Τέχνη ρητορική: Διαφορά μεταξύ των αναθεωρήσεων

Περιεχόμενο που διαγράφηκε Περιεχόμενο που προστέθηκε
Γραμμή 66:
χρὴ δὲ εἰδέναι ὅτι καὶ ἐξ ἑνὸς ὀνόματος γίγνεται σεμνότης, ὡς ἐν τῷ πρὸς Λεπτίνην, ὅπου λέγει ὅτι χρὴ κυρίας τηρεῖν τὰς στήλας. πῶς ἐξῆρεν εἰς σεμνότητα; ἐν τῷ τελευταίῳ ὀνόματι, ἵν᾽ ἐκεῖναι τοῦ τῆς πόλεως ἤθους μνημεῖον ὦσιν.
 
===περὶ βαρύτητος===
βαρύτης δὲ γίνεται καθολικῶς κατὰ γνώμην καὶ κατὰ σχῆμα, κατὰ δὲ τὴν ἀπαγγελίαν οὐ πάνυ τι. κατὰ μὲν οὖν γνώμην γίνεται βαρύτης οὕτως, ὅταν ἢ κατηγορεῖν τις προάγηται αὐτὸς ἑαυτοῦ ἢ τῶν οἰκείων τινὸς ἢ φίλων· βαρὺ γὰρ τὸ τοιοῦτον ἂν εἴη ἐξὸν ἐπαινεῖν, ἢ ὅλως τούτων τινὸς ὑπὲρ ὧν λέγει ἢ πρὸς οὓς λέγει, ὡς ὁ Δημοσθένης «περιείργασμαι μὲν ἐγώ, περιείργασται δὲ ἡ πόλις ἡ πεισθεῖσα ἐμοί, ἔστω δὲ πάντα τὰ ἁμαρτήματα καὶ ἀδικήματα ἐμά».
ὅπου δὲ καθ᾽ ὑπερβολὴν δύνασαι ἀποδεῖξαι μὴ ἀδικοῦντα σεαυτόν, ἐκεῖ δὲ θρασύτητι χρῆσθαι τοιαύτῃ, ὥστε ἀφαιρεῖν σεαυτὸν συγγνώμης ἢ φιλανθρωπίας τῆς παρὰ τῶν δικαστῶν, ὡς ὅταν λέγῃς «μηδὲ φωνὴν ἀνάσχησθε, μηδ᾽ εἰ πάντα τὰ κοινὰ ὑπέρευ πεπολίτευμαι, ἀλλ᾽ ἀναστάντες καταψηφίσασθε ἤδη»· βαρύτης κἀνταῦθα γίνεται. καὶ ἐπὶ φίλου δὲ ὡσαύτως βαρύτης γίνεται, ἐὰν ἀφαιρῇς αὐτὸν ἢ συγγνώμης ἢ φιλανθρωπίας δικαστῶν. βαρύτης γίνεται καὶ ὅταν τι ἄτοπον σεαυτῷ ἐπαράσῃ, οἷον «καίτοι τεθνάναι μᾶλλον ἢ ταῦτ᾽ εἰρηκέναι βούλομαι».
καὶ ὅταν ἄτοπόν τι προτείνῃ τοῖς ἀκούουσιν, ὃ μὴ ἂν ἑκόντες δέξαιντο, ὡς ἐν τῷ κατὰ Ἀριστογείτονος ἐπεξελθὼν τὰ συμβαίνοντα ἐν ταῖς ἐκκλησίαις, διὰ τὴν ἀπειρίαν τῶν τοιούτων ῥητόρων, σὺν βαρύτητι προέτεινε τὸ ἄτοπον, «εἰ μὲν οὖν ὑμεῖς ταῦτα βούλεσθε καὶ μετὰ τῆς ἡμετέρας γνώμης οὗτοι ταῦτα ποιοῦσιν, ὁδῷ βαδίζειν καὶ ἐᾶν δεῖ».
καὶ ὅταν εἰς ἄτοπον ἀπάγῃς τὸν λόγον, βαρύτητα εἴργασαι, ὡς ἐν τῷ πρὸς Καλλικλέα, «οὐ γὰρ δὴ ἐκπιεῖν με αὐτὸ Καλλικλῆς ἀναγκάσει», ἢ ὅταν ὁμολογούμενα ἄτοπα τῷ ἀντιδίκῳ συγχωρῇς, ὡς ἐν τῷ κατὰ Ἀριστογείτονος, «εἰ πονηρός ἐστιν Ἀριστογείτων ἁπλῶς καὶ πικρὸς καὶ συκοφάντης, δίδωμι, συγχωρῶ, Φιλόκρατές, σοι τῷ τοιούτῳ τὸν ὅμοιον σώζειν».
καὶ ὅταν πάντα τις διελὼν ἕν τι καταλείπῃ τῷ ἀντιδίκῳ, ὡς ὑπὲρ αὐτοῦ [τοῦ] μηδὲν ἧττον ἢ κατ᾽ αὐτοῦ, βαρύτης γίνεται, οἷον «πλὴν ἔστι νὴ Δία, ἐστὶν ἀδελφός τις αὐτῷ ὁ τὴν καλὴν δίκην αὐτῷ λαχών». καὶ πάλιν ἀνελὼν δι᾽ ἃ οὐ δεῖ ἐπάγει «πλὴν εἰ τοῦτό τις εἴποι, μανέντες· ἄλλο γὰρ οὐκ ἔστιν εἰπεῖν».
