Λόγοι/Απελλά γενεθλιακός: Διαφορά μεταξύ των αναθεωρήσεων

Περιεχόμενο που διαγράφηκε Περιεχόμενο που προστέθηκε
Χωρίς σύνοψη επεξεργασίας
Χωρίς σύνοψη επεξεργασίας
Γραμμή 10:
}}
{{float right|{{r|Αιλ. Αρ. Λογ. 10. 68|size=90%}}}}'''
ὅσα μὲν δὴ θεοῖς γενεθλίοις τε καὶ πατρῴοις καὶ πρό γε τούτων καὶ μετὰ τούτους τῷ σωτῆρι καὶ τοῦ βίου καθηγεμόνι καὶ πᾶν ὅ τι ἂν εἴποι τις εἰκότα ἦν ἀφ᾽ ἑστίας ἀρξάμενα κατηῦκται πρεπόντως: οἷς δ᾽ ἄν τις ἀγήλαι τήνδε τὴν ἡμέραν πρεσβεύων γε δὴ τὸν νόμον, ὃς ἐπὶ τούτοις νενίκηκεν, ἐκπληροῦται τὰ νῦν εἰς δύναμιν, πάντων πᾶσαν προθυμίαν εἰσφερομένων. ὥστ᾽ οὐ μικρῷ τῷ παρεῖναι τεκμήρασθαι πρὸς εὐθυμίας ὁπόσον οὐκ ἰδίᾳ μόνον, ἀλλὰ καὶ δημοσίᾳ τὸ σχῆμα τῆς πόλεως ἐπιδέδωκεν, ὥσπερ αἴσθησιν ἀθρόαν νῦν γε δὴ μάλιστα λαβούσης, ὅσῳ παραλλάττει τὰς λοιπὰς εὐδαιμονίᾳ, καθάπερ πᾶσιν οἷς ἐκρίθη πρωτεύειν δικαίοις καὶ τὴν τοῦδε γένεσιν ἔχουσα προσθεῖναι. μάλιστα μὲν γὰρ κἀκείνων ἑκάστη, λέγω δ᾽ ὧν τις καὶ λόγος ἐστὶ καὶ μέγα τοὔνομα, οὐκ ἀπέχονται μὴ οὐ πολίτην τιθέναι καὶ τῷ προσρήματι τούτῳ καλεῖν, ὅπου γε καὶ προστάτην ἀτεχνῶς ὥσπερ τινὲς μητέρες ἀντιποιούμεναι παιδὸς, οἷον δὴ πάρεστιν ὁρᾶν τοῦτον, τὸ μὲν εἶναι μητρὶ διδοῦσαι τῇ φύσει λαχούσῃ, τὸ κεκλῆσθαι δὲ αὐτὰς οὐκ ἀφαιρούμεναι. ὅσῳ δ᾽ ἐκείνας ἥδ᾽ ἡ πόλις θεᾶται τῇ γνώμῃ τὴν φύσιν παρελθεῖν βιαζομένας, διπλασιάζει τὸ φίλτρον. ὥστ᾽ ἀγαθὴν μὲν τὴν ἔριν ταύτην μόνην μάλιστα καθ᾽ Ἡσίοδον προσειπεῖν ἐξεῖναι, νικᾶν δὲ ἀναμφισβητήτως ταύτην, ἐφ᾽ ἧς αἵ τε θυσίαι γίγνονται νῦν καὶ οἱ λόγοι. ἐπεὶ καὶ τοὺς λόγους ἥδε σοι δίδωσιν, ὦ φίλτατε παίδων, οὐ τουτουσὶ μόνον, ἀλλὰ καὶ τοὺς ἐπὶ τῆς ἡμέρας ἑκάστης. ἐμὲ μέν γε σώσας θεὸς ἐκ τῶν ἐσχάτων τῇ πόλει δέδωκε· σὺ δ᾽ ὅτου τυγχάνεις ἐξ ἐμοῦ, παρὰ τῆς λαβούσης διδούσης ἔχεις· ὥσθ᾽ ὁμοῦ σοι καὶ μητέρα τὴν πόλιν ἐξεῖναι καλεῖν καὶ φάσκειν ἐπὶ τῆς
 
