Τέχνη ρητορική: Διαφορά μεταξύ των αναθεωρήσεων

Περιεχόμενο που διαγράφηκε Περιεχόμενο που προστέθηκε
Γραμμή 359:
===περὶ ἠθῶν===
'''{{float right|{{r|56.2.3|size=90%}}}}'''
δεῖ δὲ ποικίλον εἶναι καὶ τὸν ἀφελῆ λόγον, μάλιστα ἐν τῷ τοιούτῳ εἴδει, καὶ ὅπου μὲν σεμνότητα ἐργάσασθαι, ὅπου δὲ καὶ περιβολήν, ὅπου δὲ ἀξίωμα, ὅπου δὲ καὶ ἦθος ἐνδείξασθαι καὶ χάριν, ὅπου δὲ καὶ γέλωτα, εἰ οἷόν τε, ὥσπερ ἔχει κἀνταῦθα, «φίλιππός τε ὁ γελωτοποιὸς κρούσας τὴν θύραν». τὸ μὲν γὰρ ἦθος χάριεν πάνυ, ὅπερ ἐστὶν ἀφελοῦς λόγου· τὸ γὰρ ἀφαιρεῖν τὰς ἐπιβολὰς καὶ αὐτοῖς χρῆσθαι τοῖς ὀνόμασι καὶ ἀκολουθεῖν τῶν πραγμάτων τῇ φύσει καὶ μὴ δεδιέναι τὴν σμικρότητα αὐτῶν καὶ ταπεινότητα ἁπλῆς ψυχῆς καὶ γενναίας, ὅθεν καὶ λόγων τέχναι εὑρέθησαν, ἐξ ὧν ἐδυνήθη μέγεθος προσλαβεῖν καὶ τὰ μὴ ἔχοντα ἐν αὑτοῖς φύσει μεγέθη, καὶ ποτὲ μὲν τοιαῦτα εἶναι τὰ ἐν αὐτοῖς ἐμφαινόμενα, τὰ δὲ καὶ ψεῦδός τι ἐμφαίνειν, ὥσπερ ἔχει καὶ τοῦτο, «ἀεὶ σὺ ἐπισκώπτεις ἡμᾶς, ὅτι σὺ μὲν Πρωταγόρᾳ πολὺ ἀργύριον δέδωκας ἐπὶ σοφίᾳ»· τοῦτο γὰρ βραχεῖαν μὲν ἐμφαίνει χάριτα, ἅμα δὲ καὶ κακοήθειαν ἔχει τινά.
 
καὶ τὰ μέν τινα τοιαῦτά ἐστιν ἐννοήματα, ὥστε μηδὲν αὐτοῖς προσυπακούεσθαι, τὰ δέ τινα τοιαῦτα, ὥστε ἦθος ἔχειν καὶ τὸ ἦθος οὐχ ἓν οὐδὲ ἁπλοῦν, ἀλλὰ διάφορον, τὸ μὲν χάριεν ἦθος, τὸ δέ τι ἀγαθὸν ἦθος, τὸ δὲ γλυκύτητα ἐμφαῖνον, τὸ δὲ χρηστότητα, τὸ δέ τι τοιοῦτόν ἐστιν ἦθος, ὥστε αὐτόθεν πολλὴν σεμνότητα ἐμφαίνειν, ὥσπερ ἔχει καὶ τοῦτο, «Αὐτόλυκος μὲν οὖν παρὰ τὸν πατέρα ἐκαθέζετο»· σεμνῶς μὲν οὖν πάνυ καὶ τῇ ἐννοίᾳ ποιῆσαι τὸ μειράκιον παρὰ τὸν πατέρα καθίσαι. σεμνὰ γὰρ τὰ τοιαῦτα ἐννοήματά ἐστι, μάλιστα δὲ τὸ ἦθος διεφύλαξεν αὐτῷ τὸ μὴ ἐπεξεργασίᾳ χρήσασθαι τῇ παρ᾽ αὐτοῦ, οἷον εἰ ἔλεγεν, Αὐτόλυκος μὲν οὖν παρὰ τὸν πατέρα ἐκαθέζετο, ὥσπερ ἐχρῆν υἱὸν ὄντα μετὰ πατρός, τὸ δὲ τοιοῦτον πολιτικόν. ἀφῆκεν οὖν ἐμφαίνεσθαι τὸ ἦθος καὶ τὴν σεμνότητα.
 
