Χρονίων νούσων θεραπευτικόν: Διαφορά μεταξύ των αναθεωρήσεων

Περιεχόμενο που διαγράφηκε Περιεχόμενο που προστέθηκε
Γραμμή 58:
 
βιοτεύειν δὲ χρὴ ἐν χώρῃσι θερμῇσι, ξηρῇσι. ψυχρὸν γὰρ, καὶ ὑγρὸν, ἡ νοῦσος.
 
===Κεφ. ε΄. Θεραπεία Μελαγχολίης===
 
χρεὼ βουλῆς ἀμφὶ αἵματος ἀφαιρέσιος ἐν τοῖσι μελαγχολικοῖσι, ἀφ᾽ οὗ γίγνεται ἡ νοῦσος, ἀλλὰ καὶ κακοχυμίης, οὐδ᾽ ἐπὶ σμικρῷ τῷ πλήθεϊ· ἢν μὲν ὦν ἡλικίης νέης λάβηται καὶ ὥρης ἐαρινῆς, τάμνειν φλέβα τὴν ἐπ᾽ ἀγκῶνι τῷ δεξιῷ μέσην, ὅκως ἀπὸ τοῦ ἥπατος εἴη ἐπίκαιρος ἡ ῥοή. τόδε γὰρ τὸ σπλάγχνον αἵματος αἱ πηγαὶ, χολῆς δὲ ἡ γένεσις, ἄμφω μελαγχολίης ἡ τροφή· τάμνειν δὲ κἢν ἰσχνοὶ ἔωσι, καὶ λείφαιμοι· σμικρὸν δὲ ἀφαιρέειν, ὁκόσον αἴσθοιτο τομῆς ἡ δύναμις· οὐκ ἐλεγχθείη δὲ ἐπὶ τῷ τόνῳ. καὶ γὰρ εἰ παχὺ, καὶ χολῶδες, καὶ πεπηγὸς εἴη τὸ αἷμα, καὶ μέλαν ὅκως ἀμόργη, ἀλλὰ τόδε ἐστὶ τῆς φύσιος ὁ χῶρος καὶ ἡ τροφή. ἢν ὦν τοῦ δέοντος πολλὸν ἀφέλῃς, ἀτροφίῃ ἡ φύσις ἐξίσταται τῆς ἕδρης· ἢν δὲ πολύαιμος ᾖ, τὰ πολλὰ μὲν οὐ κάρτα γίγνεται πονηρόν· τάμνειν δὲ τὴν φλέβα· καὶ μὴ αὐτῆμαρ ὁκόσον χρὴ ἀφαιρέειν, ἀλλ᾽ ἐκ διαστάσιος· καὶ αὐτῆμαρ δέ· τὸ δὲ πλῆθος δηλώσουσιν αἱ δυνάμιες. μεσηγὺ δὲ, ἁδροτέρως διαιτᾶν ἐς ἄλλης κενώσιος ὑπομονήν. χρὴ γὰρ καὶ τῷ στομάχῳ ἀρήγειν, καὶ τῷ νοσέοντι καὶ κάμνοντι, τῷδε τῆς μελαίνης χολῆς ἐγκεομένης. ἐπίπροσθεν μιῆς ἡμέρης λεπτῶς διατηθέντι, μέλανος ἐλλεβόρου δοτέον ξὺν μελικρήτῳ, σταθμοῦ ὁκόσον ὁλκὰς δύο. ὑπάγει γὰρ ὅδε μέλαιναν χολήν· ἀτὰρ καὶ τοῦ θύμου τοῦ Ἀττικοῦ ἡ κόμη, καὶ ἥδε ἄγει