Χρονίων νούσων θεραπευτικόν: Διαφορά μεταξύ των αναθεωρήσεων

Περιεχόμενο που διαγράφηκε Περιεχόμενο που προστέθηκε
Γραμμή 66:
 
ἐπὶ δὲ τοῖσι πόνοισι τοῖσδε ἐς ἀνάληψιν ἄγειν. μετεξετέροισι γὰρ ἐς μὲν τὸν τῆς ἰητρείης καιρὸν ἡ νοῦσος ἐξ ἕδρης δὲ ἐκινήθη· ἢν δὲ ἐς ἀνάπλασιν σαρκῶν καὶ δυνάμιος ὥνθρωπος ἥκῃ, ξυναπηλάθη πάντα τῆς νούσου τὰ ἴχνια. δύναμις μὲν γὰρ φύσιος ὑγείαν τίκτει, ἀσθένεια δὲ νοῦσον. ἀπίτω ὦν ἐς ἀνάληψιν ὁ νοσέων, πεφυκόσι θερμοῖσι ὕδασι ἐνδιαιτώμενος. καὶ γὰρ τὰ ἐν τοῖσδε φάρμακα ὀνηϊστὰ, ἄσφαλτος, ἢ θεῖον, ἢ στυπτηρίη, πολλὸν πλεῦνες τουτέων ἄλλαι δυνάμιες. ἀγαθὸν μὲν γὰρ ὑγρασίη ἐξ αὐχμοῦ τῆς νούσου καὶ ταλαιπωρίῃ τῆς ἰήσιος· ἀραιαὶ δὲ καὶ μαλθακαὶ σάρκες ῥηϊσταὶ πρὸς ἄφεσιν τοῦ νοσήματος· ξηραὶ δὲ καὶ πυκναὶ τοῖς μελαγχολῶσι αἱ σάρκες. ἄλειμμα λιπαρὸν ἅμα τρίψιος εὐαφοῦς, πολλῷ τῷ λίπαϊ δέχοντα... ἄρτοι πλυτοὶ, ξύν τινι γλυκεῖ, σιραίῳ τῷ Κρητικῷ καὶ σκυβελιτῇ τῷ Παμφύλῳ. ἢ οἶνος καὶ μέλιμίξιος παλαιῆς· ὠῶν, καὶ ψυχροτέρων καὶ θερμῶν, τῶν γυμνῶν ἀπὸ τοῦ ὀστρακώ δεος· κρεῶν, τὰ μὴ πίονα καὶ σμηγματώδεα· συῶν μὲν πόδες, καὶ τὰ τῆς κεφαλῆς, πτηνῶν τὰ πτερὰ ἀπίονα· θηρίων, λαγωῶν, δορκάδων, πτωκός· ὀπώρης, ὁκοῖόν τι ἄριστον ᾖ, ἐπὶ τῇ τοῦ στομάχου ἀναφορῇ προμηθέεσθαι πρὸ τῆς τροφῆς, ὅκως μὴ καταποθεὶς ἀνεμῆται. διδόναι ὦν πρὸ πάντων σιτίων μελίκρητον, κυάθου ἥμισυ, καὶ πιόντα ἐξεμέειν ἐς τὴν τοῦ στομάχου κάθαρσιν. ὧδε γάρ σοι ἡ τροφὴ ἑδραίη μένει· φάρμακα δὲ τῶν ἀναγκαίων καθαρτήρια, πίτυος καρπὸς καὶ κνίδης, τῶν σπερμάτων τοῦ κοκκάλου, καὶ πεπέριος, ἀμυγδάλων αἱ πικραὶ, καὶ μέλι ᾖ τῷδε ἡ ξύστασις· ἢν δὲ ξηρῆναι θέλῃς, ἄριστον σμύρνα, καὶ ἴρεως ἡ ῥίζα, καὶ τὸ διὰ τῶν θηρίων φάρμακον, καὶ ἡ τοῦ Βηστίνου, καὶ Μιθριδάτου, καὶ ἄλλαι μυρίαι· ἐπιθήματα δὲ, ἡ τῶν ἐπιπλασμά των ὕλη, μελίλωτον, καὶ μήκωνες, καὶ τερμίνθου δάκρυον, καὶ ὕσσωπον, καὶ λίπας τὸ ἀπὸ ῥόδων, ἢ τῆς οἰνάνθης. κηρὸς δὲ τουτέων πάντων πάγος. ἄλειμμα λιπαρόν· αἰῶραι· περίπατοι· ἄλλ᾽ ὅσα σαρκῶν τε ἀνάπλασιν ποιέεται καὶ δυνάμιος ἰσχὺν, καὶ τῆς φύσιος ἐς τὸ ἀρχαῖον ἀποκατάστασιν.
 