τὰ μὲν γάρ τινα, ὡς ἔφην, ὑποκαθήμενον καὶ ὑπονοούμενον ἔχει τὸ ἦθος, ὁποῖόν ἐστι τὸ προειρημένον «ἀεὶ σὺ ἐπισκώπτεις ἡμᾶς», τὰ δέ τινα ἁπλᾶ ἐστι καὶ οὐδεμίαν κακοήθειαν ἐμφαίνει, ὡς ἔχει καὶ τοῦτο, «οἱ μέν τινες χρισάμενοι, οἱ δὲ καὶ λουσάμενοι»· τοῦτο γὰρ οὐδὲν πλέον ἐμφαίνει ἢ τὸ γενόμενον. ὅπου δ᾽ ἂν αἱ ὑπόνοιαι πονηραὶ ὦσι καὶ λυπῶσι τὸν λόγον, δεῖ τὸ παρὰ σοῦ εἰσαγόμενον ἐπανορθοῦσθαι τὸ ἄτοπον οὐχ ἁπλῶς, ἀλλὰ ταῖς παρὰ σοῦ προσθήκαις, οἷον «εὐθὺς μὲν οὖν ἐννοήσας τις τὰ γινόμενα ἡγήσατ᾽ ἂν φύσει βασιλικόν τι τὸ κάλλος εἶναι», καὶ ἡ παρ᾽ αὐτοῦ προσθήκη, «ἄλλως τε ἢν καὶ μετ᾽ αἰδοῦς καὶ σωφροσύνης, καθάπερ Αὐτόλυκος, κέκτηταί τις αὐτό»· περὶ κάλλους γὰρ ὄντος τοῦ λόγου οὐκ ἄν τις ἀπόσχοιτο τὸ μὴ οὐ πρὸς κακοήθειαν τὰ τοιαῦτα προσδέχεσθαι.
 
πρῶτον οὖν τὸ ἦθος εἶναι δεῖ τοῦ ἀφελοῦς λόγου χρηστότητα ἐμφαῖνον· ἡ γὰρ χρηστότης γνώμης ἐστὶν ἀρετὴ καὶ ἀπὸ τῆς διανοίας καὶ γνώμης προαίρεσις καὶ τρόπων ἐπιείκεια. οὐ δεῖ δὲ οὐδὲν σημαίνεσθαι τὸ ἦθος αὐτὸ καθ᾽ αὑτό, ἀλλ᾽ ἐν τοῖς ἀκούουσι [p. 524]καταλείπεσθαι, ἵνα ἀνεπιβούλευτον εἶναι δοκῇ· διὰ τοῦτο οὐδ᾽ ἐπισημαίνεσθαι χρὴ οὔτε τὰ δεινὰ ὡς δεινὰ οὔτε τὰ φοβερὰ ὡς φοβερά, ἀλλὰ ἐξαρκεῖ μοι μόνον εἰπεῖν, «Τισσαφέρνης δὲ διαβάλλει τὸν Κῦρον πρὸς τὸν ἀδελφόν»· ἐξήρκεσε γὰρ αὐτῷ ἐκ τοῦ γένους ἐνδείξασθαι ὁποῖόν ἐστι διαβάλλειν ἀδελφὸν πρὸς ἀδελφόν· τὴν μέντοι ποιότητα καὶ τὴν διάθεσιν ἥτις αὐτοῦ καταλείπει σκοπεῖν· εἰ δὲ ἀγωνιστικῶς προῆγες αὐτό, τοῦτο ἂν εἶπες, οἷον πρᾶγμα δεινότατον πάντων καὶ ὠμότατον ἐνεβάλετο εἰς τὴν ψυχὴν Τισσαφέρνης· ἐὰν δὲ ἐξᾶραι θέλῃς καὶ θεῖναι καὶ αὐτὰ τὰ νοήματα, δι᾽ ἃ οὐκ ἔδει γενέσθαι τὴν διαβολήν, ἐποίσεις· οὔτε τοὺς θεοὺς αἰδεσθεὶς οὔτε τὴν δίκην οὔτε τὸ πρᾶγμα ὡς δεινότατον. ἃ γὰρ ἄν τις ἤθους ἔχεσθαι νομίσῃ παρὰ τοῖς τοὺς πολιτικοὺς λόγους μεταχειριζομένοις, ταῦτα καὶ ἐπὶ τούτοις ἦθος ἐμφαίνειν δύναιτ᾽ ἄν, ἔλαττον μέντοι· ἄλλον μὲν γὰρ παρ᾽ ἐκείνοις τρόπον ἐστὶ καὶ ἄλλο τι δηλοῖ, ἄλλον δὲ παρὰ τούτοις· ἐκεῖ μὲν γὰρ ὑπαινιττόμενόν τι ἢ ἕτερόν τι ὑποδεικνύντα, ἢ καὶ αὐτὸ τὸ ἐναντίον οὗ λέγεις ἔστιν ἐνδείξασθαι, ἐνταῦθα δὲ οὔ, ὡς ἂν ἀφελείας δεῖγμα καὶ ἁπλότης διανοίας. παραδείγματος δὲ ἕνεκα κείσθω παρ᾽ ἀμφοῖν· ὁ μὲν Δημοσθένης ἦθος ἐμφῆναι βουλόμενος τί φησι; «πάνυ τοίνυν προσῆκον ἂν εἴη τοιοῦτον περὶ πλείστου ποιεῖσθαι ὑμᾶς, καὶ ἄνδρα εὐεργέτην δικαίως ὀνομάζειν». Ξενοφῶντος δὲ ἦθος «καὶ ἡ χεὶρ αὐτῷ ἐπηκολούθησεν», ὥστε σαφῶς τὴν τάξιν ἐξετάζοντες ἐφ᾽ ἑκατέρᾳ αὐτῶν εὕροιμεν ἂν τὸ ἦθος.
 
