Χρονίων νούσων θεραπευτικόν: Διαφορά μεταξύ των αναθεωρήσεων

Περιεχόμενο που διαγράφηκε Περιεχόμενο που προστέθηκε
Γραμμή 43:
 
Προπόσιες ὕδατος, ἢ οἴνου ὑδαρέος· ἄριστον εὐτελές· λαχάνων κόμης τὰ μαλθακτήρια, μαλάχης, τεύτλου, βλίτου. ἔμβαμμα εὐστόμαχον, εὔστομον, κοιλίης μαλθακτικὸν, ἀβαρὲς δὲ κεφαλῇ, διὰ θύμου, ἢ θύμβρης, ἢ σινήπιος. ὠῶν τὰ θερμὰ χειμῶνος· θέρεος δὲ τὰ ψυχρὰ, γυμνὰ τοῦ ὀστρακώδεος, μὴ ὀπτά· ἐλαῖαι, φοίνικες, τάριχος ὡραῖον, χόνδρος πλυτὸς, ξύν τινι τῶν γλυκέων, ὁκόσον ἡδῦναι, αἱρετόν. ἐπὶ τοῖσδε ἅλες. ἠρεμίη, ἡσυχίη καὶ ἀκοῆς καὶ λαλιῆς. περίπατοι, ἔνθα ἂν εὔπνοον καὶ εὔχαρι, δένδρεσι, ἢ βοτάνῃσι· ἢν δὲ ἐς δεῖπνον ἥκῃ, μάλιστα μὲν αὖθις ψυχρολουτέειν, σμικρὸν ὑποχρισάμενον λίπαϊ· εἰ δὲ μὴ, σκέλεα μοῦνον. τὸ δεῖπνον σιτῶδες, οἷον ἰτρίον, ἢ ῥόφημα χόνδρου, ἢ πτισάνη ἄφυσος, ἑψήσι εὔπεπτος· φάρμακα δὲ τὰ ἐς ἡδονὴν τῆς πτισάνης, πέπερι, γλήχων, ἡδύοσμον, κρομμύων ἢ πράσων σμικρὸν, μηδὲ ὁκόσον ἐμπλεῦσαι· ὄξεος δὲ τὸ δριμὺ ξύμφορον· κρεῶν τὰ ἐκ πιόνων μὴ πίονα· συῶν πόδες καὶ κεφαλή· πτηνὰ πάντα· τῷ πλήθεϊ δὲ τεκμαίρεσθαι· λαγώς καὶ τὰ θηρευτὰ δέ· ἀλεκτορὶς εὔπορος καὶ ξύμφορος. τράγημα πᾶν κεφαλαλγὲς, πλὴν φοίνικος, ἢ τῶν ὡραίων σύκων, ἢ σταφυλῆς, ἢν ἄφυσος ὥνθρωπος ἔῃ· ἠδὲ πεμμάτων εὔπεπτα, καὶ ἄκνισα, καὶ κοῦφα. περίπατοι· θυμηδία· ἐν ἡσυχίῃ ἐς ὕπνον ἄφεσις.
 
===Κεφ. δ᾽. Θεραπεία Ἐπιληψίης===
ἀκέων ὅτι περ μέγα καὶ δυνατώτατον ἐς ἐπιληψίην χρέεσθαι. φυγὴ γὰρ οὐ μοῦνον ἐπιπόνου πάθεος καὶ κινδυνώ δεος ἐφ᾽ ἑκάστης ὑπομνήσιος, ἀλλὰ καὶ ἰδέης αἴσχεος, καὶ ὀνείδεος τῆς συμφορῆς. καί μοι δοκέω, εἴπερ εἰς ἀλλήλους ἐν τοῖσι παροξυσμοῖσι ἐνέβλεπο, ὁκόσα πάσχουσι οἱ νοσεῦντες, οὐκ ἂν ἔτι ζώειν τλαῖεν ἄν. ἀλλὰ γὰρ τὰ δεινὰ ἑκάστῳ καὶ τὰ αἰσχρὰ ἀναισθησίη καὶ ἀθεησίη κρύπτει· ξυνομαρτεῖν δὲ τὴν ἰητρείην τῇ ῥαστώνῃ τῆς φύσιος ἄριστον, εὖτε τῇσι μεταβολῇσι τῆς ἡλικίης ἐς μέγα ἀμείβει τὸν ἄνθρωπον. ἢν γὰρ ἡ ξυνήθης τῷ κακῷ δίαιτα, ἐν ᾗ ἐμβιοτεύει ἡ νοῦσος, οἴχετο, οὐκέτι ἐπιφοιτέει ἐς τὸν ἄνθρωπον· ξυναποίχεται γὰρ τῷ πρόσθεν ἡδέϊ.
 
