Χρονίων νούσων θεραπευτικόν: Διαφορά μεταξύ των αναθεωρήσεων

Περιεχόμενο που διαγράφηκε Περιεχόμενο που προστέθηκε
Γραμμή 104:
ἀτὰρ καὶ ἡ δίαιτα, καὶ ὁ βίος, τοῖσδε ἔστω ξύμμετρα. οἱ ὕπνοι νύκτωρ μὲν, δι᾽ ἡμέρης δὲ περίπατοι, ἀναφωνήσιες, αἰώρη, ἥ τε ἐν δάφνῃσι, ἢ μυρρίναισι, ἢ θύμῳ. ἔχει γάρ τι ἡ διαπνοὴ καὶ ἡ ἀναπνοὴ τοιῶνδε φάρμακον πεπτήριον· γυμνάσια, τρίψιες, χειρονοσμίη, ἁλτήρων βολαῖσι τοῦ θώρηκος, καὶ τῆς κοιλίης κόποι· προπόσιες· σμικρότατα γὰρ εἰς τόνον εὐσταλὲς ἄρτος. ἐπὶ τῶνδε φοίνιξις, περίπατοι ῥαθυ — ...
 
===...Κεφ. ιβ᾽. Θεραπεία Ἀρθρίτιδος καὶ Ἰσχιάδος===
σιτίων καὶ ῥαφανίδων πολλάκις. ἔπειτα ἐς τὸν ἐλλέβορον ἄγειν. δίαιτα δὲ ἡ ἐπὶ τοῖσδε ξυνὴ τοῖσι ἄλλοισι πάθεσι· καὶ ἐπὶ τῇ διαίτῃ ἄλειψις, ψυχρολουσίη θαλασσίη· μάλιστα μὲν ὦν ἅπασι ἀρθριτι κοῖσι ξυνὰ ἄκεα· καὶ γὰρ καὶ τοῖσι ποδαγρικοῖσι ἐλλέβορος τὸ μέγα ἄκος, ἀλλὰ ἐν τῇσι πρώτῃσι προσβολῇσι τοῦ πάθεος. ἢν δὲ ἐκ πολλῶν μὲν ἤδη χρόνων ἔῃ, ἀτὰρ καὶ ἐκ διαδέξιος πατέρων φανῇ, ξυναποθνήσκει ἡ νοῦσος. ἐς δὲ τοὺς παροξυσμοὺς τῶν ἄρθρων τάδε χρὴ πρήσσειν. εἰρία μὲν ἔστω ἐξ ὄϊος τὰ οἰσυπώδεα· τέγξιες δὲ διὰ ῥοδίνου καὶ οἴνου· μετεξετέροισι δὲ καὶ σπογγίη ξὺν ὀξυκρήτῳ ὤνησεν. ἔπειτα ἐπίπλασμα, ἄρτος ξὺν τοῖσι ψύχουσι κολοκύν της, καὶ πέπονος· καὶ σικύη λιτὴ, καὶ ἀρνόγλωσσον ἡ βοτάνη, καὶ ῥόδων τὰ φύλλα. ἀτὰρ καὶ ἡ σιδηρῖτις ἄπονος ξὺν ἄρτῳ, καὶ βρύον, καὶ συμφύτου ῥίζα, καὶ πεντάφυλλος ἡ βοτάνη, καὶ πράσιος ἡ τοῖσι φύλλοισι λεπτή. τῆσδε μέντοι τὸ μὲν ἀφέψημα ἐξάντλημα ἄπονον· αὐτὴ δὲ, ἐπίπλασμα, ξὺν ψιξὶ, ἢ κριθῶν ἀλήτῳ· μήλων τε τῶν κιτρίων τὸ ἄβρωτον ξὺν ἀλφίτοισι ἄριστον· σῦκα ξηρὰ, καὶ θάσια ξύν τινι τῶν ἀλήτων. ἥδε μέντοι ψύξιος ἡ ὕλη· καὶ τόδε μέντοι ἄλλοτε ἄλλον ὤνησε καὶ τωὐτὸν ἄλλοτε ἄλλῳ. μετεξετέροισι δὲ τὰ ἀλεαίνοντα ξυμφέρει, καὶ τωὐτὸν ἄλλοτε ἄλλῳ ὠφελέει. λόγος δὲ καὶ τόδε κάρτα ἄπονον ἔμμεναι· αἶγα χρὴ βοτάνης τῆς ἴριδος ἐμφαγεῖν· ἐπὴν δὲ πλησθῇ, διαλείποντα ὁκόσον ἡ νομὴ ἐν τῇ γαστρὶ μαχθείη, καταθῦσαι τὴν αἶγα, ἠδὲ ἐντὸς τῆς γαστρὸς ἐς τὴν κόπρον ἐγκρύψαι τὼ πόδε. φάρμακα δὲ μυρία. καὶ γὰρ τοὺς νοσέοντας ἑωυτῶν φαρμακέας εὐπόρους τίθησι ἡ ξυμφορή· τῶν δὲ ἰητρῶν τὰ φάρμακα ἐν τῇσι γραφῇσι λελέξεται.
 
[[Κατηγορία:Αρχαία και Κλασική γραμματεία]]