{{float right|{{r|Αιλ. Αρ. Λογ. 10. 69|size=90%}}}}'''
αὐτῆς γνησίως τετράφθαι. τοῦτο δ᾽ οὐ μικρόν ἐστιν εἰς τὸν τοῦ καλοῦ λόγον οἶμαι σοί τε καὶ ταύτῃ: σοὶ μέν γε, εἰ μὴ τὴν πατρίδα ἀτιμάσας ὡς οὐκ ἂν γενναίᾳ ψυχῇ πρὸς ἄσκησιν ἀρετῆς καὶ παιδείαν ἀρκέσουσαν ξένην εἵλου θεραπεύειν ἑστίαν, τῇ δ᾽ ὑπάρχει φιλοτιμεῖσθαι δήπουθεν οὐδενὸς ἧττον, ὅτι σὲ μὴ μόνον ἐνεγκεῖν ηὐτύχησεν, ἀλλὰ καὶ προϊόντα ἤδη τὴν ἡλικίαν παρ᾽ αὑτῇ κατέσχεν, ἔτι καὶ τῇ περὶ λόγους καὶ σοφίαν σπουδῇ μετὰ τῶν ἄλλων ὧν ἔχει καλῶν σὺν ἐκείναις ἢ πρό γ᾽ ἐκείνων νικᾶν κριθεῖσα. ταῦτά τοι καὶ τῶν ἄθλων τῶν ἐπὶ τούτοις τῶν μὲν ἐγγύς ἐστι τοῦ τυχεῖν ἐλπίσι χρησταῖς, τὰ δ᾽ ἤδη κεκάρπωται παρὰ τοῦ σοῦ γένους· ἐπεὶ καὶ τοῦτ᾽ οὐ μικρόν ἐστιν, οἶμαι, πρὸς ἀλλήλους ὑμῖν, τὸ μὴ σὲ φῦναι μόνον αὐτὸν ἐπὶ ταυτησὶ τῆς πόλεως λέγω, προγόνους δ᾽ ἀλλαχόθεν ἀριθμεῖν ἔχειν, ἀλλ᾽ ἄνωθεν ἀρξαμένην διαδοχὴν, ὅθεν οὐδ᾽ εὑρεῖν ἦν ἂν διὰ χρόνου μῆκος, εἰ μὴ προέκειτο ἡ λαμπρότης, μέχρι σοῦ προχωρῆσαι, διὰ σοῦ πλήρη τὸν αἰῶνα τὸν ἑξῆς ἀναμένουσαν. ἀπὸ γάρ τοι Κοδράτου, δῆλον δ᾽ ἐστὶν, οἶμαι, καὶ φθεγξαμένου πᾶσιν ὁμοίως τοὔνομα, ἔξεστιν ἀριθμῷ κατιόντι τὸ γένος εἰς τοῦτον ὁρᾶν ἅπαν καθαρόν τε καὶ γνήσιον τῆσδε τῆς γῆς βλάστημα, ποιητὴς ἂν εἴποι, καὶ μάλ᾽ ἐπανθοῦν ἑαυτῷ καὶ μᾶλλον ἀνθῆσον, ὥσπερ ἀρχόμενον ἀεὶ καὶ μηδέποτε λῆγον, ἔστ᾽ ἂν ἡ τρέφουσα γῆ τουτονὶ τὸν καρπὸν ἀθάνατος μένῃ. κἄμοιγε κἀκεῖνο ἔπεισι θεωρεῖν πλεονέκτημα τοῦ γένους, ἀρτίως γάρ με εἰσῆλθε, τὸ μὲν γὰρ γνησίους πολίτας τοὺς ἀρχηγέτας ἔχειν εἰπεῖν κοινόν ἐστ᾽ ἴσως καὶ πρὸς ἑτέρους ἀγαθὸν, τὸ δ᾽ ἀπὸ τοῦ Κοδράτου γεγονέναι χωρὶς τῶν ἄλλων τῶν ἐκείνῳ προσόντων ἀναστρέφει πρὸς τοὺς λοιποὺς τὸ πλεονέκτημα. τοῖς μέν γε αὐτὸ τοῦτο ὑπάρχει φιλοτιμεῖσθαι τὸ πολίτας εἶναι, καὶ τοῦτ᾽ ἐστὶν αὐτοῖς τὸ μέγιστον, ὥσπερ οὖν ἔστιν. ὁ δ᾽ ὑπὸ τοῦ θεοῦ κληθεὶς ὡς ἀναληψόμενος τὴν πόλιν ὑπὸ
 
