Λόγοι/Επί Αλεξάνδρω επιτάφιος: Διαφορά μεταξύ των αναθεωρήσεων

Περιεχόμενο που διαγράφηκε Περιεχόμενο που προστέθηκε
Χωρίς σύνοψη επεξεργασίας
Τέλος
Γραμμή 46:
 
{{float right|{{r|Αιλ. Αρ. Λογ. 12. 89|size=90%}}}}'''
τῶν ἄλλων. πολὺ γὰρ μᾶλλον ἔτι ζῶντος εἰκὸς ἀγωνιᾶσαι μή ποτε ἀπαλλαγείη καὶ προσορᾶν, ἕως ἐνῆν, ὥσπερ ἄλλο τι ἀγαπητὸν ἢ τελευτήσαντος τὴν ἡλικίαν ὑπολογίζεσθαι. ἀλλὰ ταῦτα μὲν οὐ δέος μή τις ὑμῶν ἐπιτιμήσῃ, οὓς ἅπαν ἀκούω καὶ ποιεῖν καὶ λέγειν. ἐπιστρέψω δὲ πρὸς ὑμᾶς αὖθις τῷ λόγῳ, βραχέα δ᾽ ἔσται τὰ λοιπά. φημὶ γὰρ ὑμᾶς τοῖς τε ἄλλοις ἅπασι δικαίως ἐκεῖνον τιμᾶν καὶ τῶν οἰκείων αὐτοῦ μεμνημένους ὀρθότατα ποιεῖν καὶ προσήκοντα τῇ πάσῃ γνώμῃ, γυναῖκα μὲν τὴν ἐκείνου καθάπερ τινὰ ἱερὰν νομίζοντας καὶ ἀγαθοῦ τινος δαίμονος λῆξιν, εἰ θέμις εἰπεῖν, συγγενεῖς δὲ τοὺς ἐκείνου κάλλιστα ὑπομνήματα ἐκείνου νομίζοντας, παῖδας δὲ τοὺς μὲν πρεσβυτέρους δι᾽ αἰδοῦς ἁπάσης ἄγοντας, τὸν δὲ νεώτατον ἐκτρέφοντας τέως προθυμότατα καὶ ἐπιτροπεύοντας δημοσίᾳ.
{{float right|{{r|Αιλ. Αρ. Λογ. 12. 90|size=90%}}}}'''
 
συμβέβηκε δὲ αὐτῷ πάθος οὐ φαυλότατον· πλείστους γὰρ Ἑλλήνων παιδεύσας ὁ πατὴρ αὐτοῦ καὶ παῖδάς τε ὧν ἐπαίδευσε παιδεῦσαι ἐφικόμενος τὸν υἱὸν οὐκ ἐξίκετο τὸν αὑτοῦ, ἀλλ᾽ ἑτέρου δεῖται διδασκάλου ὁ τοῦ κοινοῦ τῶν Ἑλλήνων. ὑμεῖς δὲ καὶ ταύτην τὴν συμφορὰν καὶ πᾶσαν τὴν περὶ τὸ συμβεβηκὸς δυσχέρειαν ἀνασώσασθε, ὡς ἐν πατέρων μοίρᾳ προεστῶτες, συνελόντι δ᾽ εἰπεῖν τὴν ἑστίαν τὴν Ἀλεξάνδρου δημοσίαν ὑμῶν νομίζοντες· παρακελεύσασθαι δέ μοι ταῦτα ἀναγκαῖον, ὅπερ γε καὶ ἐν ἀρχῇ τῆς ἐπιστολῆς εἶπον, ἢ ὅ τι βούλεσθε καλεῖν τὸ βιβλίον, πολλαχῆ μοι τἀκείνου προσῆκεν· ἐπεὶ καὶ τῆς φιλίας ἣν ἐφίλουν ἐκεῖνον πρέποντας τοὺς καρποὺς ἐκομιζόμην· οὗτοι δ᾽ ἦσαν οὐχ ἧττον φιλοῦντα ἐφίλουν, ἔδειξε δὲ χωρὶς τῶν ἄλλων καὶ οἷς ὅτε ἐνόσουν ἐν Ῥώμῃ ἔπραξεν, οὐδὲν ὅ τι οὐ γιγνόμενος τῶν εἰς σωτηρίαν ἔμοιγε, καὶ τοῦ γε εἰς τὴν οἰκείαν σωθῆναι μετὰ
 
 
{{float right|{{r|Αιλ. Αρ. Λογ. 12. 90|size=90%}}}}'''
τοὺς θεοὺς αὐτὸς αἰτιώτατος κατέστη. καὶ μὴν τά γε ὕστερον τί τις ἂν λέγοι; ἠνίασε δέ με καὶ ἡ παράκλησις αὐτοῦ, μυρία γὰρ δὴ ἐπὶ μυρίοις καὶ αὐτὸς παρὼν καὶ διὰ γραμμάτων ὕστερον ᾔτει με τῶν συγγραμμάτων τῶν ἐμῶν ἀναθεῖναι μετὰ τῶν ἄλλων βιβλίων ὑμῖν, ἐπαγγελλόμενος τάξιν αὐτοῖς τὴν πρώτην. ἐγὼ δ᾽ ἔτι ἐπισκέψασθαι αὐτὰ χρῄζων οὐκ εἶχον ὑπακοῦσαι. οὕτως οὔτε ἀνέγραψεν Ἀλέξανδρος βιβλία ἡμέτερα οὔτε ἔγνω τὰ πλείω. ἀλλὰ μὴν τήν γε ψῆφον ἣν ἤνεγκεν ἀεὶ περὶ τῶν λόγων τῶν ἡμετέρων, φθόνου μὲν οὐκ οἶδα εἰ κρείττω, μείζω δὲ ὑπερβολῆς ἤνεγκεν· ἃ πάντα καὶ μεμνῆσθαί με ἐκείνου καὶ συμφορὰν οὐ φαύλην ἄγειν τὸ συμβεβηκὸς ποιεῖ, καὶ προσέτι μὴ δοκεῖν πολυπραγμονεῖν πρὸς ὑμᾶς νυνὶ διαλεγόμενον. ἐβουλόμην δ᾽ ἂν καὶ τὸ σῶμα βέλτιον ἔχειν μοι τῶν τε ἄλλων ἕνεκα καὶ ὅπως κἀμοί τι ἔχοιτε χρῆσθαι· ὡς ἐγὼ τοὺς ἐκείνῳ προσήκοντας ἴσον ἐμαυτῷ προσήκειν ὑπολαμβάνω.
 
[[Κατηγορία:Αρχαία και Κλασική γραμματεία]]