Χρονίων νούσων θεραπευτικόν: Διαφορά μεταξύ των αναθεωρήσεων

Περιεχόμενο που διαγράφηκε Περιεχόμενο που προστέθηκε
Γραμμή 12:
===Κεφ. α΄. προοίμιον===
ἐν τῇσι χρονίῃσι νούσοισι ἡ ἀμβολὴ τῆς ἰητρείης κακόν. ὑπ᾽ ἀμβλακίης γὰρ ὀκέλλει ἐς ἀνήκεστα πάθεα. φύσι γὰρ ὡδὶ ἴσχει, ὡς μὴ ῥηϊδίως ἀποφοιτῆσαι, ἢν ἐσβάλλῃ ἅπαξ. ἢν δὲ καὶ ἐκδηθύνῃ, χρόνῳ καρτερὰ ἔσται καὶ ξυναποθνήσκειν γίγνεταί κοτε· καὶ τὰ σμικρὰ μεζόνων ποιέεται διαδέξιας· κἢν τὸ πρόσθεν ἐς κίνδυνον ἀσινὲς ᾖ, ὁ τόκος τῶνδε γίγνεται ὀλέθριος. χρὴ ὦν μήτε τὸν νοσέοντα σιγῆν αἰδοῖ τοῦ ἐλέγχου τῆς νούσου, μηδὲ ὑποδιδρήσκειν δέει τῆς ἰητρείης, μήτε τὸν ἰητρὸν καταμβλακεύειν. ἄμφω γὰρ ἐς τὸ ἀνήκεστον ξυνᾴδοι. μετεξέτεροι δὲ τῶν καμνόντων, ὑπ᾽ ἀγνωσίης τε τῶν παρεόντων καὶ τῶν αὖθις ἐσομένων ἐς τέλος ξυνδιαιτέονται τῇ νούσῳ. ἐπὶ γὰρ τοῖσι πλείστοισι οὔτε ὄλλυνται, οὔτε ὀρρωδέουσι θάνατον. διὰ τάδε ὦν ἰητρῷ σφεας αὐτοὺς οὐδ᾽ ἐπιτρέπουσι. πίστις δὲ τουτέων κεφαλαίη, ἧς ἄμφι πρότερον φράσω.
 