τὰ δὲ ἤθη ὁ Ξενοφῶν ἐργάζεται πρῶτον μὲν πρὸς τὰ ἰδιώματα ἀφορῶν τῶν προσώπων περὶ ὧν ἂν ποιούμενος τοὺς λόγους τυγχάνῃ, ἔπειτα τοὺς καιροὺς ὁρῶν καὶ πρὸς τούτοις τὰς περιστάσεις καὶ τὰ συμβεβηκότα καὶ τὰ παρόντα αὐτοῖς καὶ τὰ παρακολουθοῦντα, ἐξ ὧν συλλογιζόμενος ἤθη εὑρίσκει ἐργάζεσθαι ἐν τοῖς λόγοις καὶ νὴ Δία γε καὶ πάθη. ἵνα δὲ ἀπ᾽ αὐτῶν τῶν βιβλίων ἄρξηταί τις, ἐν τῷ Συμποσίῳ πᾶσα μὲν ἀρετή ἐστι, ὁ δὲ λόγος καὶ ἡ ἁπλότης τῆς διανοίας ἐστὶ τῶν λεγομένων, ὃ οὕτω τις ἂν ἦθος εἴποι· καὶ σχεδὸν ὁ λόγος ἅπας οὕτω προῆκται. πόθεν οὖν τοῦτο ὑπῆρξεν αὐτῷ; τῷ ἰδεῖν τὸν καιρὸν καὶ τὸ πρᾶγμα ὁποῖον καὶ τὰ παρακολουθοῦντα φύσει, οἷον ὁποῖον μέν τι τὸ συμπόσιόν ἐστι καὶ τίνα ἐν συμποσίῳ λέγεσθαί τε καὶ γίνεσθαι συμβαίνει. πρὸς ἃ προορῶν ἀπειργάσατο τὸν λόγον, οἷον εὐθὺς ἐν ἀρχῇ τοῦ λόγου, «ἀλλ᾽ ἔμοιγε δοκεῖ τῶν καλῶν κἀγαθῶν ἀνδρῶν οὐ μόνον τὰ μετὰ σπουδῆς πραττόμενα ἀξιομνημόνευτα εἶναι, ἀλλὰ καὶ τὰ ἐν ταῖς παιδιαῖς». ἤθους ἐχόμενόν ἐστι τὸ νόημα, ὅτι δεῖ καὶ τὰ μετὰ παιδιὰς πραττόμενα τῶν μεγάλων τε καὶ ἀγαθῶν ἀνδρῶν ἀποδέχεσθαι, καὶ ἔστι τὸ θεώρημα τοῦ ἀφελοῦς, ὅτι μὴ ἐκ παντὸς τρόπου δεῖ διώκειν τὰ ἔνδοξα καὶ τὰ μεγάλα, ἀλλὰ καὶ τὰ δοκοῦντα φαῦλα εἶναι καὶ εὐκαταφρόνητα. πάλιν ἐν τοῖς Ἀπομνημονεύμασι τὸ ἰδίωμα καταμαθὼν τῆς Σωκράτους προαιρέσεως, πρὸς τοῦτο ἀπιδὼν προσαγήοχε τὸν λόγον· ὄντος γὰρ τοῦ ὑποκειμένου ὀργῆς ἀξίου καὶ ἐπιτιμήσεως τὸ Σωκράτην τοσούτου ἄξιον ἄνδρα κατακεκρίσθαι, ὅμως οὗτος ὡς ἀφελὴς ἀνὴρ ἦθος κἀνταῦθα ἐνεδείξατο, «πολλάκις» φησὶν «ἐθαύμασα», οὐχὶ δὲ εἶπεν, ἐφ᾽ ᾧ τις ἂν ὀργισθείη ἢ ἐφ᾽ ᾧ ἄξιον ἐπιτιμῆσαι. δεῖ μέντοι κἀκεῖνο ὁρᾶν, ὅπως ὑφειμένα διὰ τὸ ἀφελὲς τιθεὶς ὀνόματα οὐδὲν ἧττον ἐν τῷ οἰκείῳ τόπῳ ἐνέφηνε τὸ μέγεθος τοῦ πράγματος· τὸ γὰρ «ἐθαύμασα» καὶ τὸ «πολλάκις» οὐ μικρῶν ἐστιν ἔμφασις. πάλιν ἐν τῇ Παιδείᾳ ὅρα πῶς μετεχειρίσατο εἰπών, «ἔννοιά ποθ᾽ ἡμῖν ἐγένετο». τὸ μὲν οὖν νόημά ἐστιν ὃν τρόπον Κῦρος παῖς ὢν ἐτρέφετο καὶ τίνος παιδείας μετέσχεν, καὶ τίνα ἔργα ἔπραξε, καὶ ὡς εὐδαιμονέστατος ἀνθρώπων ἐγένετο, τοῦτο δὲ ἄλλο τι βούλεται τῷ ἀνδρί· οὐ γὰρ Κῦρον ἐγκωμιάσαι προῄρηται οὐδὲ μέλει αὐτῷ ὃν τρόπον ἐπαιδεύθη ὁ Κῦρος ἢ ἐτράφη, ἀλλ᾽ ἐπειδὴ ἐν ἤθει προάγει τὸν λόγον, ὑπογραφῇ κέχρηται ὁποῖόν τινα δεῖ εἶναι τὸν ἀγαθὸν ἄνδρα καὶ τίνι τροφῇ καὶ τίνι παιδείᾳ χρῆσθαι, καὶ ὁποῖον μὲν δεῖ εἶναι ἔτι ἐν παιδίοις ὄντα, ὁποῖον δὲ ἐπειδὰν μειράκιόν