Τέχνη ρητορική: Διαφορά μεταξύ των αναθεωρήσεων

Περιεχόμενο που διαγράφηκε Περιεχόμενο που προστέθηκε
Γραμμή 297:
οὐχ ἓν τὸ κωλῦόν ἐστιν ἀνακαλεῖν ἡμᾶς τὸν στόλον ἐκ τῆς Σικελίας, ἀλλὰ πρῶτον μὲν τὸ μὴ δεῖν μεταβάλλεσθαι καὶ μεταβουλεύεσθαι ῥᾳδίως· δεινὸν γάρ. αὐξήσεις δὲ τοῦτο ἐν τῇ τοῦ προσώπου ποιότητι· ὑμῖν δὲ οὐδ᾽ ἐπ᾽ ἴσης αἰσχρὸν οὐδὲ τοῖς ἄλλοις ἅπασι. διὰ τί; ἐπειδὴ πλέον φρονεῖν τῶν ἄλλων πιστεύεσθε. ἑτέρα δὲ πάλιν ἐκ τοῦ πράγματος αὔξησις, ὅτι μηδὲ [p. 509] ἁπλῶς μηδὲ ἐπὶ ὀλίγου χρόνου περὶ τῶν πραγμάτων τούτων ἐβουλεύσασθε· κἀνταῦθα παραθήσεις τὰ ἐκ τῆς ἱστορίας. πρὸς ταῦτα ἀντίθεσις πρώτη μέν, ἀλλὰ χαλεπὴ λαβεῖν ἡ Σικελία. ταῦτα καὶ πρότερον ἴσμεν λεγόμενα, καὶ ὅσον τὸ μέγεθος καὶ ὅσος αὐτῆς ὁ περίπλους, καὶ ὅμως ἐπέμψαμεν. ἀλλὰ μὴν οὐδὲ χαλεπὸν λαβεῖν· στασιάζουσι γὰρ καὶ πολεμοῦσι πρὸς ἀλλήλους οἱ κατοικοῦντες αὐτήν· τί οὖν χαλεπόν ἐστι λαβεῖν νῆσον διῃρημένην καὶ ταῖς παρασκευαῖς καὶ ταῖς γνώμαις; ἀλλ᾽ ἐπταίκαμεν. ἀλλ᾽ οὐ χρὴ ῥᾳδίως οὕτως ὑφίεσθαι τῇ ψυχῇ· καὶ τοῦτο ἐξ ὁμοίου παρὰ τοῖς Συρακοσίοις γεγενημένου κατασκευάσεις, ὅτι κἀκεῖνοι οὐχ ἅπαξ, ἀλλὰ πολλάκις πταίσαντες ἀνέλαβον ἑαυτούς· εἰ δ᾽ ἐκεῖνοι, καὶ ὑμεῖς. τί οὖν ἐκ τοῦ μεταβάλλεσθαι αὐτοὺς ἄτοπον; πρῶτον μὲν αἰσχύνη, οὐ μόνον τοῦ βεβουλεῦσθαι κακῶς, ἀλλὰ καὶ τοῦ ἀνανδροτέρους δόξαι Συρακοσίων· εἶτα καταφρονεῖν ὑμῶν Συρακοσίους ποιήσετε. ἀλλὰ τὰς σπονδὰς λελύκασι Λακεδαιμόνιοι. ἀλλ᾽ οὐδὲ τότε ταύταις θαρροῦντες ἐφαινόμεθα. ἀλλὰ τὸ ἐπιτείχισμα καινότερον; τί οὖν; ἐλθόντας αὐτοὺς κρατήσειν Λακεδαιμονίων οἴεσθε; καὶ μὴν εἰ μένουσιν ἔνδον, τάχ᾽ ἂν ἡμῖν εἴη καὶ πρὸς ἐναντίου· οὐ γὰρ συμφέρει τοῖς πολιορκουμένοις ἐπεισάγειν πολὺν ἀνθρώπων ὄχλον. τίνα ἐκ τοῦ λαβεῖν Σικελίαν αὐτοῖς ἀγαθὰ γενήσεται; ἀλλὰ Γύλιππος συνάγει στράτευμα, καὶ συναθροίζει Σικελίαν; οὐκοῦν τί προσῆκεν ὑμῖν οὐ δείσασιν ἀποδρᾶναι ἀλλ᾽ ἢ ἕτερον ἐπιπέμπειν στόλον, ὃς οὐχ ἥσσω τὴν ἐπιθυμίαν τοῖς ἡμετέροις πολίταις παρέξει ἢ Γύλιππος Συρακοσίοις· τοῖς μὲν γὰρ ἡμετέροις οὐ τὸ τῆς δυνάμεως μόνον προσέσται, ἀλλὰ καὶ τὸ συνειδέναι πολλάκις αὑτοῖς κεκρατηκόσιν, οἱ δὲ ἐπανορθώσασθαι τὸ πρόσθεν τῷ πλήθει νομίζοντες ἔπειθ᾽ ἥττους ταῖς παρασκευαῖς φανέντες, εἰκότως οἶμαι καὶ ταῖς γνώμαις ὑποδεέστεροι γενήσονται. λοιπὴ ζήτησις ἐκ τῶν ἀποβησομένων. τί πλέον ἔσται, κἂν κρατήσωμεν; οὐ γὰρ κατασχεῖν αὐτὴν πόρρωθεν οὖσαν δυνησόμεθα. βουλοίμην δ᾽ ἂν ὑμῖν ἐν τούτῳ τὰ πράγματα εἶναι, ὡς τό γε κατασχεῖν αὐτὴν καὶ φυλάξαι βέβαιόν ἐστι. βιαίως δ᾽ ἂν εἴποις καὶ Δημοσθενικῶς ὅτι μηδ᾽ ἕτερόν τι πρᾶξαι δυνατόν ἐστιν· οὐ γὰρ ἀπανίστασθαι, ἀλλὰ φεύγειν δόξομεν, οὐδὲ μὴ δυνηθέντες ἑλεῖν, ἀλλὰ παθεῖν φοβηθέντες· εἶτ᾽ οὐκ ἀφέξονται τοῦ διώκειν ἡμᾶς Συρακόσιοι εἰ δὲ τοῦτο γενήσεται, δέδοικα μὴ περὶ τοῦ Πειραιῶς ὁ κίνδυνος ἡμῖν γένηται, καὶ ναῦς πολεμίας εἰς τοὺς ἡμετέρους λιμένας εἰσδεξώμεθα, δέον αὐτοὺς ἑτέροις ἐφορμεῖν. ταῦτ᾽ ἐστὶ καὶ ἐν τούτοις.
 
