Τέχνη ρητορική: Διαφορά μεταξύ των αναθεωρήσεων

Περιεχόμενο που διαγράφηκε Περιεχόμενο που προστέθηκε
Γραμμή 272:
<blockquote>ὦ πλὴν γυναικὸς οὕνεκα στρατηλατεῖν,<br/>
τἆλλ᾽ οὐδέν.</blockquote>
 
===περὶ συνθέσεως καὶ φρασέως===
'''{{float right|{{r|56.1.13|size=90%}}}}'''
σύνθεσίς ἐστιν ἡ μὲν συνεχὴς ἡ διὰ πλειόνων ἑξῆς εἰρομένη, ὡς τὸ «νόσημα γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, ἐμπέπτωκεν εἰς τὴν Ἑλλάδα χαλεπόν», ἡ δὲ λελυμένη, τότε μὲν κεχυμένη, ὥσπερ τὸ «ἔστω, γινέσθω ταῦτα, οὐδὲν ἀντιλέγω», ἡ δὲ κατὰ περίοδον, ἥτις ἐστὶν σύνταξις κώλων καὶ κομμάτων εἰς διάνοιαν ἀπηρτισμένη φράσις, ὥσπερ τὸ «καὶ σπουδαῖα νομίζων, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ ἀναγκαῖα τῇ πόλει πειράσομαι περὶ αὐτῶν εἰπεῖν ἃ νομίζω συμφέρειν».
 
τὸ δὲ κῶλόν ἐστι σύνθεσις ὀνομάτων δύο καὶ πλειόνων, ὡς τὸ «οὐ προφάσεως ἀπορῶ δι᾽ ἣν Νικίᾳ βοηθῶ». κόμμα δ᾽ ἐστὶ κώλου μέρος καθ᾽ αὑτὸ μὲν τιθέμενον, ὡς τὸ «γνῶθι σαυτὸν» καὶ «μηδὲν ἄγαν». μεθ᾽ ἑτέρων δὲ ὡς τὸ «ἀντιβολῶ πρὸς παίδων, πρὸς γυναικῶν, πρὸς τῶν ὄντων ὑμῖν ἀγαθῶν».
 
περίοδος δὲ ἐκ μὲν ἑνὸς κώλου συνίσταται, ὡς τὸ «τὸ γὰρ εὖ πράττειν παρὰ τὴν ἀξίαν ἀφορμὴ τοῦ κακῶς φρονεῖν τοῖς ἀνοήτοις γίνεται», αἱ δὲ ἐκ δύο κώλων, ὥσπερ τὸ «τὸ μὲν γὰρ ἐξ ἀρχῆς τι μὴ δοῦναι γνώμῃ χρησαμένων ἐστὶν ἔργον ἀνθρώπων, τὸ δὲ τοὺς ἔχοντας ἀφελέσθαι φθονούντων». ἐκ τριῶν δέ, «ἄνδρες δικασταί, μάλιστα μὲν εἵνεκα τοῦ νομίζειν συμφέρειν λελύσθαι τὸν νόμον, εἶτα καὶ τοῦ παιδὸς εἵνεκα τοῦ Χαβρίου ὡμολόγησα τούτοις ὡς ἂν οἷός τε ὦ συνερεῖν». ἐκ δὲ πλειόνων, «οἱ μὲν ἐπαινοῦντες, ὦ ἄνδρες Ἀθηναῖοι, τοὺς προγόνους ὑμῶν λόγον εἰπεῖν μοι δοκοῦσι κεχαρισμένον, οὐ μὴν συμφέροντά γε ἐκείνοις οὓς ἐγκωμιάζουσι ποιεῖν».
 
σύνθεσις δὲ ἡ μὲν συνεχὴς καὶ λελυμένη ἔργοις· καὶ πάθεσι πρέποι ἄν, ἡ δὲ κατὰ περίοδον τοῖς ἐπιδεικτικοῖς καὶ προοιμίοις καὶ ἐνθυμήμασι.
 
φράσις δὲ ἀσαφὴς γίνεται, ὅταν λίαν ἀπηρχαιωμένῃ χρῆταί τις καὶ ἀμφιβόλῳ, ὥσπερ τὸ
 
<blockquote>ὦ Ζεῦ γένοιτο καταβαλεῖν τὸν σῦν ἐμέ.</blockquote>
 
ἢ κατ᾽ ἄλλον τρόπον, οἷον χρόνον ἢ αἰτίαν ἢ τόπον.
 
