ᾽ ὕστερον οὐδεὶς μέμνηται γεγονυίας ἐν ἐλευθέρᾳ τῇ Ἑλλάδι. οὐ γὰρ νόμος ἦν ὁ συνάγων οὐδὲ χρόνου τακτὴ περίοδος, ἀλλ᾽ ἐκ τῶν πραγμάτων ἦν καὶ κατ᾽ ἄνδρα καὶ πόλεις εὐθυμεῖσθαι καὶ στεφανηφορεῖν καὶ τοὺς θεοὺς μαρτύρεσθαι τῆς παρούσης εὐδαιμονίας. καὶ τοῦτο μὲν βωμὸς ἐλευθερίου Διὸς, αὐτῷ τε τῷ θεῷ χαριστήριον καὶ τοῖς κατορθώσασι μνημεῖον ἐπ᾽ αὐτοῦ τοῦ τόπου τῶν ἔργων ἐστάθη, κοινὴν ἔχον παράκλησιν τοῖς Ἕλλησιν εἴς τε ὁμόνοιαν καὶ τὸ τῶν βαρβάρων καταφρονεῖν: τοῦτο δὲ τὸ κοινὸν τῶν Ἑλλήνων ἱερὸν τὸ ἐν Δελφοῖς ἐξεκοσμήθη σὺν καλοῖς καὶ πρέπουσι τοῖς ἐπιγράμμασιν, αἵ τε πόλεις οὐ τὸν ἐξ ἀρετῆς μόνον, ἀλλὰ καὶ τὸν ἐκ τῆς κατασκευῆς κόσμον προσέλαβον, καὶ ὁ τῶν βαρβάρων πλοῦτος εἰς τοὺς κρείττους ἐμερίσθη. καὶ μέντοι κἀν τούτοις αὖ πάλιν ἡ πόλις τοσοῦτον ὅσονπερ ἐν αὐταῖς ταῖς πράξεσι διενεγκοῦσα φανήσεται: τοῦτο μὲν
 
{{float right|{{r|Αιλ. Αρ. Λογ. 13. 149|size=90%}}}}'''