μέλαιναν χολήν· ἄριστον δὲ ξυμμίσγοντα διδόναι ἑκάστου μέρος ἓν ἐς ὁλκὴνδύο ἀμφοῖν. λούειν τε ἀπὸ τῆς καθάρσιος, καὶ οἴνου βραχὺ διδόναι, καὶ τῆς ἄλλης τῆς ἐν τῇ τροφῇ χάριτος. στομάχου γὰρ τῇ δυνάμει καματηρὸν ἡ κάθαρσις. μεταβαίνειν αὖθις ἐπὶ τὰ μέσα· ἄχρι δὲ προχαλάσαντα ἐπιπλάσματι καὶ τέγξι, σικύην πρὸς τὸ ἧπαρ καὶ τὴν κοιλίην, ἢ τὸ στόμα ταύτης, προσβάλλειν. ἥδε γὰρ ἡ ἀφαίρεσις πολλόντι ἐπικαιροτέρη τῆς φλεβοτομίης· προσβάλλειν δὲ καὶ τοῖσι μεταφρένοισι μεσηγὺ τῶν ὠμοπλατέων· ἐνταῦθα τοῦ στομάχου ἐστὶ ἡ πρόσφυσις. εἶτ᾽ αὖθις ἐπανατρέφειν, καὶ ἢν τῇ διαίτῃ βλαστηθῇ ἡ δύναμις, τὴν κεφαλὴν ξυρέειν· ἔπειτα σικύην τῇ κεφαλῇ προσβάλλειν, καὶ γὰρ ἡ πρώτη καὶ μεγίστη τῆς νούσου ἐν τοῖσι νεύροισι αἰτίη. ἀλλ᾽ οὐδὲ αἱ αἰσθήσιες ἔασι ἀσινέες, ἐκεῖθεν γάρ σφεων ἡ ἀπόστασις καὶ ἡ ἀρχή. ξυντρέπονται ὦν καὶ αἵδε, κοινωναὶ οὖσαι τῆς πάθης· μετεξέτεροι δὲ καὶ παραισθάνονται, παραφορῇ τῆς αἰσθήσιος· χρὴ δὲ μάλιστα τῷ στομάχῳ ἀρήγειν, καὶ τοῦδε νοσέοντος, καὶ ἐν τῷδε τῆς μελαίνης χολῆς ἐγκεομένης. πιπίσκειν ὦν χρὴ τοῦ χυλοῦ τοῦ ἀψινθίου ξυνεχῶς, ἀπὸ σμικροῦ τοῦ μεγέθεος ἄχρι κυάθου. κώλυμα γὰρ τόδε χολῆς γενέσιος. ἀγαθὸν δὲ καὶ ἀλόη, ἥδε γὰρ ὑπάγει εἰς τὸ κάτω ἔντερον τὴν χολήν. ἢν μὲν ὦν νεότοκον τὸ πάθος ᾖ, καὶ μὴ πολλὸν ὥνθρωπος ἐκτραπῇ, οὐκ ἄλλης μὲν ἐπὶ τοῖσι ἰήσιος, τῆς δὲ λοιπῆς διαίτης χρέος, ἔς τε ἀνάληψιν τῆς ἕξιος, καὶ ἐς κάθαρσιν ἀκριβέα τοῦ πάθεος, καὶ ἰσχὺν τῆς δυνάμιος, ὡς μὴ παλινδρομέωσι αἱ νοῦσοι· φράσω δὲ αὖθις τὴν ἐν τῇ ἀναλήψι βιοτήν.
 
