Τέχνη ρητορική: Διαφορά μεταξύ των αναθεωρήσεων

Περιεχόμενο που διαγράφηκε Περιεχόμενο που προστέθηκε
Γραμμή 405:
 
καὶ τὸ ἐν γένει δέ τι εἰπεῖν τοῦ κατ᾽ εἶδος σεμνότερον, οἷον ἐν γένει «μή τι πάθῃ»· οὐ γάρ ἐστιν ὅμοιον κατ᾽ εἶδος εἰπεῖν, μὴ περιπαρῇ, μὴ ἀποσφαγῇ. καὶ ἐν γένει συλλαβόντα τὰ πάντα ταῦτα ἑνὶ ὀνόματι εἰπεῖν «μή τι πάθῃ».
===περὶ περιβολῆς===
'''{{float right|{{r|56.2.5|size=90%}}}}'''
γίνεται δὲ καὶ ἐν ἀφελεῖ λόγῳ περιβολή, ὅταν τις πλαγιάσας νόημα ἐπεμβάλῃ ἕτερον δεύτερον μήπω τῆς διανοίας ἀπηρτισμένης μηδὲ τοῦ συμπεράσματος ἐπηγμένου, ὡς μίαν δοκεῖν ἔννοιαν, οἷον «βουλευομένων δὲ περὶ τούτων Λακεδαιμονίων Ἀγησίλαος ὑπέστη», νῦν τὸ ἀπαρτίζον, «διαβήσεσθαι» οὐκ ἔτι πλαγιάσας· μακρὸν γὰρ ἐγίνετο, οἷον διαβὰς ποιήσειν τὰ καὶ τά, ἀλλὰ διαβήσεσθαι.
 
πᾶσα δὲ περιβολὴ δύναμιν ἐργάζεται ἐν τῷ λόγῳ, δεῖ δὲ ἡμᾶς ἐπεσκέφθαι καθὸ διαλλάττει τοῦ πολιτικοῦ λόγου ἡ ἐν τῷ ἀφελεῖ λόγῳ γινομένη δύναμις. οὐκοῦν σκόπει· «τὸ γὰρ εὖ πράττειν παρὰ τὴν ἀξίαν ἀφορμὴ τοῦ κακῶς φρονεῖν τοῖς ἀνοήτοις γίγνεται». οὔ φημι τοίνυν ἐγὼ λυσιτελεῖν ἐν τῷ ἀφελεῖ τὸ ἀποφαντικὸν τοῦ σχήματος· ἀξίωμα μὲν γὰρ καὶ δύναμιν περιτίθησιν, οὐκέτι δὲ ἁπλοῦν οὐδὲ κατ᾽ ἄνθρωπόν ἐστιν, ἵνα οὕτως εἴπῃ τις τὸ πρᾶγμα, ἀλλ᾽ ἐπηρμένον τε καὶ τετυφωμένον· οὐδὲ τὸ ὑποτακτικὸν μόριον· «τὸ γὰρ εὖ». τὰ γὰρ τοιαῦτα μόρια ἀναγκάζει τὸν λόγον ἐμπεριλαμβάνοντα τὰ νοήματα στρογγύλον γίνεσθαι καὶ σκληρὸν καὶ κατεσφιγμένον, ὅθεν οὐ χρὴ τὰ μόρια προστιθέναι, ἐπειδὰν δυνάμεώς τι σημεῖον ἐξενεγκεῖν βουλώμεθα, ἀλλ᾽ ἀπὸ ῥηματικῶν ἄρξασθαι ἁπλῶς.
 