πλεονάζει δὲ φράσις, εἰ διπλασιάζεται ὄνομα ἔχουσα χωρὶς χρείας, ὥσπερ «ἔλεξα, εἶπον, ἔφρασα». καὶ εἰ ἐπὶ τῶν προειρημένων ἃ εἴπομεν, ταὐτὰ εἴπωμεν καὶ μετὰ ταῦτα.
 
ματαία ἐστὶ φράσις ἡ ἐν βαρβάροις ὀνόμασι, κεκαινοτομημένοις καὶ παρακεχαραγμένοις· διὸ καὶ ἄκαιρος φαίνεται τὰ ἑτέρων ὀνόματα ἄλλοις ἀκαίρως προσνέμουσα καὶ μὴ τὰ πράγματα φράζουσα.
 
... «καὶ μὴν εἰ μὲν ἄλλου του χάριν λόγος εὑρέθη ἢ τοῦ πείθειν, ἴσως ἄν τις ἀμφισβήτησις ἦν· ὅτε δὲ ἐστὶν εὔδηλον ὅτι ἐφ᾽ ἓν τοῦτο πᾶσα ἡ τῆς λογικῆς δυνάμεως ἕξις ὥρμηται, δυοῖν ἀνάγκη δήπου θάτερον, ἢ μὴ ὀρθῶς ἔχειν μηδ᾽ ἱκανὸν φαίνεσθαι τὸν λόγον, ἢ ὁμοῦ βέλτιστόν τε εἶναι καὶ κρατεῖν τῶν ἀκουόντων. φιλανθρωπίας δὲ κοινῆς καὶ τῆς πρὸς ἅπαντας εὐνοίας δεῖγμά ἐστιν ὁ λόγος, οὐ πικρίας οὐδὲ μισανθρωπίας».
 
