Λόγοι/Επί Αλεξάνδρω επιτάφιος: Διαφορά μεταξύ των αναθεωρήσεων

Περιεχόμενο που διαγράφηκε Περιεχόμενο που προστέθηκε
Χωρίς σύνοψη επεξεργασίας
Χωρίς σύνοψη επεξεργασίας
Γραμμή 17:
 
{{float right|{{r|Αιλ. Αρ. Λογ. 12. 82|size=90%}}}}'''
οὐδεὶς ἦν ἐκείνων μείζων αὐτοῦ. καὶ μὴν οἱ μὲν ἄλλοι τῶν μεγάλων ὀρεγόμενοι τὰ μικρὰ παριᾶσιν, ὁ δὲ ἀρξάμενος ἐκ τῶν βραχυτάτων ἄχρι τῶν τελεωτάτων διεξῆλθεν, ὥσπερ φασὶ καὶ μυεῖσθαι θεμιτὸν εἶναι τὰ μικρὰ πρῶτον. ἕτεροι δὲ τὰ μὲν ἴχνη καὶ τὰς ἀρχὰς μέχρι πολλοῦ διηρευνήσαντο, μᾶλλον δὲ καὶ κατέτριψαν ἐν τούτοις τὸν ἑαυτῶν βίον, ὧν δὲ ἕνεκα ταῦτα ἐξευρεῖν ἄξιον οἱ μὲν ὅλως οὐκ εἶδον, οἱ δ᾽ οὐκ ἐφίκοντο, ὡς ἔοικεν. ὁ δ᾽ ὥσπερ ὁδόν τινα ἐξ ἀρχῆς εἰς τέλος ἠρευνήσατο, οὐδὲν οὐδαμοῦ παριεὶς τῶν σχολῆς καὶ ὁποσηστινοσοῦν ἀξίων. καὶ γάρ τοι κατέστη τοῖς Ἕλλησιν ἀντὶ ταμιείου κοινοῦ: ἦν γὰρ ὅτου τις δέοιτο τῶν εἰς παιδείαν παρ᾽ ἐκείνου λαμβάνειν, ὥσπερ ἐκ πηγῶν ἀρυόμενον. τὸ δὲ δὴ μέγιστον τῶν ἐκείνου καὶ μάλιστα ἄξιον ἐπισημήνασθαι, ὃ καὶ πρὸς αὐτὸν ἔγωγέ ποτε εἶπον διαλεγόμενος: πάντα γὰρ ὥσπερ λέγω διεξελθὼν τὰ μαθήματα καὶ οὐδὲν ἔσθ᾽ ὅ τι οὐκ ἀκριβέστερον τῶν ἐφ᾽ ἑκάστῳ καθημένων, οὔτε τὸ σοβαρώτατον αὑτῷ τῶν ὀνομάτων ἐπεγράψατο, ἀλλ᾽ ἔμεινεν ἐπὶ τοῦ ἀρχαίου, καὶ τοὺς ἄλλους οὐκ ἀπεστέρει τῶν διατριβῶν, ἀλλὰ συμπράττων ἑκάστοις ἦν φανερὸς καὶ συναύξων κατὰ δύναμιν ἀεί. καὶ γὰρ οὖν οἱ μὲν ἄλλοι μείζους διὰ τὰς τέχνας γίγνονται, ὁ δὲ καὶ τὴν τέχνην αὐτὴν μείζω τῷ παρ᾽ ἑαυτοῦ μέρει κατέστησε· πολλαχόθεν γὰρ αὐτὴν ἦρεν, ὥστ᾽ ἀπ᾽ ἐκείνου τὸ σχῆμα ἔχειν. τοῖς μὲν γὰρ ἄλλοις ἐξαρκεῖ τῶν καθ᾽ αὑτοὺς ὑπερσχεῖν, ὁ δὲ συμπάσης ἁπλῶς τῆς τέχνης πρωτεύσας φαίνεται. τῶν γὰρ ἄλλων τῶν ἐνταῦθα παιδείας ταχθέντων τῶν μὲν κρίσεως εὖ σχεῖν δοξάντων, φωνὴν δὲ οὐδένων γενομένων, τῶν δ᾽ εἰπεῖν μὲν ἐξικνουμένων, τῇ δ᾽ ἐπιστήμῃ οὐ πολλὰ ὡμιληκότων, τῶν δ᾽ αὖ πολυμάθειαν ἀσκησάντων, ὑπὸ δ᾽ αὐτῆς ταύτης εἰς τὰ κρείττω τυφλωθέντων καὶ μεθέντων τὸ βέλτιστον, πάντα δὴ συλλαβὼν εἷς ἀνὴρ εἶχε. καὶ μὴν τό γε φωνῆς οὕτως ἔχοντα μὴ εἰς συγγραφάς τε καὶ τοιοῦτον σχῆμα ἀναχωρῆσαι, ἀλλ᾽ ἑλέσθαι τὴν τοῖς παλαιοῖς Ἕλλησι διακονίαν, πῶς οὐχ
 
{{float right|{{r|Αιλ. Αρ. Λογ. 12. 83|size=90%}}}}'''