τις γένηται, τίνα δὲ ἔργα καὶ ἐπιτηδεύματα προσήκοντα τῷ καλῷ τε καὶ ἀγαθῷ ἀνδρί, ὁ δὲ Κῦρος ἄλλως ὄνομά ἐστιν αὐτῷ. τὸν αὐτὸν τρόπον καὶ ἐν τοῖς Ἀπομνημονεύμασι μετακεχείρισται τοὺς τοιούτους τῶν λόγων· ἐκεῖ γὰρ αὐτῷ καὶ περὶ πλειόνων εἴρηται ὃν τρόπον δεῖ τῇ πατρίδι τῇ ἑαυτοῦ προσφέρεσθαι καὶ τοῖς φίλοις καὶ ἐν τοῖς οἰκείοις πᾶσιν· οὐ μέντοι εἴρηταί γε ὑποθετικῶς, οἷον οὕτω χρὴ τοῦτον τὸν τρόπον τοῖς φίλοις προσφέρεσθαι, οὐδὲ χρὴ τοῦτον τὸν τρόπον τοῖς ἀδελφοῖς· οὐδὲ χρὴ πρότερον ἐπίδειξιν εἶναι πολιτείας, πρὶν ἂν ἀνήρ τις γένηται σοφός τε καὶ ἐπιστήμων πραγμάτων, ἀλλ᾽ ὑποθεὶς ἕτερα πρόσωπα διδάσκει σε ὃν τρόπον χρὴ τὰ τοιαῦτα ποιεῖν, ὁποῖον καὶ Χαιρεφῶντα λέγει διαφερόμενον πρὸς τὸν ἀδελφὸν αὐτοῦ, εἰπέ μοι, ἔφη, σὺ μόνος οὐ γινώσκεις ὅτι οὕτω χρὴ τοῖς ἀδελφοῖς προσφέρεσθαι, ἀλλὰ πρόσωπον ἕτερον ὑπέβαλλεν. ὅταν οὖν θέλῃς ἐν ἤθει λόγον προαγαγεῖν, οὐχ ὑποθετικῶς εἰσάγεις, τάδε χρὴ ποιεῖν ἢ τάδε, ἀλλὰ πρόσωπον ἕτερον ὑποθεὶς ἃ ἂν βούλῃ τινὰ ποιεῖν λέγεις, ὅτι ἐκεῖνος ἦν τοιοῦτος καὶ τάδε ἐποίει.
ἔστι δὲ οὐ μόνον τὸ εἶδος τοῦ ἦθος δοκεῖν παρέχεσθαι ἐν τῷ λόγῳ τῷ κατὰ τὴν ἁπλότητα τῆς διανοίας, ἀλλὰ καὶ κατὰ τὸ ἐναντίον τούτου, οἷον σκληρότερον καὶ ἀπηνῆ περιθεῖναι λόγον, ὅταν τοιοῦτόν τι ὑποτεθῇ, καὶ πάλιν αὖ εἰ ἐρῶντί τινι οἰκείους λόγους περιθείη, καὶ πᾶσιν ὁμοίως πρὸς τὰ πάθη ἀφορῶντα, ὃν τρόπον καὶ ἐν τῇ Παιδείᾳ ἐκ τῶν περιστάντων πάθη εἰργάσατο, ὁπόσα περί τε Ἀβραδάτου καὶ τῆς ἐκείνου γυναικὸς εἴρηται· ἡ δὲ πᾶσα ἀρετὴ τὸ διαφυλάξαι καὶ τηρῆσαι τὰ ἰδιώματα ἑκάστου, ὥσπερ ἦν. οὕτω πεποίηκε τὸν Κυαξάρην διὰ παντὸς ὀργίλον καὶ ἵνα ἄλλον ἔχοντά τι ἐν τῇ ψυχῇ ἰδίωμα· ταῦτα γὰρ ἤθη μεγάλα ἐργάζεται ἐν τῷ λόγῳ· φυλάξαις δ᾽ ἄν, ἐὰν ἐπακολουθήσῃς τῇ προτέρᾳ διανοίᾳ καὶ τῇ προαιρέσει τοῦ λόγου, τί σοι βούλεται σκοπῶν καὶ πρὸς τὸ ἰδίωμα ἀφορῶν περὶ οὗ ἂν λέγῃς.
τὰ δὲ ἤθη ἐν ταῖς ἀφελείαις τόνον λαμβάνει καὶ σεμνότητα, ὅταν τις ἐμφανίζων τὴν ἑαυτοῦ γνώμην ἐπὶ μόνης τῆς ἐννοίας τὸ ἦθος καταλείπῃ, οἷον εἰ ἔλεγες σὺ ἐνσημαινόμενος, ἔδοσαν δὲ οἱ θεοὶ καὶ ἐτίμησαν Χείρωνα, ὥσπερ χρή, δίκαιόν τε τὰ τοῦ καλοῦ πεποιημένον ἀγασθέντες αὐτοῦ, ὅτι δίκαιός τε ἦν καὶ τὴν ἄλλην ἀρετὴν ἐπετήδευεν· ἐν γὰρ τούτοις ἐμφανίζεις τὴν σεαυτοῦ γνώμην πῶς ἔχεις περὶ τοὺς τοιούτους ἄνδρας· τῷ δὲ Ξενοφῶντι ἐξήρκεσε μόνον ἐπὶ τῆς ἐννοίας ἀποσιωπῆσαι, «Χείρωνα δὲ διὰ δικαιότητα» καὶ τὰ ἑξῆς.
 