καὶ ὅταν εἰς κρίσιν ἀνάγῃς τεθνηκότων ἐνδόξων, βαρὺ δοκεῖ τὸ τοιοῦτον εἶναι, οἷον «καίτοι πηλίκον ἂν στενάξαιεν οἱ πρόγονοι». καὶ πάλιν «καίτοι τίνα ποτὲ οἴεσθε τοὺς προγόνους ὑμῶν ὀργὴν ἢ ψῆφον θέσθαι κατὰ τῶν αἰτίων τούτου τοῦ ὀλέθρου»;
βαρύτητος δὲ καὶ τὸ ἃ μηδεὶς ἂν εἴποι ὑπολιπεῖν ὡς ῥηθησόμενα, «ἐροῦμεν νὴ Δία τοῖς Ἕλλησι, Τιμοκράτους νόμος ἐστὶ παρ᾽ ἡμῖν· ἀναμείνατε οὖν τὴν ἐνάτην πρυτανείαν· εἶτα τότ᾽ ἔξιμεν».
καὶ τὸ συγχωρεῖν δὲ τὰ παρελθόντα ἄτοπα, ὡς τὸ «μέχρι οὖν τοῦδε διωρίσθω ὑμῖν», βαρύτης.
βαρύτητος δὲ καὶ τὸ ἀπεύχεσθαι τὰ ἄτοπα, «καίτοι μὴ γένοιτο, ὦ ἄνδρες Ἀθηναῖοι, τὰ πράγματα ἐν τούτῳ. τεθνάναι δὲ μυριάκις κρεῖττον ἢ κολακείᾳ τι ποιῆσαι Φιλίππῳ.»
κατὰ δὲ σχῆμα οὕτω βαρύτης γίνεται, ὅταν τις τῷ τῆς διανοίας σχήματι χρῆται, οἷον «ὅμοιός γε, οὐ γάρ; Σόλων νομοθέτης καὶ Τιμοκράτης», ἢ πάλιν «καλήν γε οἱ πολλοὶ ἀπειλήφασιν Ὠρειτῶν χάριν, ὅτι τοῖς Φιλίππου φίλοις ἐπέτρεψαν ἑαυτούς, τὸν δὲ Εὐφραῖον ἐμίσουν, καλήν γ᾽ ὁ δῆμος ὁ Ἐρετριέων, ὅτι τοὺς ὑμετέρους πρέσβεις ἀπήλασαν, Κλειτάρχῳ δὲ ἐνέδωκαν ἑαυτούς, καὶ δὴ δουλεύουσί γε μαστιγούμενοι».
βαρύτητος δὲ καὶ τὸ τοῖς σχετλιαστικοῖς χρῆσθαι σχήμασιν, οἷον «Χαρίδημον, οἴμοι», καὶ τὸ τοῦ Αἰσχίνου «παντελῶς ἐκαρτερεῖτε ὡς σιδήρειοι». καὶ αἱ ἀποσιωπήσεις δὲ τὸ αὐτό σοι δυνήσονται, οἷον «τί ἄν σέ τις εἰπὼν ὀρθῶς προσείποι»;
βαρύτης δὲ γίνεται καὶ ὅταν προαχθῇς εἰπεῖν τι λυπηρὸν κατὰ τῶν ἀκουόντων, ὃ οἴεται βαρέως ἂν αὐτοὺς ἐνεγκεῖν τις, εἶτα ἀνορθώσῃς ὡς μὴ ἔχων αὐτοῦ μετριώτερόν τι εἰπεῖν, ὡς ἔχει καὶ τὸ ἐν ταῖς ἐπιστολαῖς, «εἰ δὲ τὸ περιφανὲς ἀξίωμα τῆς βουλῆς ἢ τὸν Ἄρειον πάγον προσβλέπετε, τῆς Ἀριστογείτονος κρίσεως ἀναμνησθέντες ἐγκαλύψασθε· οὐ γὰρ ἔχω πρᾳότερον πρόσφθεγμα τοῖς ἐξημαρτηκόσιν εἰς ἐμὲ αὐτὸν εἰπεῖν».
βαρύτητα δὲ καὶ τὸ τοιοῦτον ἔχει, ὅταν δοὺς ὡς ὑπάρχον τί σοι, εἶτα ἀνελὼν αὐτὸ ἐπιδιστάσῃς, ὥσπερ ἔχει καὶ τὸ ἐν τοῖς Φιλιππικοῖς, «ἀλλ᾽ ἐκεῖνος μὲν ὑμῶν οἴκοι μενόντων, σχολὴν ἀγόντων, ὑγιαινόντων», δοὺς τοῦτο ὡς ὑπάρχον αὐτοῖς εὐθὺς ἀνεῖλεν ἐπιλαβόμενος, «εἰ δὴ τοὺς τὰ τοιαῦτα ποιοῦντας ὑγιαίνειν φήσαιμεν».
καὶ αἱ διαπορήσεις δὲ αἱ ἐν τοῖς σχετλιασμοῖς βαρύτητα ἔχουσιν, ὥσπερ ἐν ταῖς ἐπιστολαῖς, «ὦ τί ἂν εἰπὼν μήτε ἁμαρτεῖν δοκοίην μήτε ψευσαίμην; λίαν ὀλίγωροι».
[[Κατηγορία:Αρχαία και Κλασική γραμματεία]]
[[Κατηγορία:Ρητορική]]