ἢν δὲ ἐπὶ τοῖσδε σμικρόν τι ὑποπτώξασα ἡ νοῦσος παλίνορσος ὀφθῇ, μεζόνων ἀκέων χρέος. μὴ ὦν ἀμβολὴ χρόνου γιγνέσθω· ἀλλ᾽ ἢν ἐπὶ σχέσι γυναικὸς καταμηνίων, ἢ ἀνδρὸς αἱμορροΐδων ῥόου, ἡ νοῦσος παρῇ, ἐρεθίζειν τὰ χωρία, προχέειν τι τοῦ ξυνήθεος· ἢν δὲ μέλλῃ καὶ μὴ ἥκῃ, ἄλλῃ πη τοῦ αἵματος μεταρρυέντος, ἐπισπέρχῃ δὲ ἡ νοῦσος, κενώσιας ποιέεσθαι αὐτῷ, ἡγεόμενον ἀπὸ τῶν σφυρῶν. κἢν μὴ ἐς ὅσον χρὴ ἐντεῦθεν ἀφέλῃς, καὶ τὴν ἐπ᾽ ἀγκῶνι τάμνειν φλέβα. μεσηγὺ δὲ τριῶν ἢ τεσσάρων ἡμερῶν ἀναθρέψ ιος τὴν ἱερὴν τὸ καθαρτήριον φάρμακον πιπίσκειν· ἔπειτα σικύην τοῖσι μέσοισι προσβάλλειν, τῷ ἥπατι ἐγχρίμπτοντα, πρήσσειν τε τὰ ἔργα ᾗ τάχος ἀνύοντα. σμικροῖσι μὲν γὰρ ἄκεσι οὐ πείθεται. κἢν ἐς τὰ μεγάλα δηθύνῃ, ἐν ἕδρῃ ἵζει ἡ μελαγχολίη· καὶ ἢν πάντη τοῦ σώματος ἐνοικήσῃ, αἰσθήσεσι, γνώμῃ, αἵματι, χολῇ, λάβηται δὲ καὶ νεύρων, αὐτή τε ἐς ἀνήκεστον τρέπεται, ἐντίκτει τε τῷ σκήνεϊ ἑτέρων νοσημάτων τόκους, σπασμοῦ, μανίης, παραλύσιος· κἢν ἐκ μελαγχολίης τάδε γίγνηται, τὰ ἐπιγιγνόμενα ἀνήκεστα. ἐλλεβόρῳ ὦν χρέεσθαι ἐς ἴησιν τοῦ κακοῦ. ἐπίπροσθεν δὲ τοῦ ἐλλεβόρου χρὴ τόν τε στόμαχον μελετῆσαι ἐξεμέειν, καὶ τὰ ὑγρὰ λεπτῦναι, καὶ τὸ σκῆνος εὔροον ποιέειν· ἔμετοι δὲ τάδε πρήσσουσι, ἄλλοτε μὲν οἱ νήστιες, ἄλλοτε δὲ ῥαφανῖδες. φράσω δὲ τόν τε τρόπον καὶ τὴν ὕλην· φράσω δὲ καὶ τοῦ ἐλλεβόρου τὰ εἴδεα, καὶ τῆς χρήσιος τοῦς τρόπους, καὶ ὅκως προευκρινῆσαι ἕκαστον χρὴ, καὶ ὅκως ἐν τοῖσι ἐμέτοισι ἀρήγειν. ἄπιστον, ἐπὶ τοῖσδε εἰ μὴ ἐλύθη ἐς τὸ πάμπαν ἡ νοῦσος, ἢ πολλῶν ἐτέων ἔσχε διαλείψιας. τὰ πολλὰ γὰρ τοῦδε ἀπότοκοι μελαγχολίαι· ἢν δὲ ἔμπεδος δε, μὴ ἤδη περιμένειν. χρὴ ὦν τὰ ἐς τὸν ἐλλέβορον ἅπαντα πρήσσειν. ὑγιέας μὲν ὦν ἅπαντας ποιέειν ἀδύνατον τοὺς νοσέοντας· ᾖ γὰρ ἂν ἰητρὸς κρέσσων θεοῦ. ἀπονίην δὲ καὶ διαλείψιας καὶ νούσων ἐπικρύψιας, δρῆν θέμις ἰητρόν. ἢ ὦν ἀπαυδῆν ἐπὶ τοῖσδε καὶ ἀπαρνεῖσθαι, προϊσχομένους τὸ ἄναλθες, ἢ καὶ ἐς τέλος τοῖσι ἔργοισι ὁμιλέειν· διδόναι δὲ καὶ τῆς ἱερῆς τῆς δι᾽ ἀλόης ἄλλοτε καὶ ἄλλοτε· καίριον γὰρ φάρμακον τῆς μελαγχολίης τόδε, στομάχου, καὶ ἥπατος, καὶ χολῆς καθάρσιος ἄκος ἐόν· ἀτὰρ καὶ μαλάχης σπέρματος, ὁκόσον ὁλκῆς δραχμὴν, πιπίσκειν ξὺν ὕδατι, ἄριστον πείρῃ τις ἐπιστώσατο. μυρία δὲ τῶν ἁπλῶν φαρμάκων ἄλλα ἄλλοισι ἔῃ χρηστά.
 
