Τέχνη ρητορική: Διαφορά μεταξύ των αναθεωρήσεων

Περιεχόμενο που διαγράφηκε Περιεχόμενο που προστέθηκε
Γραμμή 198:
 
===περὶ ἐμφάσεως===
'''{{float right|{{r|56.1.6|size=90%}}}}'''
τρόπον μέν τινα αἱ τρεῖς ἀρεταὶ τοῦ λόγου, ἥ τε σφοδρότης καὶ ἡ ἔμφασις καὶ ἡ τραχύτης, εἰ καὶ τῇ προσηγορίᾳ διεστήκασι, τῇ γοῦν δυνάμει καὶ σφόδρα ἐπικοινωνοῦσιν ἀλλήλαις ἐπὶ πλείστοις, καὶ ἥ τε σφοδρότης ἐμφαντικὸς λόγος ἐστὶν καὶ ἡ τραχύτης σφοδρότητα δύναται· ὅμως δ᾽ οὖν κατὰ μὲν γνώμην ἔμφασιν ποιήσεις, ὅταν συνεχῆ τὰ πράγματα λέγῃς καὶ ἐπάλληλα, ὡς ἐν τῷ πρὸς Λεπτίνην, «ἐνίκησε μὲν τοίνυν Λακεδαιμονίους ναυμαχῶν καὶ πεντήκοντα μιᾶς δεούσης ἔλαβεν αἰχμαλώτους τριήρεις, εἷλε δὲ τῶν νήσων τὰς πολλάς, καὶ τρισχίλια αἰχμάλωτα σώματα δεῦρ᾽ ἤγαγε, καὶ δέκα καὶ ἑκατὸν τάλαντα ἀπέφηνεν ἀπὸ τῶν πολεμίων», καὶ πάλιν, «ἑπτακαίδεκα μὲν πόλεις εἷλεν, ἑβδομήκοντα δὲ τριήρεις ἔλαβε, δέκα δὲ καὶ ἑκατὸν τάλαντα ἀπέφηνε, τοσαῦτα ἔστησεν τρόπαια». ἕκαστον δὲ τούτων πρᾶγμα μέν ἐστιν καθ᾽ ἑαυτό, τὸ δὲ συνεχῶς ἕτερον ἑτέρῳ ἐπενηνέχθαι τὴν ἔμφασιν πεποίηκεν.
 
Γραμμή 209:
 
κατὰ δὲ τὴν ἀπαγγελίαν γίνεται τὸν αὐτὸν τρόπον ἔμφασις, ὅνπερ καὶ ἡ τραχύτης καὶ ἡ σφοδρότης.
 
===περὶ δεινότητος===
'''{{float right|{{r|56.1.7|size=90%}}}}'''
δεινότης δὲ γίνεται κατὰ γνώμην μοναχῶς, εἰ δέ τις κατ᾽ ἄλλο τι οἴεται, πλεῖστον διαμαρτάνει. δεινότης δέ ἐστιν, ὅταν τις πόρρωθεν χρήσιμόν τι ἑαυτῷ προδιοικῆται, ὡς ἐν τῷ κατὰ Ἀριστοκράτους ὁ Δημοσθένης βουλόμενος δεῖξαι ὅτι σφαλερὸν καὶ κατὰ τῆς πόλεώς ἐστι τὸ ἕνα τῶν Θρᾳκῶν βασιλέων κύριον γενέσθαι, πόρρωθεν λαβὼν κατασκευάζει, ὅτι τὸ ἀσθενῆ εἶναι τὸν Κερσοβλέπτην, ᾧ στρατηγεῖ ὁ Χαρίδημος, τοῦτο φρουρά ἐστι Χερρονήσου, ὥστε τὸ ἐναντίον καταλυθῆναι μὲν τοὺς πλείστους βασιλεῖς, εἰς ἕνα δὲ τὸν Κερσοβλέπτην περιελθεῖν διὰ τοῦ Χαριδήμου κίνδυνός ἐστι Χερρονήσῳ. πόρρωθεν οὖν προδιῳκήσατο τὸ ψηφίσασθαι ἀγώγιμον εἶναι τὸν ἀποκτείναντα Χαρίδημον, φοβερὸν ποιεῖ Κερσοβλέπτην, οὗτος δὲ αὐξηθεὶς καταλύσει τοὺς ἄλλους βασιλεῖς, δι᾽ οὓς σώζεται Χερρόνησος. ὡς δ᾽ ἂν καὶ ἐξ αὐτῶν τῶν εἰρημένων κατάδηλόν σοι γένηται, «ἔστι δ᾽ ἀνάγκη πρῶτον ἁπάντων εἰπεῖν καὶ δεῖξαι τί ποτέ ἐστι τὸ Χερρόνησον ὑμᾶς ἀσφαλῶς ἔχειν πεποιηκός· διὰ γὰρ τοῦ μαθεῖν τοῦτο καὶ τἀδίκημα σαφῶς ὄψεσθε. ἔστι τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, τοῦτο, τελευτήσαντος Κότυος Βηρισάδην καὶ Ἀμάδοκον καὶ Κερσοβλέπτην τρεῖς ἀνθ᾽ ἑνὸς γενέσθαι Θρᾴκης βασιλέας· συμβέβηκε γὰρ αὑτοῖς μὲν ἀντιπάλους εἶναι τούτους, ὑμᾶς δὲ ὑπέρχεσθαι καὶ θεραπεύειν. τοῦτο τοίνυν βουλόμενοί τινες παῦσαι καὶ καταλῦσαι μὲν τοὺς ἑτέρους βασιλέας, παραδοῦναι δὲ τῷ Κερσοβλέπτῃ τὴν ἀρχὴν ἅπασαν, διαπράττονται σφίσι τοῦτο γενέσθαι τὸ προβούλευμα».
 