ἔστι δὲ τῆς ἰδιότητος τοῦ ἀνδρὸς καὶ πάντων τῶν ἀφελῶν παρέχεσθαι, ὡς ἔνι μάλιστα, καὶ χρηστὸν τὸ ἦθος, μὴ μέντοι ἐνσημαίνεσθαι τοῦτο αὐτὸ καθ᾽ αὑτό. σκόπει δὲ ἐντεῦθεν τὸ ἦθος τῆς ἀφελείας, εἰ οὐ δοκεῖ σοι χρηστοῦ ἀνδρὸς εἶναι τὸ μέλλοντα τελευτᾶν βούλεσθαι τοὺς παῖδας ἀμφοτέρους αὐτῷ παρεῖναι· οὕτω δέ τι χρηστὸς ἦν ὁ Δαρεῖος καὶ φιλόστοργος, ὥστ᾽ ἐβούλετο τοὺς παῖδας ἀμφοτέρους αὐτῷ παρεῖναι. «ἐπειδὴ δὲ ἠσθένει Δαρεῖος καὶ ὑπώπτευε τοῦ βίου τελευτήν, ἐβούλετό οἱ τὼ παῖδε ἀμφοτέρω παρεῖναι»· τοῦτο χρηστοῦ ἤθους ἐστί· πατρικὴν γάρ σοι διάθεσιν ἐνεδείξατο, καὶ ἔστι τῆς γνώμης ἡ ἀρετή, καὶ τὸ ἦθος ἀφελοῦς ἀνδρός, οἷον ἂν χρηστὸν γένοιτο. ἦθος δὲ χρηστὸν ἐποίησε καὶ ἐν τῷ Συμποσίῳ ἐπὶ τῆς τὰ θαυμαστὰ ἐπιδεικνυμένης εἰπών, «ὥστε οἱ μὲν θεώμενοι ἐφοβοῦντο». χρηστὸν οὖν κἀνταῦθα τὸ ἦθος ἐφάνη τὸ τοὺς θεωμένους φοβεῖσθαι ἐπὶ τῷ παραδόξῳ τοῦ θεάματος.
 