ἐπὶ δὲ τοῖσι πόνοισι τοῖσδε ἐς ἀνάληψιν ἄγειν. μετεξετέροισι γὰρ ἐς μὲν τὸν τῆς ἰητρείης καιρὸν ἡ νοῦσος ἐξ ἕδρης δὲ ἐκινήθη· ἢν δὲ ἐς ἀνάπλασιν σαρκῶν καὶ δυνάμιος ὥνθρωπος ἥκῃ, ξυναπηλάθη πάντα τῆς νούσου τὰ ἴχνια. δύναμις μὲν γὰρ φύσιος ὑγείαν τίκτει, ἀσθένεια δὲ νοῦσον. ἀπίτω ὦν ἐς ἀνάληψιν ὁ νοσέων, πεφυκόσι θερμοῖσι ὕδασι ἐνδιαιτώμενος. καὶ γὰρ τὰ ἐν τοῖσδε φάρμακα ὀνηϊστὰ, ἄσφαλτος, ἢ θεῖον, ἢ στυπτηρίη, πολλὸν πλεῦνες τουτέων ἄλλαι δυνάμιες. ἀγαθὸν μὲν γὰρ ὑγρασίη ἐξ αὐχμοῦ τῆς νούσου καὶ ταλαιπωρίῃ τῆς ἰήσιος· ἀραιαὶ δὲ καὶ μαλθακαὶ σάρκες ῥηϊσταὶ πρὸς ἄφεσιν τοῦ νοσήματος· ξηραὶ δὲ καὶ πυκναὶ τοῖς μελαγχολῶσι αἱ σάρκες. ἄλειμμα λιπαρὸν ἅμα τρίψιος εὐαφοῦς, πολλῷ τῷ λίπαϊ δέχοντα... ἄρτοι πλυτοὶ, ξύν τινι γλυκεῖ, σιραίῳ τῷ Κρητικῷ καὶ σκυβελιτῇ τῷ Παμφύλῳ. ἢ οἶνος καὶ μέλιμίξιος παλαιῆς· ὠῶν, καὶ ψυχροτέρων καὶ θερμῶν, τῶν γυμνῶν ἀπὸ τοῦ ὀστρακώ δεος· κρεῶν, τὰ μὴ πίονα καὶ σμηγματώδεα· συῶν μὲν πόδες, καὶ τὰ τῆς κεφαλῆς, πτηνῶν τὰ πτερὰ ἀπίονα· θηρίων, λαγωῶν, δορκάδων, πτωκός· ὀπώρης, ὁκοῖόν τι ἄριστον ᾖ, ἐπὶ τῇ τοῦ στομάχου ἀναφορῇ προμηθέεσθαι πρὸ τῆς τροφῆς, ὅκως μὴ καταποθεὶς ἀνεμῆται. διδόναι ὦν πρὸ πάντων σιτίων μελίκρητον, κυάθου ἥμισυ, καὶ πιόντα ἐξεμέειν ἐς τὴν τοῦ στομάχου κάθαρσιν. ὧδε γάρ σοι ἡ τροφὴ ἑδραίη μένει· φάρμακα δὲ τῶν ἀναγκαίων καθαρτήρια, πίτυος καρπὸς καὶ κνίδης, τῶν σπερμάτων τοῦ κοκκάλου, καὶ πεπέριος, ἀμυγδάλων αἱ πικραὶ, καὶ μέλι ᾖ τῷδε ἡ ξύστασις· ἢν δὲ ξηρῆναι θέλῃς, ἄριστον σμύρνα, καὶ ἴρεως ἡ ῥίζα, καὶ τὸ διὰ τῶν θηρίων φάρμακον, καὶ ἡ τοῦ Βηστίνου, καὶ Μιθριδάτου, καὶ ἄλλαι μυρίαι· ἐπιθήματα δὲ, ἡ τῶν ἐπιπλασμά των ὕλη, μελίλωτον, καὶ μήκωνες, καὶ τερμίνθου δάκρυον, καὶ ὕσσωπον, καὶ λίπας τὸ ἀπὸ ῥόδων, ἢ τῆς οἰνάνθης. κηρὸς δὲ τουτέων πάντων πάγος. ἄλειμμα λιπαρόν· αἰῶραι· περίπατοι· ἄλλ᾽ ὅσα σαρκῶν τε ἀνάπλασιν ποιέεται καὶ δυνάμιος ἰσχὺν, καὶ τῆς φύσιος ἐς τὸ ἀρχαῖον ἀποκατάστασιν.
 
==ΒΙΒΛΙΟΝ Β΄==