Χρονίων νούσων θεραπευτικόν: Διαφορά μεταξύ των αναθεωρήσεων

Περιεχόμενο που διαγράφηκε Περιεχόμενο που προστέθηκε
Γραμμή 44:
Προπόσιες ὕδατος, ἢ οἴνου ὑδαρέος· ἄριστον εὐτελές· λαχάνων κόμης τὰ μαλθακτήρια, μαλάχης, τεύτλου, βλίτου. ἔμβαμμα εὐστόμαχον, εὔστομον, κοιλίης μαλθακτικὸν, ἀβαρὲς δὲ κεφαλῇ, διὰ θύμου, ἢ θύμβρης, ἢ σινήπιος. ὠῶν τὰ θερμὰ χειμῶνος· θέρεος δὲ τὰ ψυχρὰ, γυμνὰ τοῦ ὀστρακώδεος, μὴ ὀπτά· ἐλαῖαι, φοίνικες, τάριχος ὡραῖον, χόνδρος πλυτὸς, ξύν τινι τῶν γλυκέων, ὁκόσον ἡδῦναι, αἱρετόν. ἐπὶ τοῖσδε ἅλες. ἠρεμίη, ἡσυχίη καὶ ἀκοῆς καὶ λαλιῆς. περίπατοι, ἔνθα ἂν εὔπνοον καὶ εὔχαρι, δένδρεσι, ἢ βοτάνῃσι· ἢν δὲ ἐς δεῖπνον ἥκῃ, μάλιστα μὲν αὖθις ψυχρολουτέειν, σμικρὸν ὑποχρισάμενον λίπαϊ· εἰ δὲ μὴ, σκέλεα μοῦνον. τὸ δεῖπνον σιτῶδες, οἷον ἰτρίον, ἢ ῥόφημα χόνδρου, ἢ πτισάνη ἄφυσος, ἑψήσι εὔπεπτος· φάρμακα δὲ τὰ ἐς ἡδονὴν τῆς πτισάνης, πέπερι, γλήχων, ἡδύοσμον, κρομμύων ἢ πράσων σμικρὸν, μηδὲ ὁκόσον ἐμπλεῦσαι· ὄξεος δὲ τὸ δριμὺ ξύμφορον· κρεῶν τὰ ἐκ πιόνων μὴ πίονα· συῶν πόδες καὶ κεφαλή· πτηνὰ πάντα· τῷ πλήθεϊ δὲ τεκμαίρεσθαι· λαγώς καὶ τὰ θηρευτὰ δέ· ἀλεκτορὶς εὔπορος καὶ ξύμφορος. τράγημα πᾶν κεφαλαλγὲς, πλὴν φοίνικος, ἢ τῶν ὡραίων σύκων, ἢ σταφυλῆς, ἢν ἄφυσος ὥνθρωπος ἔῃ· ἠδὲ πεμμάτων εὔπεπτα, καὶ ἄκνισα, καὶ κοῦφα. περίπατοι· θυμηδία· ἐν ἡσυχίῃ ἐς ὕπνον ἄφεσις.
 
===Κεφ. δ᾽δ΄. Θεραπεία Ἐπιληψίης===
ἀκέων ὅτι περ μέγα καὶ δυνατώτατον ἐς ἐπιληψίην χρέεσθαι. φυγὴ γὰρ οὐ μοῦνον ἐπιπόνου πάθεος καὶ κινδυνώ δεος ἐφ᾽ ἑκάστης ὑπομνήσιος, ἀλλὰ καὶ ἰδέης αἴσχεος, καὶ ὀνείδεος τῆς συμφορῆς. καί μοι δοκέω, εἴπερ εἰς ἀλλήλους ἐν τοῖσι παροξυσμοῖσι ἐνέβλεπο, ὁκόσα πάσχουσι οἱ νοσεῦντες, οὐκ ἂν ἔτι ζώειν τλαῖεν ἄν. ἀλλὰ γὰρ τὰ δεινὰ ἑκάστῳ καὶ τὰ αἰσχρὰ ἀναισθησίη καὶ ἀθεησίη κρύπτει· ξυνομαρτεῖν δὲ τὴν ἰητρείην τῇ ῥαστώνῃ τῆς φύσιος ἄριστον, εὖτε τῇσι μεταβολῇσι τῆς ἡλικίης ἐς μέγα ἀμείβει τὸν ἄνθρωπον. ἢν γὰρ ἡ ξυνήθης τῷ κακῷ δίαιτα, ἐν ᾗ ἐμβιοτεύει ἡ νοῦσος, οἴχετο, οὐκέτι ἐπιφοιτέει ἐς τὸν ἄνθρωπον· ξυναποίχεται γὰρ τῷ πρόσθεν ἡδέϊ.