===Κεφ. β. Θεραπεία Κεφαλαίης===
κεφαλὴ δὲ, ὁκόσον ἐς ζωὴν ἀναγκαῖον, τοσόνδε νούσῳ χαλεπωτάτη· καὶ τῶν ἀμφὶ τήνδε νούσων ἡ μὲν ἐσβολὴ εὐπαθὴς, ἐπὶ σμικρῷ ἄλγεϊ καὶ ἤχοισι ὤτων καὶ βάρεϊ. εἰ δὲ αὔξησιν προσλάβοι, καὶ τὰ τέλη ὀλέθρια. μὴ ὦν μηδὲ τὰ σμικρὰ ὑπερορῆν ἄλγεα· σμικροῖσι γὰρ καὶ τοῖσι ἄκεσι μετεξετέροισι ἰήθη. ἢν δὲ πρόσω μὲν ἥκῃ χρόνου, μέζω γὰρ προσεπιγίγνεται ἄχθεα, τάμνειν τὴν ἐπ᾽ ἀγκῶνι φλέβα· πρόσθεν δὲ δυοῖν ἡμέραιν οἶνον πιπίσκειν. ξυντεκμαιρόμενον δὲ τὴν δύναμιν τὸ πλῆθος ἀφαιρέειν. ἄριστον δὲ μὴ ἐσάπαξ, ὡς ἡ δύναμίς τε ἀνέχηται τὴν πληθὺν τῆς ἀφαιρέσιος, ξυνεχές τε τοῖσι αὐτέοισι μοχλεύηται ἡ νοῦσος. ὧδε μέντοι πάσῃσι τῇσι χρονίῃσι νούσοισι ξυνῳδόν· μεσηγὺ δὲ τριῶν ἢ τεσσάρων ἡμερῶν ἁδροτέρως διαιτᾶν, ἔπειτα τὴν ἱερὴν, τὸ καθαρτήριον, ξὺν μελικρή τῳ πιπίσκειν. ἀπάγει γὰρ μάλιστα ἥδε ἀπὸ τῆς κεφαλῆς τῆς νούσου τὴν τροφήν. πλῆθος δὲ τοῦ φαρμάκου, ὁκόσον τέσσαρες ἢ πέντε ὁλκῆς δραχμαί· κἢν εὖ καθαίρηται, λούειν τε καὶ οἶνον διδόναι καὶ τὴν δύναμιν αὔξειν· ἔπειτα αὖθις τάμνειν φλέβα τὴν ἐπὶ τῷ μετώπῳ τὴν ὀρθήν. κυριωτάτη γὰρ ἥδε ἡ ἀφαίρεσις· τὸ δὲ πλῆθος ὅσον κοτύλης ἢ σμικρῷ πλεῖον. λύειν τε μὴ περαιτέρω, κενεαγγέειν γὰρ οὐ χρή· ἔπειτα τὰς κόμας ξυρῷ ἀφαιρέοντα σικύην τῇ κορυφῇ προσβάλλειν προτέρην. τὴν δὲ ἑτέρην τὴν μεσηγὺ τῶν ὠμοπλατέων ἐρείδειν ἀναίμακτον, σχάζειν τε τὴν ἐπὶ τῆς κορυφῆς ἀφειδέως ἔς τε πλήθεος ὁλκὴν καὶ ἐς τὴν τοῦ βάθεος ἐντομήν· κεφαλαίην γὰρ τὰ μέχρις ὀστέων ὀνίνησι ἰήματα. ἢν δὲ ἐς ὠτειλὴν ἥκῃ τὰ τρώματα, τὰς ἀρτηρίας ἐκτάμνειν διπλαῖ δέ· αἱ μὲν κατόπιν εἰσὶ ὤτων σμικρόντι προσωτέρω, δῆλαι δὲ ταῖς διασφύξεσι· αἱ δὲ τοῦ ὠτὸς ἐς τοὔμπρος θεν, αὐτῶν πλησίον. παράγεται γὰρ τῷ ἀντιτράγῳ, ἀτὰρ καὶ αἵδε δῆλαι διασφύξεσι. τάμνειν δὲ πρὸς τοῖς ὀστέοις τὰς μέζονας· αἵδε γὰρ ὀνηϊσταί. ἐπικέαται καὶ ἕτεραι ἑκάστῃσι, κάρτα λεπταὶ, ἃς οὐδ᾽ ὄφελος ἐκτάμνειν. ὁ δὲ τρόπος ἐν τῇσι χειρουργίῃσι λέλεκται. μέγα δὲ τὸ ἄκος κεφαλαίῃσι καὶ ἐπιληψίῃ, καὶ σκοτώμασι, καὶ ξυμβλήδην ἁπάσῃσι τῇσι τῆς κεφαλῆς νούσοισι.
 
ἐπὶ πᾶσι δὲ φλέγμα ἄγειν χρὴ προκενώσαν τα τὴν γαστέρα ἢ καταπότῳ ὑπηλάτῳ, ἢ κλυσμῷ· ἄλλοτε μὲν ἐκ ῥινῶν πταρμικοῖσι, ἄλλοτε δὲ διὰ στόματος τοῖσι ἄγουσι φλέγμα. εἴδη δὲ πταρμικῶν μὲν πέπερι, στρουθίου ἡ ῥίζα, κάστορος ὄρχις· τάδε καὶ ξυνῆ· ἐς λεπτὰ δὲ κόψαντα καὶ σήσαντα καλάμῳ ἐμφυσῆν ἢ καυλῷ πτεροῦχηνὸς παχέϊ. ἀγωγότερον δὲ τῶνδε καὶ βιαιότερον εὐφόρβιον ξύν τινι τῶνδε μιχθέν· ἀτὰρ καὶ ἐλαίοισι δὲ μίσγεται γλευκίνῳ, σικυωνίῳ, ἢ τῷ ἀπὸ στύρακος μύρῳ. ὑγρὸν δὲ γίγνεται κάρτα ὡς ἔκχυτον· ἐγχεῖται δὲ διὰ τοῦ ῥινός γ αὐλοῦ. δίδυμοι δὲ οἵδε ξυμφυέες ἀπὸ μιῆς ἐκροῆς, ὡς ἐσάπαξ ἀμφοτέροισι ἐγχέειν. οὐ γὰρ ἀνασχετὸν ἡ διάστασις ἑκατέρου μυκτῆρος ἰδίῃ καὶ ἰδίῃ. πίμπραται γὰρ ἡ κεφαλὴ αὐτίκα καὶ δριμὺ ἄλγος αἱρέει· τὰ δὲ διὰ τοῦ στόματος ἄγοντα φλέγμα, σίνηπι, κόκκος ὁ τῆς κνίδης, πέπερι, σταφὶς ἀγρίη· τάδε ξὺν ἀλλήλοισι, καὶ ἰδίῃ· ἐπεὶ δὲ καὶ τῷ μασήσασθαι μὲν αὐτὰ καὶ τὸ πτύειν ξυνεχές ἐστι· καὶ ὕδατι ἢ μελικρήτῳ μίξαντα διδόναι, κλύζειν τε τὸ στόμα καὶ ἐς τὰ παρίσθμια παρώσαντα ἀνατάσι τοῦ αὐχένος, τῷ τῆς ἐκπνοῆς πνεύματι κλύζειν· ἐπὴν δὲ, ἐς ὅσον θέλῃς, τὸ φλέγμα ἀγάγῃς, λούειν καὶ καταιονεῖν τὴν κεφαλὴν κάρτα πολλῷ θερμῷ ὕδατι ἐς διαπνοήν. ἰσχυραὶ γὰρ γίγνονται σφηνώσιες.
 