===παράφρασις===
'''{{float right|{{r|56.1.14|size=90%}}}}'''
μῆνιν ἄειδε θεὰ Πηληϊάδεω Ἀχιλῆος. τὸ μὲν γὰρ ἔργον Μουσῶν δι᾽ ἀκριβείας διελθεῖν τὴν μῆνιν, ᾗ ἐμήνισεν Ἀχιλλεὺς ἐν Τροίᾳ καὶ τὰ συμβάντα ἀπ᾽ αὐτῆς: οὔτε γὰρ οὐχὶ φαῦλα οὔτε ὀλίγα, ἀλλὰ τοῦτο δὴ τὸ βαρύτατον τῶν τοῦ πολέμου συνέβη τοῖς Ἀχαιοῖς: πολλοὶ μὲν γὰρ αὐτῶν καὶ ἀγαθοὶ πρὸ ὥρας διεφθάρησαν, πολλοῖς δὲ οὐδὲ ταφῆς ὑπῆρξε τυχεῖν, ἀλλ᾽ οἱ μὲν κύνες διεχρήσαντο αὐτοὺς κειμένους. Διὸς δὲ ἦν ἄρα τὸ βούλευμα καὶ οὐκ ἀπὸ ταὐτομάτου συνέπεσε τοσαῦτα πράγματα, ἀρξάμενα ἀφ᾽ οὗ πρῶτον διέστησαν Ἀχιλλεὺς ὁ Πηλέως καὶ Ἀγαμέμνων ὁ Ἀτρέως βασιλεὺς τῶν Ἑλλήνων. τίς δῆτα θεῶν αὐτοὺς συνέβαλε καὶ πόθεν ἄρξασθαι φῶμεν τὴν ἔριν; ἀπὸ Ἀπόλλωνος, ὃν ἐμβαλεῖν τοῖς Ἀχαιοῖς νόσον πρὸς ὀργὴν τοῦ βασιλέως αὐτῶν, αἰτίαν δὲ αὐτοῦ γενέσθαι τήνδε. ἄνδρα ἐλθεῖν πρεσβύτην Χρύσην ὀνόματι εἰς τὸ στρατόπεδον τῶν Ἀχαιῶν, Ἀπόλλωνος ἱερέα, θυγατέρα αἰχμάλωτον λυσόμενον, οὖσαν παρὰ τῷ Ἀγαμέμνονι, σκῆπτρον δὲ δὴ χρυσοῦν ἔχοντα καὶ περὶ τῷ σκήπτρῳ στέμματα τοῦ θεοῦ, κομίζειν δὲ καὶ ἄποινα οὐκ ὀλίγιστα [τὰ δὲ] εἰς τοὺς Ἀχαιοὺς ἱκετεύειν πάντας μέν, διαφερόντως δὲ τοὺς Ἀτρείδας, συνευχόμενον ἐκείνοις μὲν ἑλεῖν τὴν Τροίαν καὶ σωθῆναι οἴκαδε, αὑτῷ δὲ ὑπάρξαι λύσασθαι τὴν κόρην, πάντως δὲ προσήκειν αὐτοῖς αἰδεσθῆναι τὸν θεόν. ἐνταῦθα οἱ μὲν ἄλλοι πάντες ἐδέξαντό τε τοὺς λόγους καὶ ἀνεθορύβησαν ἀφιέναι τὴν παῖδα τῷ ἱερεῖ, Ἀγαμέμνων δὲ οὔτ᾽ ἠφίει καὶ προσηπείλει εἰ λήψοιτο αὐτὸν ἢ νῦν ἐνδιατρίβοντα ἢ αὖθις τῶν αὐτῶν ἕνεκα ἥκοντα, ὡς οὐκ ἐπαρκέσουσαν τὴν ἱκετηρίαν αὐτῷ, οὐδὲ ὑπὲρ τῆς παιδὸς γενησομένους ἔτι τοὺς λόγους, ἀλλ᾽ ὑπὲρ τῆς αὐτοῦ σωτηρίας, τὴν δὲ οὐκ ἀπολύσειν, ἕξειν τε ἐν Ἄργει γυναῖκα, τὰ αὐτοῦ πράττουσαν διὰ βίου, ἀλλ᾽ εἴ τι δεῖται σωτηρίας, ἀπιέναι ἤδη. ταῦτα ἀκούσας ὁ ἱερεὺς ἔδεισέ τε καὶ παραχρῆμα ἀπῄει σιωπῇ, ὡς δὲ ἀπέσχε τοῦ στρατοπέδου, πάσας ἤδη φωνὰς ἠφίει τὸν Ἀπόλλωνα καλῶν Σμίνθιον, Τενέδιον, Χρύσιον, Καλλίτοξον, πάντα ὀνομάζων, εἴ ποτέ σοι, δέσποτα, ἢ θυσίαν ἔθυσα ἢ νεὼν ἤρεψα εἰς χάριν, τοῦτό μοι νῦν ἀντ᾽ ἐκείνων γένοιτο, ἐξομόρξασθαι τοὺς Ἀχαιοὺς τὰ δάκρυα ταῦτα τοῖς ἑαυτῶν σώμασι, σὺ δὲ αὐτοῖς ἔλθοις τοξότης. δέχεται τὰς εὐχὰς ὁ θεὸς καὶ αὐτίκα πρὸς τὴν τιμωρίαν ἐστέλλετο.
 