ἦθος ἄλλο πάλιν ἀφανὲς καὶ κεκρυμμένον, ὥσπερ ἐν τοῖς ἀφελέσι λόγοις προσήκει, «ἀναβαίνει οὖν ὁ Κῦρος λαβὼν Τισσαφέρνην ὡς φίλον». τί γὰρ δεῖ ἐξαγορεύειν καὶ λέγειν, λαβὼν Τισσαφέρνην τὸν μάλιστα ἐπιβουλεύοντ᾽ αὐτῷ ὡς φίλον; τὸ δὲ ἀποκρυψάμενον ἐφ᾽ ἑαυτοῦ ἐᾶσαι τοῦτο ἔχει τὸ ἦθος. καὶ μάλιστά γε τούτῳ πρόσεχε, ὅτι οὐκ ἐπισημαίνονται οἱ ἀφελεῖς ἄνδρες τὰς δυνάμεις, ἀλλ᾽ αὐτὰς ἐφ᾽ ἑαυτῶν ἀξιοῦσι δείκνυσθαι, ἐκτὸς εἰ μὴ καιρὸς εὔθετός που φανείη, ὡς καὶ ἐν τῷ Κυνηγετικῷ, «ἐγὼ μὲν οὖν παραινῶ τοῖς νέοις μὴ καταφρονεῖν κυνηγεσίων». καιρὸν ἔσχεν ἐνταῦθα καὶ ἦθος θαυμαστὸν μετὰ τὰς ἐκβάσεις τηλικαύτας οὔσας καὶ ὑποθετικῶς ἐκ τοῦ οἰκείου προσώπου χρῆσθαι, «ἐγὼ μὲν οὖν παραινῶ». ὅταν δὲ τὸ ἐναντίον τοῦ σημαντικοῦ εἴπῃς καὶ ἀνιῇς τῆς ἐπιστάσεως, ἦθος ἐργάζῃ· οὐ γὰρ λέγεις, ἔχεσθαι κυνηγεσίων καὶ σπουδάζειν περὶ κυνηγέσια, ἀλλὰ τὸ ἐναντίον μὴ καταφρονεῖν κυνηγεσίων μηδὲ τῆς ἄλλης παιδείας. τοῦτο δὲ οὐκ ἐᾷ εὐτελῆ γενέσθαι τὸν λόγον, ὅταν ἔνδοξον μὴ πάνυ δοκοῦντι ἐνδόξῳ παραθῇς, μὴ καταφρονεῖν κυνηγεσίων μηδὲ τῆς ἄλλης παιδείας. μεῖζον οὖν μικροτέρῳ συμπλέξαι καὶ κατ᾽ εἶδος λεχθέντι ἀναμῖξαί τι ἐν γένει ἀνδρός ἐστιν ἐπιστήμονος· «ἐκ τούτων γὰρ γίνονται τὰ εἰς τὸν πόλεμον ἀγαθοὶ καὶ εἰς τὰ ἄλλα»· τόδε οὖν χρὴ ποιεῖν διὰ τόδε. ἡ μὲν οὖν αἰτιολογία κοινὴ καὶ πολιτικῶν καὶ ἀφελῶν, τὰ δὲ σχήματα διάφορα τὸ μὴ συμπλέξαντα εἰπεῖν, οὐ μόνον εἰς τὸν πόλεμον, ἀλλὰ καὶ εἰς τὰ ἄλλα.
 