ἢν ὦν τῆς κεφαλῆς λάβηται, ἐνοικέει· τῇδε ἅπαντα χρὴ πρήσσειν, ὁκόσα μοι ἀμφὶ κεφαλαίης λέλεκται, ἀμφί τε τὰς τοῦ αἵματος ἀφαιρέσιας, — ἠδ᾽ ἀμφὶ τὰς καθάρσιας,— φλεβῶν τῶν ἐπ᾽ ἀγκῶνος, μετώπου τῆς ὀρθίας, σικύης· τὰς δὲ ἀφαιρέσιας μὴ μέσφι λειποθυμίης ποιέεσθαι, πρόκλησις γὰρ τοῦ πάθεος λειποθυμίη· ἀρτηρίας τάμνειν ἁπάσας, τάς τε ὤτων πρόσω τε καὶ ὀπίσω· καθάρσιας δὲ ποιέεσθαι ἐξοχέας τουτέων πάντων, τῇ ἱερῇ τῷ καθαρτηρίῳ καὶ τῆς κεφαλῆς τοῖσι ἄγουσι φλέγμα· πολλῷ δὲ δυνατώτερα ἔστω φάρμακα· φέρει γὰρ ἡ ἕξις τῶνδε τοὺς πόνους· εὐθυμίη δὲ καὶ εὐελπιστίη τίθησι τοὺς νοσέοντας τλήμονας. χρεὼν καὶ πῦρ φέρειν ἐς τὴν κεφαλήν· ἀνύει γάρ. τετρῆναι δὲ χρὴ πρῶτα τὸ ὀστέον μέχρι διπλόης, ἔπειτα κηρωτῇσι καὶ ἐπιπλάσμασι χρέεσθαι. ἔς τ᾽ ἂν ἡ μῆνιγξ τῶν ὀστέων ἀποστῇ, τερέτρῳ χρὴ περικόπτειν τὰ γυμνὰ ἢν ἔτι σμικρὰ ἀντέχῃ μέχρι αὐτομάτου ἀποσπάσιος, ὅτε μέλαινά κοτε τουτέων καὶ παχείη εὑρεθῇ ἡ μῆνιγξ· καὶ ἐπὴν ἐς μύδησιν, ἢ καὶ κάθαρσιν, τοῦ ἰητροῦ εὐτόλμως ἀκεομένου, ἐς ὠτειλὴν ξυμβῇ τὸ τρῶμα, ὥνθρωπος ἐξῆλθε τῆς νούσου. ἐπὶ πᾶσι, φοινίξιες κεφαλῆς, ξυνήθεες μὲν, ὁκόσαι μοι ἐν τοῖσι πρόσθεν εἰρέαται· δυνατωτέρη δὲ ἡ διὰ τῶν κανθαρίδων· χρὴ δὲ ἐπίπροσθεν τῆς χρήσιος, τριῶν ἡμερῶν πίνειν γάλα ἐς τὴν τῆς κύστιος φυλακήν. κανθαρί δες γὰρ κάρτα σίνονται κύστιν. τάδε μὲν ὦν ἢν κεφαλὴ πεπόνθῃ.
 