δεῖπνον εὐτελές· ἔστω δὲ καὶ οἶνος ἐς ἀνάκλησιν τοῦ στομάχου· μάλα γάρ τοι καὶ ὅδε πονέει. ἐπὴν δὲ μεσηγὺ τὴν δύναμιν ἑδράσῃς, κλυσμῷ χρέω τῷ ξυνήθεϊ, λίτρου πολλὸν ἐμπάσσων, ἢ ῥητίνης τῆς ἀπὸ τῆς τερμίνθου τοῦ δένδρεος ἐντήκων ὁλκῆς δραχμὰς δύο· ἐς δὲ τὴν ἐπιοῦσαν ἡμέρην αἷμα τῆς ῥινὸς ἔνδον ἀφαιρέειν, ὡς εἴσω παρωθεῖς θαι τὸ ὄργανον κατειάδιον εὔμηκες, ἢ τὸ καλεόμενον τορύνην. ἢ εἴ τις ἐλλειπῶς πρὸς τάδε ἔχει, χηνὸς χρὴ πτεροῦ τοῦ καυλοῦ τοῦ παχέος ἀπογλύψαντα τάμνειν τὰ νεῦρα ἐς ὀδόντας ὅκως πριστῆρα· καὶ τόδε ἐς ῥῖνα κατιέναι, μέσφι τῶν ἠθμοειδῶν· ἔπειτα ἀμφοτέραισι χερσὶ κινέειν, ὡς ξυγχαράσσοιτο ὑπὸ τῶν ὀδόντων ὁ χῶρος. ῥηϊδίη δὲ καὶ πολλὴ τοῦ αἵματος ἡ φορή· φλέβες γὰρ ἰσχναὶ τῇδε κραίνουσι καὶ τὰ σώματα μαλακὰ καὶ εὔτμητα. ἔασι δὲ καὶ τοῖσι δημότῃσι πολλοὶ τῆς ἐγχαράξιος οἱ τρόποι καὶ βοτάνῃσι τρηχείῃσι καὶ φύλλοισι δάφνης ξηροῖσι, ἐνθέντες τάδε τοῖσι δακτύλοισι κινέειν εὐτόνως. κενώσαν τα δὲ ὁκόσον χρή· ῾ἔστω δὲ πλῆθος ἐς κοτύλης τὸ ἥμισυ·᾿ μάσσειν σπόγγοισι καὶ ὀξυκρήτῳ, ἢ ξηρόν τι ἴσχαιμον ἐμφυσῆν, κηκῖδα, ἢ σχιστὴν στυπτηρίην, ἢ βαλαύστιον.
 
