Τέχνη ρητορική: Διαφορά μεταξύ των αναθεωρήσεων

Περιεχόμενο που διαγράφηκε Περιεχόμενο που προστέθηκε
Γραμμή 295:
... «καὶ μὴν εἰ μὲν ἄλλου του χάριν λόγος εὑρέθη ἢ τοῦ πείθειν, ἴσως ἄν τις ἀμφισβήτησις ἦν· ὅτε δὲ ἐστὶν εὔδηλον ὅτι ἐφ᾽ ἓν τοῦτο πᾶσα ἡ τῆς λογικῆς δυνάμεως ἕξις ὥρμηται, δυοῖν ἀνάγκη δήπου θάτερον, ἢ μὴ ὀρθῶς ἔχειν μηδ᾽ ἱκανὸν φαίνεσθαι τὸν λόγον, ἢ ὁμοῦ βέλτιστόν τε εἶναι καὶ κρατεῖν τῶν ἀκουόντων. φιλανθρωπίας δὲ κοινῆς καὶ τῆς πρὸς ἅπαντας εὐνοίας δεῖγμά ἐστιν ὁ λόγος, οὐ πικρίας οὐδὲ μισανθρωπίας».
 
οὐχ ἓν τὸ κωλῦόν ἐστιν ἀνακαλεῖν ἡμᾶς τὸν στόλον ἐκ τῆς Σικελίας, ἀλλὰ πρῶτον μὲν τὸ μὴ δεῖν μεταβάλλεσθαι καὶ μεταβουλεύεσθαι ῥᾳδίως· δεινὸν γάρ. αὐξήσεις δὲ τοῦτο ἐν τῇ τοῦ προσώπου ποιότητι· ὑμῖν δὲ οὐδ᾽ ἐπ᾽ ἴσης αἰσχρὸν οὐδὲ τοῖς ἄλλοις ἅπασι. διὰ τί; ἐπειδὴ πλέον φρονεῖν τῶν ἄλλων πιστεύεσθε. ἑτέρα δὲ πάλιν ἐκ τοῦ πράγματος αὔξησις, ὅτι μηδὲ [p. 509] ἁπλῶς μηδὲ ἐπὶ ὀλίγου χρόνου περὶ τῶν πραγμάτων τούτων ἐβουλεύσασθε· κἀνταῦθα παραθήσεις τὰ ἐκ τῆς ἱστορίας. πρὸς ταῦτα ἀντίθεσις πρώτη μέν, ἀλλὰ χαλεπὴ λαβεῖν ἡ Σικελία. ταῦτα καὶ πρότερον ἴσμεν λεγόμενα, καὶ ὅσον τὸ μέγεθος καὶ ὅσος αὐτῆς ὁ περίπλους, καὶ ὅμως ἐπέμψαμεν. ἀλλὰ μὴν οὐδὲ χαλεπὸν λαβεῖν· στασιάζουσι γὰρ καὶ πολεμοῦσι πρὸς ἀλλήλους οἱ κατοικοῦντες αὐτήν· τί οὖν χαλεπόν ἐστι λαβεῖν νῆσον διῃρημένην καὶ ταῖς παρασκευαῖς καὶ ταῖς γνώμαις; ἀλλ᾽ ἐπταίκαμεν. ἀλλ᾽ οὐ χρὴ ῥᾳδίως οὕτως ὑφίεσθαι τῇ ψυχῇ· καὶ τοῦτο ἐξ ὁμοίου παρὰ τοῖς Συρακοσίοις γεγενημένου κατασκευάσεις, ὅτι κἀκεῖνοι οὐχ ἅπαξ, ἀλλὰ πολλάκις πταίσαντες ἀνέλαβον ἑαυτούς· εἰ δ᾽ ἐκεῖνοι, καὶ ὑμεῖς. τί οὖν ἐκ τοῦ μεταβάλλεσθαι αὐτοὺς ἄτοπον; πρῶτον μὲν αἰσχύνη, οὐ μόνον τοῦ βεβουλεῦσθαι κακῶς, ἀλλὰ καὶ τοῦ ἀνανδροτέρους δόξαι Συρακοσίων· εἶτα καταφρονεῖν ὑμῶν Συρακοσίους ποιήσετε. ἀλλὰ τὰς σπονδὰς λελύκασι Λακεδαιμόνιοι. ἀλλ᾽ οὐδὲ τότε ταύταις θαρροῦντες ἐφαινόμεθα. ἀλλὰ τὸ ἐπιτείχισμα καινότερον; τί οὖν; ἐλθόντας αὐτοὺς κρατήσειν Λακεδαιμονίων οἴεσθε; καὶ μὴν εἰ μένουσιν ἔνδον, τάχ᾽ ἂν ἡμῖν εἴη καὶ πρὸς ἐναντίου· οὐ γὰρ συμφέρει τοῖς πολιορκουμένοις ἐπεισάγειν πολὺν ἀνθρώπων ὄχλον. τίνα ἐκ τοῦ λαβεῖν Σικελίαν αὐτοῖς ἀγαθὰ γενήσεται; ἀλλὰ Γύλιππος συνάγει στράτευμα, καὶ συναθροίζει Σικελίαν; οὐκοῦν τί προσῆκεν ὑμῖν οὐ δείσασιν ἀποδρᾶναι ἀλλ᾽ ἢ ἕτερον ἐπιπέμπειν στόλον, ὃς οὐχ ἥσσω τὴν ἐπιθυμίαν τοῖς ἡμετέροις πολίταις παρέξει ἢ Γύλιππος Συρακοσίοις· τοῖς μὲν γὰρ ἡμετέροις οὐ τὸ τῆς δυνάμεως μόνον προσέσται, ἀλλὰ καὶ τὸ συνειδέναι πολλάκις αὑτοῖς κεκρατηκόσιν, οἱ δὲ ἐπανορθώσασθαι τὸ πρόσθεν τῷ πλήθει νομίζοντες ἔπειθ᾽ ἥττους ταῖς [p. 510] παρασκευαῖς φανέντες, εἰκότως οἶμαι καὶ ταῖς γνώμαις ὑποδεέστεροι γενήσονται. λοιπὴ ζήτησις ἐκ τῶν ἀποβησομένων. τί πλέον ἔσται, κἂν κρατήσωμεν; οὐ γὰρ κατασχεῖν αὐτὴν πόρρωθεν οὖσαν δυνησόμεθα. βουλοίμην δ᾽ ἂν ὑμῖν ἐν τούτῳ τὰ πράγματα εἶναι, ὡς τό γε κατασχεῖν αὐτὴν καὶ φυλάξαι βέβαιόν ἐστι. βιαίως δ᾽ ἂν εἴποις καὶ Δημοσθενικῶς ὅτι μηδ᾽ ἕτερόν τι πρᾶξαι δυνατόν ἐστιν· οὐ γὰρ ἀπανίστασθαι, ἀλλὰ φεύγειν δόξομεν, οὐδὲ μὴ δυνηθέντες ἑλεῖν, ἀλλὰ παθεῖν φοβηθέντες· εἶτ᾽ οὐκ ἀφέξονται τοῦ διώκειν ἡμᾶς Συρακόσιοι εἰ δὲ τοῦτο γενήσεται, δέδοικα μὴ περὶ τοῦ Πειραιῶς ὁ κίνδυνος ἡμῖν γένηται, καὶ ναῦς πολεμίας εἰς τοὺς ἡμετέρους λιμένας εἰσδεξώμεθα, δέον αὐτοὺς ἑτέροις ἐφορμεῖν. ταῦτ᾽ ἐστὶ καὶ ἐν τούτοις.