ἄρνες οἱ ἦσαν εὐτραφεῖς καὶ δασεῖς μαλλοῖς, θαυμαστοὶ τὸ κάλλος καὶ τὸ μέγεθος. τούτους ἐγὼ λαμβάνων συνέδουν αὐτοὺς ἡσυχῇ κατὰ τρεῖς· ἦσαν γὰρ ἐφ᾽ ὧν ὁ Κύκλωψ ἐκάθευδεν, ἔμελλε δὲ ὁ μέσος ἄρα ἄνδρα οἴσειν τῶν ἑταίρων, εἷς δὲ ἑκατέρωθε παράσειρος ἦν ἀσφαλείας ἕνεκα. εἰς μὲν οὖν τοὺς ἄλλους ὑπῆρχον οὗτοί μοι, αὐτὸς δὲ ἐπεχείρουν τρόπῳ τοιῷδε· ἦν κριὸς τά τε ἄλλα ὑπερμεγέθης καὶ ὑπέρδασυς, τούτῳ περιβαλὼν τὼ χεῖρε κατὰ νῶτον, ὑπελειπόμην ἕως ὑπὸ τῇ γαστρὶ κἀγὼ γίγνωμαι· ἔπειτα μεταστραφεὶς εἰχόμην. ἐκείνην οὖν τὴν νύκτα οὕτω ταλαιπωροῦντες ἠνεσχόμεθα.
 
==ΒΙΒΛΙΟΝ Β΄==
 
[[Κατηγορία:Αρχαία και Κλασική γραμματεία]]