ἢν δὲ τὰ μέσα εἰσάγῃ τὴν αἰτίην καὶ τάδε ἐπάγει τὴν νοῦσον, — ἥκιστα δὲ τάδε γίγνεται· ξυμπαθέει γὰρ κεφαλῇ τὰ μέσα μᾶλλον, ὡς ἐπὶ μεγάλῳ κακῷ, ἥπερ ἀρχὴ τῆς νούσου, — ὅκως δ᾽ οὖν ἴσχῃ, φλέβα τάμνειν τὴν ἐπ᾽ ἀγκῶνι καὶ ἐπὶ τῶνδε· ἀπὸ σπλάγχνων γὰρ ἡ ῥοή· ἀτὰρ καὶ καθαίρειν τούσδε μᾶλλον τῶν ἄλλων, καὶ τῇ ἱερῇ, καὶ κνεώρῳ, καὶ κόκκῳ κνίδης· τάδε γὰρ φλεγμάτων ἀγωγά. τὸ δὲ καίριον αὐτέων ἡ σικύη· ἐπιθημάτων δὲ, καὶ ἐπιπλασμάτων, ὁ φόρτος εὔδηλος, καὶ πάντη γράφειν περιττὸν, εἰ μὴ ὁκόσον δύναμιν αὐτέων γινώσκειν, ὅτι χρὴ τοῖσδε λεπτῦναι, διαπνεῦσαι, εὔροα καὶ εὔπνοα ποιέειν· καὶ πεπτηρίοισι φαρμάκοισι, θερμοῖσι, ξηροῖσι, καὶ οὔρων ἀγωγοῖσι χρεόμενον, καὶ ἐν τροφῇ καὶ ἐν φαρμακίῃ· κρέσσον δὲ πάντων κάστορος ὄρχις, πινόμενος ἐν μελικρή τῳ πολλάκις τοῦ μηνὸς, ὁκόσα τε ποικίλα φάρμακα τωὐτὸν πρήσσει, ἡ διὰ τῶν θηρίων ποικίλη, καὶ ἡ τοῦ Μιθριδάτεω ἐπιποικιλωτέρη· πίνειν δὲ καὶ τὴν Βηστίνου· εὔπεπτα γὰρ καὶ εὔχυμα ταῦτα καὶ οὔρων ἀγωγά. ὁκόσα γὰρ χρὴ γράφειν τῶν ἁπλῶν φαρμάκων, αἵδε ἔχουσι αἱ δυνάμιες, κιννάμωμον καὶ κασίην, φύλλα τὰ μαλαβάθρου, καὶ πεπέριος καὶ σεσέλιος πάσας ἰδέας. καὶ τί γὰρ οὐκ ἂν εὕροις ἐν τοῖσδε τῶν δυνατωτάτων; λόγος, ὅτι καὶ γυπὸς ἐγκέφαλος καὶ αἰθυίης ὠμῆς κραδίη, καὶ αἱ κατοικίδιοι γαλέαι βρωθέντες λύουσι τὴν νοῦσον· ἐγὼ δὲ τῶνδε μὲν οὐκ ἐπειρήθην· ἐθεασάμην δὲ ἀνθρώπου γε νεοσφαγέος ὑποθέντας φιάλην τῷ τρώματι καὶ ἀρυσαμένους τοῦ αἵματος πίνοντας. ὢ τῆς παρεούσης μεγάλης ἀνάγκης, τλῆναι κακὸν ἀκέσασθαι μιάσματι κακῷ· εἰ δὲ καὶ ὑγιέες ἐκ τούτου ἐγένοντο, ἀτρεκὲς οὐδεὶς ἔχει μοι λέγειν· ἄλλη δέ τις γραφὴ ἔφραζεν, ἧπαρ ἀνθρώπου φαγεῖν. ἀλλὰ τάδε μὲν γεγράφθω τοῖσι μέχρι τῶνδε τλήμοσι.
 
