Τέχνη ρητορική: Διαφορά μεταξύ των αναθεωρήσεων

Περιεχόμενο που διαγράφηκε Περιεχόμενο που προστέθηκε
Γραμμή 216:
δεινότης δέ ἐστι καὶ τὸ πρὶν θεῖναι ἀνελεῖν τι πόρρωθεν ἀντιπῖπτον αὐτῷ. πῶς οὖν ἐκ τοῦ συνειπεῖν Φιλοκράτει ᾐσθημένος με δῶρα εἰληφότα ἐπὶ τὴν ἡμετέραν πρεσβείαν κεχειροτονημένος, σὺν ἡμῖν ὑπέμεινας πρεσβεύειν καὶ οὐκ ἐξωμόσω; πρὸς τοῦτο ἀντιθεὶς ἄνευ προτάσεως τὴν ἀντίθεσιν ταύτην, τότε τὴν λύσιν ἐπήνεγκεν. ὡμολογήκειν γὰρ τοῖς αἰχμαλώτοις λύτρα κομιεῖν, καὶ διὰ τοῦτο δεύτερον ἐπρέσβευσα, ἵνα αὐτοὺς λύσωμαι καὶ σώσω εἰς δύναμιν· δεινὸν οὖν ψεύσασθαι καὶ προέσθαι ἀτυχοῦντας ἀνθρώπους πολίτας. πρότασις ἂν ἔδοξεν εἶναι καὶ πλάττεσθαι πρὸς τὸ συμβὰν μετατεθειμένος, νῦν δὲ πρὶν θεῖναι τὴν πρότασιν προλαβὼν ἔθηκε τὸ κατὰ τοὺς αἰχμαλώτους τῇ ἀντεξετάσει τῶν χρόνων. ἐν ᾗ διετρίβομεν ἐν Μακεδονίᾳ, τί ἑκάτερος προείλετο πράττειν; «ἐγὼ μὲν τοίνυν τοὺς αἰχμαλώτους ἀνασώζειν καὶ ἀναζητεῖν καὶ παρ᾽ ἐμοῦ χρήματα ἀναλίσκειν, οὗτος δὲ αὐτίκα ἀκούσεσθε τί ποιῶν διετέλεσεν». τοῦτον τὸν τρόπον προδιοικησάμενος τὰ περὶ τοὺς αἰχμαλώτους νῦν προάγει καὶ αὐτὴν τὴν πρότασιν ἐπὶ προδιῳκημένῃ τῇ λύσει, «ὅταν δ᾽ οὗτος αὐτίκα δὴ λέγῃ πρὸς ὑμᾶς, τί δήποτε ὡς φῄς, ὦ Δημόσθενες, ἀπὸ τοῦ συνειπεῖν ἐμὲ Φιλοκράτει γνοὺς οὐδὲν ὑγιὲς πράττοντας ἡμᾶς, τὴν μετὰ ταῦτα πρεσβείαν τὴν ἐπὶ τοὺς ὅρκους συνεπρέσβευσας πάλιν καὶ οὐκ ἐξωμόσω; ταῦτα μέμνησθε, ὅτι τούτοις ὡμολογήκειν, οὓς αὐτὸς ἐλυσάμην, ἥξειν καὶ κομιεῖν λύτρα καὶ σώσειν εἰς δύναμιν· δεινὸν οὖν ἦν ψεύσασθαι καὶ προέσθαι δυστυχοῦντας ἀνθρώπους πολίτας».
 
===περὶ ἐπιμελείας===
'''{{float right|{{r|56.1.8|size=90%}}}}'''
ἐπιμέλεια δὲ γίνεται καθολικῶς τριχῇ, κατὰ γνώμην, κατὰ σχῆμα, κατὰ ἀπαγγελίαν. κατὰ μὲν γνώμην, ὅταν τις μὴ χωρίζῃ τὰ νοήματα ἀπ᾽ ἀλλήλων μηδὲ διιστᾷ, ἀλλὰ συνάπτῃ αὐτὰ ἀλλήλοις, καὶ ὅταν τις μικταῖς ἐπινοίαις καὶ παντοδαπαῖς χρῆται οἷον ἔξωθεν ἐπαγόμενος καὶ ἐκ τῶν ὑπολειπομένων ἐπιλαμβάνων, καὶ ὅταν τις μὴ ψιλὰ τὰ πράγματα ἐκτίθηται, ἀλλὰ μετὰ τῶν παρακολουθούντων αὐτοῖς καὶ τῆς τῶν πραγμάτων φύσεως, οἷον ἢ τρόπον λέγων ἢ χρόνον ἢ αἰτίαν ἢ τόπον, καὶ ὅταν τις τροπαῖς χρῆται, ἐπιμέλεια γίνεται.
Γραμμή 223:
 
κατὰ δὲ τὴν ἀπαγγελίαν γίνεται ἐπιμέλεια, ὅταν πυκνὴ καὶ ἐπάλληλος ἡ ἀπαγγελία ᾖ καὶ ὅταν ῥηματικὴ ἀντὶ ὀνοματικῆς.
 
===περὶ γλυκύτητος===
'''{{float right|{{r|56.1.9|size=90%}}}}'''
γλυκύτης δὲ γίνεται καθολικῶς τριχῇ, κατὰ γνώμην, κατὰ σχῆμα, κατὰ ἀπαγγελίαν. κατὰ μὲν γνώμην οὕτως, ὅταν τις ταῖς ἔξωθεν ἐπινοίαις χρῆται, οἷον ἐξ ἱστοριῶν καὶ παροιμιῶν καὶ μύθων.
 
κατὰ δὲ σχῆμα γίνεται γλυκύτης, ὅταν τις ταῖς ἀπαγγελίαις καινοπρεπέσι χρῆται.
 
κατὰ δὲ ἀπαγγελίαν, ὅταν τις τροπαῖς χρῆται, τροπαῖς δὲ μὴ τραχείαις, ἀλλ᾽ ὑφειμέναις, καὶ ὅταν τις κεκινημένῃ χρῆται τῇ λέξει.
 
[[Κατηγορία:Αρχαία και Κλασική γραμματεία]]