οὐχ ἓν τὸ κωλῦόν ἐστιν ἀνακαλεῖν ἡμᾶς τὸν στόλον ἐκ τῆς Σικελίας, ἀλλὰ πρῶτον μὲν τὸ μὴ δεῖν μεταβάλλεσθαι καὶ μεταβουλεύεσθαι ῥᾳδίως· δεινὸν γάρ. αὐξήσεις δὲ τοῦτο ἐν τῇ τοῦ προσώπου ποιότητι· ὑμῖν δὲ οὐδ᾽ ἐπ᾽ ἴσης αἰσχρὸν οὐδὲ τοῖς ἄλλοις ἅπασι. διὰ τί; ἐπειδὴ πλέον φρονεῖν τῶν ἄλλων πιστεύεσθε. ἑτέρα δὲ πάλιν ἐκ τοῦ πράγματος αὔξησις, ὅτι μηδὲ [p. 509] ἁπλῶς μηδὲ ἐπὶ ὀλίγου χρόνου περὶ τῶν πραγμάτων τούτων ἐβουλεύσασθε· κἀνταῦθα παραθήσεις τὰ ἐκ τῆς ἱστορίας. πρὸς ταῦτα ἀντίθεσις πρώτη μέν, ἀλλὰ χαλεπὴ λαβεῖν ἡ Σικελία. ταῦτα καὶ πρότερον ἴσμεν λεγόμενα, καὶ ὅσον τὸ μέγεθος καὶ ὅσος αὐτῆς ὁ περίπλους, καὶ ὅμως ἐπέμψαμεν. ἀλλὰ μὴν οὐδὲ χαλεπὸν λαβεῖν· στασιάζουσι γὰρ καὶ πολεμοῦσι πρὸς ἀλλήλους οἱ κατοικοῦντες αὐτήν· τί οὖν χαλεπόν ἐστι λαβεῖν νῆσον διῃρημένην καὶ ταῖς παρασκευαῖς καὶ ταῖς γνώμαις; ἀλλ᾽ ἐπταίκαμεν. ἀλλ᾽ οὐ χρὴ ῥᾳδίως οὕτως ὑφίεσθαι τῇ ψυχῇ· καὶ τοῦτο ἐξ ὁμοίου παρὰ τοῖς Συρακοσίοις γεγενημένου κατασκευάσεις, ὅτι κἀκεῖνοι οὐχ ἅπαξ, ἀλλὰ πολλάκις πταίσαντες ἀνέλαβον ἑαυτούς· εἰ δ᾽ ἐκεῖνοι, καὶ ὑμεῖς. τί οὖν ἐκ τοῦ μεταβάλλεσθαι αὐτοὺς ἄτοπον; πρῶτον μὲν αἰσχύνη, οὐ μόνον τοῦ βεβουλεῦσθαι κακῶς, ἀλλὰ καὶ τοῦ ἀνανδροτέρους δόξαι Συρακοσίων· εἶτα καταφρονεῖν ὑμῶν Συρακοσίους ποιήσετε. ἀλλὰ τὰς σπονδὰς λελύκασι Λακεδαιμόνιοι. ἀλλ᾽ οὐδὲ τότε ταύταις θαρροῦντες ἐφαινόμεθα. ἀλλὰ τὸ ἐπιτείχισμα καινότερον; τί οὖν; ἐλθόντας αὐτοὺς κρατήσειν Λακεδαιμονίων οἴεσθε; καὶ μὴν εἰ μένουσιν ἔνδον, τάχ᾽ ἂν ἡμῖν εἴη καὶ πρὸς ἐναντίου· οὐ γὰρ συμφέρει τοῖς πολιορκουμένοις ἐπεισάγειν πολὺν ἀνθρώπων ὄχλον. τίνα ἐκ τοῦ λαβεῖν Σικελίαν αὐτοῖς ἀγαθὰ γενήσεται; ἀλλὰ Γύλιππος συνάγει στράτευμα, καὶ συναθροίζει Σικελίαν; οὐκοῦν τί προσῆκεν ὑμῖν οὐ δείσασιν ἀποδρᾶναι ἀλλ᾽ ἢ ἕτερον ἐπιπέμπειν στόλον, ὃς οὐχ ἥσσω τὴν ἐπιθυμίαν τοῖς ἡμετέροις πολίταις παρέξει ἢ Γύλιππος Συρακοσίοις· τοῖς μὲν γὰρ ἡμετέροις οὐ τὸ τῆς δυνάμεως μόνον προσέσται, ἀλλὰ καὶ τὸ συνειδέναι πολλάκις αὑτοῖς κεκρατηκόσιν, οἱ δὲ ἐπανορθώσασθαι τὸ πρόσθεν τῷ πλήθει νομίζοντες ἔπειθ᾽ ἥττους ταῖς [p. 510] παρασκευαῖς φανέντες, εἰκότως οἶμαι καὶ ταῖς γνώμαις ὑποδεέστεροι γενήσονται. λοιπὴ ζήτησις ἐκ τῶν ἀποβησομένων. τί πλέον ἔσται, κἂν κρατήσωμεν; οὐ γὰρ κατασχεῖν αὐτὴν πόρρωθεν οὖσαν δυνησόμεθα. βουλοίμην δ᾽ ἂν ὑμῖν ἐν τούτῳ τὰ πράγματα εἶναι, ὡς τό γε κατασχεῖν αὐτὴν καὶ φυλάξαι βέβαιόν ἐστι. βιαίως δ᾽ ἂν εἴποις καὶ Δημοσθενικῶς ὅτι μηδ᾽ ἕτερόν τι πρᾶξαι δυνατόν ἐστιν· οὐ γὰρ ἀπανίστασθαι, ἀλλὰ φεύγειν δόξομεν, οὐδὲ μὴ δυνηθέντες ἑλεῖν, ἀλλὰ παθεῖν φοβηθέντες· εἶτ᾽ οὐκ ἀφέξονται τοῦ διώκειν ἡμᾶς Συρακόσιοι εἰ δὲ τοῦτο γενήσεται, δέδοικα μὴ περὶ τοῦ Πειραιῶς ὁ κίνδυνος ἡμῖν γένηται, καὶ ναῦς πολεμίας εἰς τοὺς ἡμετέρους λιμένας εἰσδεξώμεθα, δέον αὐτοὺς ἑτέροις ἐφορμεῖν. ταῦτ᾽ ἐστὶ καὶ ἐν τούτοις.
 
 
 
[[Κατηγορία:Αρχαία και Κλασική γραμματεία]]