Προσαρήγειν δὲ καὶ τῇ διαίτῃ, καὶ ἑκάστοισι τῶν γινομένων, ἢ δι᾽ ἄλλων, ἢ δι᾽ αὐτοῦ. νῦν δὲ χρὴ οὐδὲν ὑπερορῆν, μηδὲ πρήσσειν τι εἰκῆ, μάλιστα μὲν ἐφ᾽ ἑκάστοισι σμικροῖσι πάντως ὠφελεῦν τα· ἢν δὲ μὴ, βλάπτοντα μηδέν. καὶ γὰρ ὁρήματα ὁκόσα μὴ θηητὰ, καὶ ἀκούσματα, καὶ γεύματα, καὶ θυητὰ μυρία ἐλέγχει τὴν νοῦσον. φράζεσθαι ὦν περὶ πάντων μάλα. ὕπνος πολλὸς, παχυτὴς, ἀργίη, ὀμίχλη τῆς αἰσθήσιος· ἀγαθὸν δὲ ξυμμετρίη· κοιλίης ἔκκρισις ἐπὶ τοῖσι ὕπνοισι ἄριστον, μάλιστα πνευμάτων καὶ φλεγμάτων. περίπατοι μακροὶ, εὐθέες, ἀνέλικτοι, εὔπνοοι, ὑπὸ δένδρεσι μὲν μυρσίνης, ἢ δάφνης, ἢ τοῖσι δριμέσι, καὶ εὐώδεσι βοτάνῃσι δὲ, καλαμίνθῃ, γλήχωνι, θύμῳ, ἡδυόσμῳ· μάλιστα μὲν τοῖσι ἀγρίοισι, αὐτομάτοισι· ἢν δὲ μὴ, κἀν ποιητοῖσι· ἐν τοῖσι καὶ αἰῶραι μακραὶ καὶ αἵδε εὐθέες· ὁδοιπορίῃσι καλὸν χρέεσθαι, μὴ παρὰ ποταμὸν εἰς τὸ ῥεῦμα ἐνορῆν, ῾ἰλίγγων γὰρ ποιητικὸν ῥόος,᾿ μηδὲ ἐς κύκλον στρωφώμενον, μηδὲ βέμβικα δινεύμενον. ἀσθενέστερος γὰρ ἑδραῖον ἱστάναι τὸ πνεῦμα· ξυνελίσσεται γὰρ τῷ κύκλῳ. δίνησις δὲ σκοτώματος καὶ τῆς ἐπιληψίης πρόκλησις· ἀπὸ δὲ τῆς αἰώρης, περίπατος ἠρεμαῖος· ἔπειτα ἡ ἡσυχίη, ἐς ἀποκατάστασιν τοῦ ἐν τῇ αἰώρῃ ταράχου· γυμνάσια δὲ ἐπὶ τούτοισι πρὸς χεῖρας, τριβέντων τῶν ἄκρων ἀφ᾽ ἡμιτυμβίου λινοῖσι ὠμοῖσι· ἄλειμμα μὴ κάρτα λιπαρόν· τρῖψις ἐν μελλήσει μὲν οὖσα, σκληροτέρη δ᾽ ἐς πύκνωσιν· οἰδαλέοι γὰρ καὶ παχέες οἱ πλεῖστοι. μεσηγὺ δὲ ὅλης τῆς τρίψιος κεφαλὴ ὀρθίη τετρίφθω. γυμνάσια τὰ εἰς τὸν αὐχένα καὶ ὤμους· χειρονομίη· πάντα ὁκόσα μοι ἐπὶ σκοτωματικῶν λέλεκται. ἅλις δὲ ἐνθάδε τοῦ ἐκεῖ φόρτου. πλὴν ὁκόσα ὀξύτερα χρὴ τὰ τῶνδε γυμνάσια ἔμμεναι ἐς ἱδρῶτα καὶ θέρμην. τάδε γὰρ πάντα λεπτύνει. ἀτὰρ καὶ ἐν τῷ παντὶ βίῳ χρὴ ὀξυθυμίην ἀόργητον ἐμποιέειν.
 
