Λόγοι/Επί Αλεξάνδρω επιτάφιος: Διαφορά μεταξύ των αναθεωρήσεων

Περιεχόμενο που διαγράφηκε Περιεχόμενο που προστέθηκε
Χωρίς σύνοψη επεξεργασίας
Χωρίς σύνοψη επεξεργασίας
Γραμμή 20:
 
{{float right|{{r|Αιλ. Αρ. Λογ. 12. 83|size=90%}}}}'''
ὅμοιον τῷ πρὸς τοὺς φοιτῶντας ἀφθόνῳ καὶ ἀφειδεῖ; διὸ τῶν τε μαθημάτων εὐθέως ἐνεπίμπλη καὶ ὅσους ἑώρα βίου δεομένους συστάσεις αὐτοῖς καὶ τάξεις ἐπορίζετο: ὥστε πλείστους δὴ εἷς ἀνὴρ οὗτος παιδεύσας τε καὶ διαδοὺς φαίνεται καὶ γενόμενος ἀκριβῶς τοῖς Ἕλλησιν ἀντ᾽ οἰκιστοῦ.
 
εἰκάσαι δὲ ἔξεστι τὸ κατ᾽ αὐτὸν καὶ ταῖς μητροπόλεσιν. ἄλλους γὰρ ἄλλοθι τῆς γῆς κατῴκισεν, ἐπ᾽ ὠφελείᾳ αὐτῶν τε ἐκείνων καὶ τῶν χρωμένων. μόνος δὲ καὶ τὸν Ἡσίοδον ἤλεγξεν ἔργῳ ψευδόμενον ποιήσαντα ὅτι καὶ ἀοιδὸς ἀοιδῷ φθονέει. ἦν γὰρ τῶν ὁμοτέχνων οἷον πατὴρ κοινὸς, καὶ πάντες ἐπ᾽ ἐκείνῳ πλείους ἐλπίδας εἶχον ἢ ἕκαστος ἑαυτῷ. μόνος δ᾽ ἰδιώτας τε οὐκ ἤλεγχε καὶ παρὰ τοῖς δεξιοῖς εἰς τὰ πρῶτα ἐθαυμάζετο. καὶ μόνος πλήθει τε καὶ ἀκριβείᾳ μαρτύρων ἐνίκα. ἦν δὲ καὶ τοῖς περὶ τοὺς λόγους φιλοτιμία ἐκείνῳ συγγεγονέναι καὶ τοῖς ἄλλως ἐνδόξοις τε καὶ λαμπροῖς ἀντ᾽ ἄλλου τινὸς τῶν εἰς τὸ ὑπερέχειν τὸ ἐκείνῳ χρωμένους φαίνεσθαι. ὥστ᾽ ἦν ἅπασιν ἀσπαστὸς, καὶ ὁπότε μὴ δημοσιεύοι, ἢ παρὰ τοῖς δυνάσταις ἂν ἦν, ἢ ἐν αὐτῷ τῷ βασιλέως οἴκῳ. καὶ μὴν καὶ τὰς μετὰ τῶν βασιλέων διατριβὰς ὥσπερ ὁδῷ τινι χρησάμενος οὕτως ἐποιήσατο, διὰ παντὸς γὰρ τοῦ Ἑλληνικοῦ πρωτεύσας καὶ πεῖραν ἑαυτοῦ παρασχὼν μυρίαν, οὕτως καὶ εἰς βασιλέως αὐλάς τε καὶ ἀκοὰς ἀφίκετο. ἐκ δὲ τούτου ἕτερος παρ᾽ ἑτέρου παραλαμβάνων αὐτὸν εἶχεν ἀντ᾽ ἄλλου κόσμου τῶν βασιλικῶν. γενόμενος τοίνυν ἐπ᾽ ἐξουσίας καὶ δυνάμεως τοσαύτης ὥστε καὶ τροφέως χώραν, οὐχὶ διδασκάλου μόνον τῶν παίδων ἔχειν, τὴν μὲν ἄλλην σωφροσύνην καὶ κοσμιότητα ὅσην παρέσχετο οὐ φαῦλον ἔργον διηγήσασθαι. ἔπραττε δὲ ταυτὸν ὅπερ καὶ περὶ τὰς ἀρχαίας διατριβάς. ἔν τε γὰρ ταῖς διατριβαῖς δυσχεροῦς μὲν οὐδενὸς οὐδενὶ πώποτε τῶν πάντων αἴτιος γενέσθαι λέγεται, ἀγαθοῦ δὲ ἀεί τινος καὶ μαθηταῖς αὐτοῖς καὶ παιδαγωγοῖς αὐτῶν. καὶ γὰρ ἐλευθέρους ἀφεθῆναι καὶ
 