{{float right|{{r|Αιλ. Αρ. Λογ. 10. 70|size=90%}}}}'''
χρόνου κεκμηκυῖαν αὐτὸ τοῦτο ὅπερ ἐστὶν ἐποίησεν, ὥστ᾽ εἶναι λοιπὸν τὰ μὲν ἄλλα γένη τῆς πόλεως φάσκειν, τοῦδε δὲ τοῦ γένους τὴν πόλιν, καίτοι τοῦτό γε οὐκ ἐμὸς ὁ λόγος, ἀλλ᾽ ἡ πόλις αὐτὴ συνομολογεῖ καὶ κέκραγεν ἐν τοῖς βουλευτηρίοις, ἐν τοῖς θεάτροις, ἐν ταῖς ἐκκλησίαις, ἐν ᾧ μέρει καὶ φήσαις, ἐπεὶ καὶ πᾶν ὑπ᾽ ἐκείνου κεκόσμηται.
 
τούτων δὲ οὕτως ἐχόντων, ὅσα μὲν ἔκγονοί τε καὶ παῖδες ἐκείνου καὶ παίδων παῖδες, τοῦτο δὴ τὸ ποιητικὸν, τὴν Ῥωμαίων ἑλόμενοι πολιτείαν λαμπροὶ λαμπρῶς διῆλθον ὀρθῶς ἄν μοι δοκῶ ποιῆσαι παραλιπών. μικρῶν μέν γε ὄντων ἐμέμνητ᾽ ἄν τις ἀεὶ τὸ προστυχὸν τῷ λόγῳ σεμνύνων, μεγάλων δ᾽ ὄντων, οὐ μὲν οὖν ἐχόντων ὑπερβολὴν ὥστ᾽ ἔργον εἶναι μέρους μνησθέντα διελθεῖν ἀξίως μὴ σύν τινι λαμπρᾷ τύχῃ τοῦ λόγου, τί ἄν τις τά γ᾽ ἐν χερσὶν ἐγκαταλιπὼν, ἃ μηδ᾽ αὐτὰ μικρὰ, εἰ μὴ καὶ μείζω τῶν ἀρχαίων ἐκείνων ὄντα, εὐχῆς προσδεῖται, περὶ τοῦ παντὸς ἔτι πρὸς τοῖς προκειμένοις ἀποκινδυνεύοι; κράτιστον δ᾽ ἂν εἴη τοὺς διὰ μέσου προγόνους τοῦ πάντ᾽ ἀρίστου παιδὸς ἀφέντα τῶν γ᾽ ἐν ὀφθαλμοῖς τρόπον τινὰ ὄντων μνησθῆναι βραχέα, καὶ τούτων ὅσα γε πρὸς τὸν παρόντα τείνει λόγον. ὑποβάλλει δ᾽ αὐτὸ τοὔνομα τοῦ παιδὸς, ὥστ᾽ οἴκοθεν οἴκαδε γένους τε ὁμοίως καὶ λόγου τὴν ἀρχὴν δίδωσι. γενναῖος μὲν δὴ καὶ καλὸς κἀγαθὸς καὶ πᾶσαν μετελθὼν ἀρετὴν, ὅσην ἀνθρώπων ἡ φύσις ἠξίωσε τῶν ὀνομάτων τούτων, εἶτα γενόμενος πατὴρ τοῦδε τοῦ παιδὸς ὁ Φρόντων, περὶ οὗ τί ἂν λέγοιμεν, προληψομένων ἅ τις ἂν εἴποι τῶν ἀκροωμένων, ἅτ᾽ οἶμαι μὴ πάλαι μεταστάντος τἀνδρὸς εἰς τὴν καλλίω τε καὶ θεοφιλεστέραν λῆξιν, πλὴν εἴ τις Ὁμηρικῶς βραχείᾳ προσρήσει τὸ πᾶν δηλώσειεν εἰπὼν
 
<blockquote>αἵματος εἶς ἀγαθοῖο φίλον τέκος. </blockquote>
 
ἀλλ᾽ ὁ τοῦ πατρὸς αὐτῷ πατὴρ, τούτῳ δὲ ὁμώνυμος Ἀπελλᾶς ἐκεῖνος, ἀρχὴν γὰρ οἶμαι ταύτην μικρῷ πρόσθεν
 
[[Κατηγορία:Αρχαία και Κλασική γραμματεία]]