===...Κεφ. η΄. Θεραπεία Φθίσιος===
ὅκως ἐν νηϊ καὶ γαλήνῃ. καὶ γὰρ, εἰ εὐτυχοίη ὁ νοσέων, ἐν θαλάσσῃ γίγνοιτ᾽ ἂν αἰώρη καὶ βιοτή. καὶ γάρ τι ξηρὸν ἐς τὰ ἕλκεα ξυνδίδωσι ἅλμη· ἀπὸ δὲ τῆς αἰώρης ἐφησυχάσαν τα χρίεσθαι νῦν λιπαρῷλίπαϊ, ἐπὶ τῇσι τρίψεσι ἐξεχὲς καταιον ούμ ενον... ἀπ᾽ ὀλίγου ἐκ προσαγωγῆς, ἐς κοτύλας πέντε, ἢ ἓξ, ἢ πολλόν τι πλεῖον· ἢν δὲ μὴ, ὁκόσον τις δύνηται· πολλάκι γὰρ τόδε μοῦνον ἀντὶ πάσης τροφῆς ἤρκεσε· γάλα δὲ ἡδὺ μὲν προσάρασθαι· πιεῖν δὲ ῥήϊστον, στερεὸν θρέψαι, καὶ τροφῆς ἁπάσης ἐκ παιδὸς ξυνηθέστερον· ἰδεῖν δὲ τερπνὸν τῇ χροιῇ· φάρμακον δὲ ἀρτηρίῃ ἄκερχνον, διαπτερῶσαι βρόγχον, ἄγειν φλέγμα, εὔπνοον, ὀλισθηρὸν δὲ τὴν κάτω διέξοδον· ἕλκεσι δὲ φάρμακον γλυκὺ καὶ ἄλλου παντὸς εὐμενές τερον. ἢν μὲν ὦν τις πολλὸν τοῦδε πίνῃ, οὐδεμίης τροφῆς ἄλλης χρέος. ἀγαθὸν γὰρ ἐν νούσῳ ἔνι φάρμακον γάλα τωὐτὸν γίγνεσθαι καὶ τροφήν. καὶ γὰρ ἀνθρώπων τῶν γαλακτο φάγων τὰ ἔθνεα σῖτον οὐκ ἔδει· ἄριστον δὲ ξὺν γάλακτι, καὶ πολτοὶ, καὶ ἰτρία, καὶ χόνδροι πλυτοὶ, καὶ ὁκόσα ἐδεστὰ ἐκ γάλακτος γίγνεται. καὶ τροφῆς ἢν ἑτέρης δέῃ, ἔστω ὁμοίη, πτισάνης ὁ χυλὸς, εὔπεπτος, λιτή· χρὴ δὲ τοσόνδε ἡδύνθαι, ὁκόσον ῥυμφάνεσθαί ἐστι ῥηΐστη· ἢν καὶ τῶν ἐς ἡδονήν τι λαμβάνῃ, καὶ τόδε ἔστω φάρμακον, λιγυστι κοῦ κόμην, γλήχωνα, ἡδύοσμον, ἁλῶν βραχὺ, ὄξος, ἢ μέλι. ἢν μὲν στόμαχος ἀπεπτέῃ, τόδε παρέχειν· ἢν δὲ μηδὲν ὅδε προσαναγκάζῃ, πάντων ἐστὶ πτισάνη κρέσσων· ἔξεστι δὲ τὴν πτισάνην ἐς χόνδρον ἀλλάξαι· ἀφυσότερος γὰρ, καὶ εὐπεπτότερος καὶ σμηγματώδης ἢν ὡς πτισάνη πτίσθῃ. ἐν τῇσι ὑγροτέρῃσι ἀναγωγῇσι κύαμος καθαίρει ἕλκεα, ἀλλ᾽ ἔστι φυσώδης. πισὸς καὶ ὦχρος, ὁκόσον ἀφυσότερα, τοσόνδε ἑλκέων ἀκαθαρτότερα. ξυντεκμαιρόμενον ὦν πρὸς τὰ παρέοντα, τοῖσδε χρῆσθαι· ὄψα δὲ αὐτέων, ἅσσα καὶ ἐπὶ πτισάνῃ λέλεκται· ὠὰ δὲ ἐκ πυρὸς μὲν ὑδαρέα, θερμά· ἄριστον δὲ ἐκ ζῴων ἀρτίτοκα, πρὶν τὴν ...
 
==ΒΙΒΛΙΟΝ Β΄==