περιβολῆς δὲ καὶ τὸ τοιοῦτον καὶ ἔνδοξον ποιοῦν τὸν λόγον καὶ ἔχειν ἀξίωμα, [καὶ] ὅταν τὰ πράγματα μὴ καθ᾽ ἑαυτὰ εἰσάγῃ τις καὶ ἐπὶ τῶν ὑποκειμένων ὀνομάζῃ, οἷον Καλλίας ἀξιοθέατος ἐφαίνετο διὰ τὸ κατέχεσθαι ἔρωτι τοῦ Αὐτολύκου, ἀλλὰ καὶ ἔξωθεν προσλαμβάνηταί τινα τοῖς ἀορίστοις ὡρισμένα· «ἅπαντες μὲν οὖν οἱ ἐκ θεῶν του κατεχόμενοι ἀξιοθέατοι δοκοῦσιν εἶναι». καὶ εἰ μὲν οὖν ἐβούλου ταχέως μεταβῆναι ἐπὶ τὸ ὑποκείμενον καὶ μὴ σφόδρα τὸν λόγον ἐξᾶραι, εἶπες ἄν, μάλιστα δὲ οἱ ὑπὸ ἔρωτος κατεχόμενοι· νῦν δὲ πολλῷ πλέον ἐξήρθη διὰ τὸ προειλῆφθαι διὰ μέσου τὰς διαφοράς, πρὶν προσάγεσθαι τούτου τὸ ὑποκείμενον· «ἀλλ᾽ οἱ μὲν ἐξ ἄλλων πρὸς τὸ γοργότερον ὁρᾶσθαι καὶ φοβερώτερον φθέγγεσθαι καὶ σφοδρότεροι εἶναι φαίνονται».
 
πολλῷ δὲ συγγραφικώτερον τὸ ὀρθοῦν ἐν τοῖς σχήμασι καὶ μὴ πλαγιάζειν, τὸ δὲ πλαγιάζειν τῶν πολιτικῶν ἐστι· σεμνότητα γὰρ καὶ περιβολὴν ἔχει. εἰ μὲν οὖν ἐπλαγίαζες, οὕτως ἂν ἔλεγες· ληξάσης δὲ τῆς ἱπποδρομίας, τὸ δὲ ὀρθοῦν τοιοῦτόν ἐστιν, «ὡς δὲ ἡ ἱπποδρομία ἔληξεν»· ἀνειμένον δὲ τοῦτο καὶ ἀναπεπτωκὸς εἶναι δοκεῖ. ὁ δὲ πολιτικὸς οὐχ οὕτως ἂν ἐποίησεν, ἀλλὰ συντονώτερον, ἐπειδὴ δὲ ἡ ἱπποδρομία ἔληξεν. ὥσπερ δὲ ὁ πολιτικὸς συνειλκυσμένος ἐστὶ καὶ συνειληφὼς τὰ νοήματα, οὕτως ὁ ἀφελὴς ὕπτιος καὶ ἀποτεταμένος.
 
περιβολὴ δὲ καὶ τοῦτο, ὡς ἐν τῷ Συμποσίῳ «καὶ ὁ Σωκράτης εἶπεν, ἐν πολλοῖς μὲν καὶ ἄλλοις δῆλον, καὶ ἐν οἷς δὲ ἡ παῖς». ἐμπερίβολον εἶπεν· τί δέ ἐστι τὸ ποιῆσαν τὴν περιβολήν; τοῦ ἀορίστου ἡ πρόσληψις καὶ ἐπί τι ὡρισμένον μετάστασις, «ἐν πολλοῖς μὲν καὶ ἄλλοις, δῆλον δὲ καὶ ἐν οἷς ἡ παῖς». Σωκρατικὸς δὲ ὁ τρόπος καὶ ἀρχαῖος τὸ ἐκ παντὸς χρήσιμόν τι εἰσάγειν, ὅπου γε καὶ ἐξ ἀρχῆς ἕως εὑρέθησαν περὶ ἀρετῆς λόγοι, καὶ τὸ μέγιστον δόγμα ὅτι ἡ αὐτὴ ἀρετὴ ἀνδρῶν καὶ γυναικῶν.
 
 
 
[[Κατηγορία:Αρχαία και Κλασική γραμματεία]]