τροφαὶ πᾶσαι παχέεσι ὀσπρίοισι, κακόν· σιτώδεις δὲ, ἄρτοι ξηρότεροι, χόνδροι πλυτοὶ, καὶ τὰ ἐκ τῶνδε ῥοφήματα· τὰ δὲ ἐς ἡδονὴν φάρμακα ταὐτὰ τοῖς πρόσθεν. τῶν δριμέων δὲ νῦν ἔστω πλεῦνα, πεπέριος, ζιγγιβέριος, λιγυστικοῦ. ἐμβάμμα τα δὲ, δι᾽ ὄξεος καὶ κυμίνου, καὶ ἡδέα καὶ χρήσιμα. κρεῶν μάλιστα μὲν ἀπείρχθω πάμπαν· εἰ δὲ μή γε, ἐν τῇ θεραπείῃ· ἐς δὲ τὴν ἀνάληψιν ἔστω ὁκόσα κοῦφα ᾖ φύσι, οἷόν τι τὰ πτηνὰ, πλὴν νήσσης· καὶ τῇ πέψι, ὅκως λαγωοὶ, ὑῶν πόδες, τάριχος· καὶ ἐπὶ τοῖσι, δίψος ἀγαθόν. οἴνου ὀλιγοποσίη, λευκοῦ, λεπτοῦ, εὐώδεος, οὐρεομένου· λαχάνων ἑφθῶν, ὁκόσα ἐς δύναμιν δριμέα λεπτῦναι, οὖρα κινῆσαι, ὁκοῖόν τι κράμβη, ἀσπάραγος, κνίδη· ὠμῶν δὲ θριδακίνη ἐφ᾽ ὥρᾳ· σίκυος δὲ καὶ πέπων ἀνδρὶ μὲν κρατερῷ περιττὰ, τισὶ δὲ δοτέον μέσφι γεύσιος. κακὸν γὰρ τῶνδε ἡ πληθὺς, ψυχρῶν ἐόντων καὶ ὑγρῶν. σύκου χλωροῦ καὶ σταφυλῆς ἡ χρῆσις ὡραῖος· περίπατοι· ἐπὶ τοῖσι δὲ θυμηδίη ἄλυπος.
 
ὀργὴ δὲ καὶ λαγνείη, κακόν· καὶ γὰρ τὸ πρῆγμα τῆς νούσου φέρει τὰ σύμβολα. ἀπάτη δέ τις ἔς τε μετεξετέρους ἰατροὺς συνουσίης. ἐπεὶ γὰρ ἡ τῆς φύσιος εἰς ἄνδρα μεταβολὴ ἀγαθόν τι πρήσσει, μετεβιάσαν το τὴν παίδων φύσιν ἀώρῳ ξυνουσίῃ, ὡς θᾶσσον ἀναρρώς οντες· ἀγνοέου σι δὲ τῆς φύσιος τὴν αὐτομάτην προθεσμίην, ἐφ᾽ ᾗ πάντα γίγνεται τὰ ἄκεα· ἥδε γὰρ ἑκάστῃ ἡλικίῃ συντίκτει τὰ οἰκεῖα ἐν χρόνοις ὡραίοισι. ἐν χρόνῳ γὰρ οἱ πεπασμοὶ σπέρματος, γενείου, πολιῆς. τίς ὦν ἰητρὸς προσαλλάξαι τῆς φύσιος τοῦτο μὲν τὴν ἀρχῆθεν τῶν σπερμάτων μεταβολὴν, τοῦτο δὲ τὴν ἐς ἑκάστου προθεσμίην; ἀλλὰ καὶ προσέκοψαν ἐς τὴν φύσιν τοῦ νοσήματος. οὐκέτι γὰρ ἔγκαιροί τινες ἔασι τῇ ἀρχῇ τῆς ξυνουσίης, προσινόμενο ἀωρίῃ τοῦ πρήγματος.
 
βιοτεύειν δὲ χρὴ ἐν χώρῃσι θερμῇσι, ξηρῇσι. ψυχρὸν γὰρ, καὶ ὑγρὸν, ἡ νοῦσος.
 
==ΒΙΒΛΙΟΝ Β΄==