ἦθος δὲ πάλιν μετὰ γλυκύτητος ἐποίησεν εἰπὼν ἐν τοῖς Ἀπομνημονεύμασι, «καὶ μὴ νομίζοι τὸ μέγιστον κέρδος ἔχειν φίλον ἀγαθὸν κτησάμενος» ἦθος γλυκὺ ἐποίησεν ἀπὸ τοῦ ἐλάττονος ὀνομάσας τὸ πρᾶγμα. ἀντὶ γὰρ τοῦ εἰπεῖν ὅτι αἱ τῶν φίλων οὐσίαι ἐκείνου πᾶσαι γίγνονται καὶ αἱ βοήθειαι αἱ ἐν τῷ βίῳ, ὁ δὲ ἑνὶ τούτῳ ὀνόματι, ὃ καὶ γλυκύτητα ἐμφαίνει καὶ ἦθος, «φίλον φησὶν ἀγαθὸν κτησάμενος».
 
καὶ τὸ τὰς ἐπιτιμήσεις κατὰ τὴν τοῦ ἐναντίου ἀναίρεσιν ποιεῖσθαι ἦθος ποιεῖ, οἷον ἀκολούθου ὄντος εἰπεῖν τῷ [ἐπεμελεῖτο] οὐκ ἠμέλει καὶ τούς τε ἀμελοῦντας ἐμέμφετο ὁ δέ φησιν «οὐκ ἐπῄνει, ἀλλὰ μὴν καὶ τοῦ σώματος αὐτός τε οὐκ ἠμέλει τούς τε ἀμελοῦντας οὐκ ἐπῄνει».
 