{{float right|{{r|Αιλ. Αρ. Λογ. 12. 84|size=90%}}}}'''
ἑτέρων τιμῶν τυχεῖν. πλείστοις δὴ πάντων αἴτιος Ἀλέξανδρος ἐγένετο, μάλιστα μὲν οἶμαι τοιούτους παρέχων ἑκάστοις τοὺς παῖδας ὥστε καὶ τοὺς ἀκολουθοῦντας καὶ μετέχοντας τῆς εἰσόδου τῆς παρ᾽ ἐκεῖνον εὐδοκιμεῖν παρὰ τοῖς ἐπιστήσασιν, ἔπειτα καὶ αὐτὸς ἐκ τοῦ φανεροῦ τὰς τοιαύτας χάριτας ἀντὶ τῶν συνήθων τοῖς ἄλλοις αἰτούμενος.
 
παραπλήσια δὲ καὶ ἐν τοῖς βασιλικοῖς πράγμασιν. ἐλύπησε μὲν γὰρ οὐδένα πώποτε, ἀγαθὸν δέ τι καὶ συγγενεῖς καὶ φίλους καὶ πατρίδα καὶ πόλεις ἐργαζόμενος διεβίω. μυρία δὲ εὐεργετήσας μυρίους οὐδένα πώποτε τῆς εὐεργεσίας μισθὸν ᾔτησε, τῆς μέντοι τέχνης οὐκ ᾐσχύνετο λαμβάνων. ἐδόκει γὰρ αὐτῷ λυσιτελεῖν τοῖς νέοις μαθημάτων ἕνεκα τολμᾶν προΐεσθαι, καὶ ταῦτα ὅστις δυνατός: ἐπεὶ τούς γε ἀδυνάτους οὐκ ἠνώχλει, ἀλλὰ καὶ παρ᾽ αὑτοῦ προστιθέντα αὐτὸν ἴσμεν. οὐ τοίνυν ἀπὸ μὲν τῆς τέχνης καὶ τῶν συνουσιῶν τοσαῦτα ὠφέλει, τὰ δ᾽ εἰς πράξεις τε καὶ πολιτείαν ἑτέρων ἡττήθη. εἰδείητε δ᾽ ἂν ὑμεῖς μάλιστα κἀγὼ παρ᾽ ὑμῶν τινῶν ταῦτα πυνθάνομαι, ὡς ὑμῖν μικροῦ πᾶσαν τὴν πόλιν ἐκ καινῆς ἀνώρθωσεν. οὕτως οὐ μόνον λόγος ἦν τις τὸ ἐκείνου πρᾶγμα· ὃ δὲ τῶν οἰκοδομημάτων πλείονος ἄξιον, ἡ σωφροσύνη καὶ τὸ δίκαιον, ἡγούμενον πάντων ὧν ἐκεῖνος καὶ λέγειν καὶ πράττειν ἠξίου, καὶ τὸ μηδαμοῦ τὴν χρείαν ἐκβαίνειν, ἀλλ᾽ εἶναι νοῦν ἐχούσας τὰς φιλοτιμίας ἃς ὑμῖν προὐξένει. οὐ μὴν οὐδ᾽ ἐπὶ τούτῳ προῖκα χρηστὸς ἦν, ἀλλ᾽ οἱ μέγιστοι τῶν κόσμων ὑμῖν τῆς ἐκείνου μεγαλοψυχίας σημεῖον εἰσίν. ἡγοῦμαι δ᾽ εἰ καὶ μηδὲν πώποτε ἀνάλωσεν εἰς ὑμᾶς, ἔκ γε τῶν ἄλλων ὧν ἔλεγε καὶ ἔπραττεν ὑπὲρ ὑμῶν εἰκότως ἂν αὐτὸν εὐεργέτην νομίζεσθαι. εἰ δ᾽ αὖ μηδὲν μὲν ἄλλο μήτ᾽ εἶπε μήτ᾽ ἔπραξε, τοσαῦτα δὲ οἴκοθεν εἰσήνεγκεν, εἰκότως ἂν αὐτὸν ἐν πρώτοις εὐδοξεῖν. καὶ μὴν εἰ μήτε ἀπὸ χρημάτων μήτε ἀπὸ τῶν ἄλλων χρήσιμος ὑμῖν ἐγένετο δημοσίᾳ, τό γ᾽ ἐν τούτῳ καταστῆναι τάξεως αὐτὸν ἐν
 
{{float right|{{r|Αιλ. Αρ. Λογ. 12. 85|size=90%}}}}'''
{{float right|{{r|Αιλ. Αρ. Λογ. 12. 86|size=90%}}}}'''