δεινότης δέ ἐστι καὶ τὸ πρὶν θεῖναι ἀνελεῖν τι πόρρωθεν ἀντιπῖπτον αὐτῷ. πῶς οὖν ἐκ τοῦ συνειπεῖν Φιλοκράτει ᾐσθημένος με δῶρα εἰληφότα ἐπὶ τὴν ἡμετέραν πρεσβείαν κεχειροτονημένος, σὺν ἡμῖν ὑπέμεινας πρεσβεύειν καὶ οὐκ ἐξωμόσω; πρὸς τοῦτο ἀντιθεὶς ἄνευ προτάσεως τὴν ἀντίθεσιν ταύτην, τότε τὴν λύσιν ἐπήνεγκεν. ὡμολογήκειν γὰρ τοῖς αἰχμαλώτοις λύτρα κομιεῖν, καὶ διὰ τοῦτο δεύτερον ἐπρέσβευσα, ἵνα αὐτοὺς λύσωμαι καὶ σώσω εἰς δύναμιν· δεινὸν οὖν ψεύσασθαι καὶ προέσθαι ἀτυχοῦντας ἀνθρώπους πολίτας. πρότασις ἂν ἔδοξεν εἶναι καὶ πλάττεσθαι πρὸς τὸ συμβὰν μετατεθειμένος, νῦν δὲ πρὶν θεῖναι τὴν πρότασιν προλαβὼν ἔθηκε τὸ κατὰ τοὺς αἰχμαλώτους τῇ ἀντεξετάσει τῶν χρόνων. ἐν ᾗ διετρίβομεν ἐν Μακεδονίᾳ, τί ἑκάτερος προείλετο πράττειν; «ἐγὼ μὲν τοίνυν τοὺς αἰχμαλώτους ἀνασώζειν καὶ ἀναζητεῖν καὶ παρ᾽ ἐμοῦ χρήματα ἀναλίσκειν, οὗτος δὲ αὐτίκα ἀκούσεσθε τί ποιῶν διετέλεσεν». τοῦτον τὸν τρόπον προδιοικησάμενος τὰ περὶ τοὺς αἰχμαλώτους νῦν προάγει καὶ αὐτὴν τὴν πρότασιν ἐπὶ προδιῳκημένῃ τῇ λύσει, «ὅταν δ᾽ οὗτος αὐτίκα δὴ λέγῃ πρὸς ὑμᾶς, τί δήποτε ὡς φῄς, ὦ Δημόσθενες, ἀπὸ τοῦ συνειπεῖν ἐμὲ Φιλοκράτει γνοὺς οὐδὲν ὑγιὲς πράττοντας ἡμᾶς, τὴν μετὰ ταῦτα πρεσβείαν τὴν ἐπὶ τοὺς ὅρκους συνεπρέσβευσας πάλιν καὶ οὐκ ἐξωμόσω; ταῦτα μέμνησθε, ὅτι τούτοις ὡμολογήκειν, οὓς αὐτὸς ἐλυσάμην, ἥξειν καὶ κομιεῖν λύτρα καὶ σώσειν εἰς δύναμιν· δεινὸν οὖν ἦν ψεύσασθαι καὶ προέσθαι δυστυχοῦντας ἀνθρώπους πολίτας».
 
[[Κατηγορία:Αρχαία και Κλασική γραμματεία]]