ἦθος δὲ ἀγαθὸν καὶ Σωκρατικὸν τὸ μὴ ἀπὸ τῶν ἀναγκαίων ἐπὶ τὰ ἀναγκαῖα ἄγειν, οἷον «αὐτὸς δὲ περὶ τῶν ἀνθρωπείων διελέγετο, σκοπῶν τί εὐσεβές, τί ἀσεβές», εἶτα ἀπὸ τῶν οὐδετέρων ἐπὶ τὰ ὀνοματικά, «τί σωφροσύνη, τί μανία, τί ἀνδρεία, τί δειλία, τί πόλις, τί πολιτικός». ἐν δὲ τῷ αὐτῷ καὶ κάλλος ἐποίησε τῷ ἀποκόψαι καθ᾽ ἕκαστον πρᾶγμα.
 
ἤθη δὲ καὶ εἰρωνεῖαι ἐργάζονται, οἷον ὁπόσα Σωκράτην προσδιαλεγόμενον πεποίηκε καὶ ἀναδιδάσκοντα τοὺς νέους, ὥσπερ αὐτὸν οὐκ εἰδότα, ἀλλ᾽ ἀναζητοῦντα μᾶλλον.
 
ἔνια δὲ ὀνόματα καὶ χωρὶς τῶν πραγμάτων ἦθος ἐργάζεται ἐν τοῖς λόγοις, οἷον «εἰς καλόν γε ὑμῖν συντετύχηκα». ἐνταῦθα οὐκ ἄλλο τι εἰργάσατο ἦθος ἢ ἡ λέξις, «εἰς καλόν γε ὑμῖν συντετύχηκα».
 
καὶ τὰ συγκριτικὰ δὲ σχήματα πάνυ μέν ἐστι τῆς ἀφελείας καὶ τοῦ συγγραφικοῦ λόγου μᾶλλόν ἐστιν, ἦθος δὲ καὶ αὐτὰ παρέχεται, οἷον «μᾶλλον τοῖσδε, ὡς εἰ στρατηγοῖς καὶ ἱππάρχοις καὶ σπουδάρχαις». εἰ δὲ σὺ τὸ ἐναντίον συλλαβὼν ἔλεγες, ὡσεὶ ὅσοι μὲν τοὺς τοιούτους εἶναι λέγονται, οὓς ἂν ὁρῶσιν ἀρχαῖς τε καὶ τιμαῖς καὶ τοιαύταις δυνάμεσι πλέον τι τῶν ἄλλων ὑπεραίροντας, οὔ μοι δοκοῦσιν ὀρθῶς ποιεῖν, Κριτίου μᾶλλον ὁ τοιοῦτος τρόπος ἔδοξεν εἶναι ἤ τινος τῶν ἀρχαίων σοφιστῶν.
 
λέγω οὖν ὅτι καὶ λέξει ἀνεμφάτῳ χρῆται ὁ ἀφελὴς ἀνὴρ καὶ σχήματι καὶ ῥυθμῷ, ὥσπερ ἔχει καὶ ἐνταῦθα, «ἐπειδὴ δὲ ἠσθένει Δαρεῖος καὶ ὑπώπτευε τοῦ βίου τελευτήν, ἐβούλετό οἱ τὼ παῖδε ἄμφω παρεῖναι»· οὐ γάρ ἐστιν ὁ ῥυθμὸς ὥσπερ ἂν πολιτικοῦ ἀνδρὸς γένοιτο, συνειλκυσμένος καὶ συνειληφὼς τὰ νοήματα. τὰ δὲ ὀρθοῦντα νοήματα δριμύτητα ἔχει ἀντὶ τοῦ πλαγιάζειν· τὸ μὲν γὰρ πλαγιάσαι ἦν, ἀσθενῶν δὲ Δαρεῖος. κινδυνεύει δὲ ἐγγυτάτω εὐτελείας προσιέναι ἡ ἀφέλεια διὰ τὸ πλείστοις ὀνόμασιν ἀνεμφάτως χρῆσθαι, ὡς καὶ ἐνταῦθα τὸ ἠσθένει ψιλὸν ἦν ὄνομα. διὰ τοῦτο αὐτῷ παρετέθη καὶ ἰσοδυναμοῦν, ἵνα ἐκφύγῃ τὴν εὐτέλειαν, «ἐπειδὴ δὲ ἠσθένει Δαρεῖος καὶ ὑπώπτευε τελευτὴν τοῦ βίου».
 
[[Κατηγορία:Αρχαία και Κλασική γραμματεία]]