Χρονίων νούσων θεραπευτικόν: Διαφορά μεταξύ των αναθεωρήσεων

Περιεχόμενο που διαγράφηκε Περιεχόμενο που προστέθηκε
Γραμμή 74:
 
μάλιστα μὲν ὦν ἀποτρέπειν τήνδε· πονηρὴ γὰρ ἡ ὁδός. ἢν δὲ τὸ πῦον βιαιότερον ῥεύσῃ, χρὴ πάντα ποιέειν καὶ τῷ στομάχῳ ἀρήγειν καὶ τροφῇσι, καὶ φαρμάκοισι, καὶ διαίταις, πάντα μειλίχως. φαρμάκοισι ἐς τὴν τοῦ κόλπου ῥαγήν· βοτάνης τῆς ὑσσώπου ξὺν μελικρή τῳ πιπίσκειν, καὶ πρασίου τῆς κόμης, καὶ τῆσδε ξὺν μελικρή τῳ καὶ χυλῷ τῆς ἀψίνθου. τάδε μέντοι πρὸ τῶν σιτίων πίνειν χρεὼν, ὡς λεπτὰ μὲν τὰ ὑγρὰ γίγνηται, εὔροα δὲ τὰ χωρία, εὔρηκτα δὲ τὰ ἔμπυα σώματα. διδόναι καὶ ὄνου γάλα, λεῖον, ἄχολον, εὔτροφον, ἐς τυρὸν ἀσύστατον, ἥπερ ἐστὶ γάλακτος ἀρετή. προστίθει δὲ καὶ χάριτας πόματος καὶ σίτου. κἢν μικρῷ χείρω τῶν ὠφελεύντων ἔωσι, διδόναι, — ἔσται γὰρ διέξοδος ναυτιώδεϊ καὶ ἀτέρπεϊ ὑγρῷ· — μετεξετέρους γὰρ ἡ τοῦ πύου δίοδος βλάψαι. μήπω τι καὶ ἀπόσιτοι ἔσονται· κἤν τι λάβωσι εὐημέες. χρὴ δὲ καὶ ἐπὶ τῇσι ἄλλῃσι ἐκροῇσι παντοίην μελέτην τοῦ στομάχου ποιέεσθαι· ὅδε γὰρ ἡ πάντων φαρμάκων ὁδός· μεμνῆσθαι δὲ καὶ τοῦ ἥπατος χρεὼν, ἔνθα τῶν ἐλκέων ἐστὶ ἡ ῥίζα. ἢν δὲ ἐς κύστιν ὁρμᾷ, οὐρητικοῖσι ἐξάγειν, ἀσάρου τῆς ῥίζης, καὶ φοῦ, καὶ ἀδιάντου, καὶ μήου, τῶν ἐμπότων. τάδε μέντοι ξὺν μελικρή τῳ πιπίσκειν· ποικίλον μὲν τὸ Βηστίνου φάρμακον, καὶ τὸ διὰ τῶν φυσαλίδων ἄριστον, ἠδ᾽ ὁκόσα διὰ πείρης τισὶ ἐπαινέεται. ἢν δὲ δι᾽ ἐντέρων ἄγῃς, τὸ ἀγωγὸν ἔχεις γάλα, μάλιστα μὲν ὄνου, ἢν δὲ μὴ, αἰγὸς, ἢ μήλων. χυλοὶ δὲ ὀλισθηροὶ καὶ σμηγματώδεες, ὁ τῆς πτισάνης· ὄψα, πέπερι, ζιγγίβερι, λιγυστικόν. ἀθρόον δὲ εἰρῆσθαι ἀμφὶ πάσης διαίτης, ἐπὶ πάσῃ συρρήξι, τροφαὶ μὲν εὔχυμοι, εὐστόμαχοι, εὔπεπτοι· ἢ χυλοὶ, ἢ οἱ διὰ γάλακτος πόλτοι, ἄμυλος, ἰτρία ξὺν γάλακτι.
 
===Κεφ. ιδ΄. Θεραπεία Σπληνός===
Σκίρρου τοῦ ἐπὶ σπληνὶ λύσεις οὐ ῥήϊσται. ἢν δὲ καὶ ἀπότοκοι τῶνδε νοῦσοι γένωνται, ὕδρωψ ἢ καχεξίη, ὀκέλλει τὸ κακὸν ἐς ἀνήκεστον,... τὸν ἰητρὸν τὸν σκίρρον ἰῆσθαι. χρὴ ὦν ἀποτρέπειν γιγνομένους, καὶ λύειν ἄρτι ἀρχομένους· ἐνίστασθαι δὲ τῇσι φλεγμονῇσι, ἤνπερ οἱ σκίρροι διάδοχον... ἐς διαπνοὴν ἄγωνται... τὴν ἀπόστασιν. τάδε γὰρ φλεγμασίης· ἰητηρίοισι δὲ χρέεσθαι ὁκόσα μοι ἐν τῇσι ὀξείῃσι λέλεκται. ἢν δὲ πάντα σοι πρήσσοντι ἐν φλεγμασίῃ ὁ σκίρρος ἐμμένῃ καὶ πυρὶ ἰκέλοισι χρέο ἐς μάλθαξιν τῆς σκληρίας, τέγξεσι δι᾽ ὀξέος καὶ ἐλαίου, καὶ μέλιτος· ἀντὶ δὲ εἰρίων πτύγματα ἔστω ἀπὸ λίνου. ἐμπάσσειν ὧδε τῆς μυροβαλάνου σεσησμένης, ἐπιπλάσμασί τε τοῖσι μαλθακωτάτοισι.
 
==ΒΙΒΛΙΟΝ Β΄==