ἢν δὲ ἐπὶ τουτέοισι ἡ κεφαλαλγίη μίμνῃ, κἤν ποτε ἀποπαύηται, αὐτὸ χρὴ ἐς τέλος ἥκειν τῆς ἰητρείης. φιλυπόστροφον γὰρ κακὸν, καὶ ἐν ἕδρῃἷζον τὰ πολλὰ φωλεύει. χρὴ ὦν ἀφαιρέοντα τὰς κόμας ξυρῷ, ῾καὶ γὰρ τόδε κεφαλῇ ὀνηϊστὸν,᾿ καίειν πυρίῃσι καυτήρων, ἐπιπολῆς μὲν ἐς μύας· ἢν δὲ μέσφι ὀστέου ἐθέλῃς, ἀπάνευθεν καὶ τῶν μυῶν· μύες γὰρ καυθέντες ἔασι σπασμῶν προκλήσιες. κἢν μὲν ἐπιπολῆς καύσῃς, οἶνον εὐώδη λευκὸν ξὺν ῥοδίνῳ καταιονεῖν ἅλις. ὀθόνην δὲ χρὴ τέγξαντα ἐπιπεταννύναι τῇσι ἐσχάρῃσι μέσφι ἡμέρης τρίτης· ἢν δὲ βαθεῖαι ἔωσι αἱ ἐσχάραι, πράσου χρὴ κόμην ξὺν ἁλὶτρίψαντα ἠδὲ ἐς ὀθόνην ἐγχρίσαντα τιθέναι· τῇ δὲ τρίτῃ κηρωτὴν ἐκ ῥοδίνου ἐπὶ τοῖσι ἐπιπολαίοισι, ἢ φᾳκὸν ξὺν μέλιτι ἐπὶ τῇσι βυθίοισι ἐσχάρῃσι τιθέναι. ὁκόσα δὲ ἐπὶ ὠτειλῇ φάρμακα ἄλλῃ πη γεγράψεται. ἔταμόν τινες ὑπὲρ μέτωπον κατὰ τὴν στεφάνην τὸ δέρμα ἄχρις ὀστέου· καὶ τόδε ἐπιξέσαντες ἢ ἐπικόψαντες μέσφι διπλόης ἐς σάρκωσιν ἤγαγον. οἱ δὲ καὶ ἐσέτρωσαν τῷ οστέῳ, μέσφι μήνιγγος. εὔτολμα δὲ τὰ ἄκεα· ἀλλὰ χρῆσθαι, κἢν ἐπὶ πᾶσι μὲν ἡ κεφαλαί η ἐπιμίμνῃ, ὁ δὲ νοσέων εὔθυμος, καὶ ὁ τόνος τοῦ σώματος ἀγαθός.
 
ἢν ἐκ προσαγωγῆς ἔωσι, γυμνάσια ὀρθὰ ἐς στέρνα καὶ ὤμους, χειρονομίη, ἁλτήρων βολὴ, ἔξαλσις, καὶ ἡ ξυνευπαί δευτος ἐν τούτοις ἀνείλησις· τρῖψις τὰ πρῶτα καὶ τὰ ὕστατα σκελῶν, κεφαλῆς δὲ ἐς μέσον.
 
Πιττοκοπίητῷ ἐμπάττειν ξυνεχής· φοινίσσειν δὲ καὶ τὴν κεφαλὴν, ἄλλοτε μὲν σίνηπι ξὺν ἄρτῳ διπλόῳ ἐγχρίοντα, ὡς μὴ ἀφόρητον εἴη τὸ πῦρ· ἄλλοτε δὲ φάρμακα ξυναλείφοντα, ὡς τὸ ξύνθετον τὸ διὰ τῆς λιμνήστιδος καὶ εὐφορβίου καὶ πυρέθρου· ἔχει δὲ καὶ ἀνώδυνον περί τε τὸν ἐν καιρῷ πόνον καὶ ἐς μόχλευσιν τῆς ῥίζης τοῦ κακοῦ, θαψίης ὁ ὀπὸς, καὶ τὰ ξὺν τῇδε φάρμακα, ὁκόσα ἐσοιδαίνει τὸ δέρμα, καὶ ἰόνθοισι ἴκελα ἐκφύει βλαστήματα.
 
δίαιτα δὲ ἡ μὲν ἐφ᾽ ἑκάστῳ τῶν ἀλγέων λεπτὴ, ὀλιγοποτίη καὶ ὑδροποτίη, ἐπίπροσθεν μάλιστα ἄκεός τινος. ξύμπαν δὲ, δριμέων μὲν ἄφεξις, κρομμύων καὶ σκορόδων καὶ ὀποῦ τοῦ σιλφίου, σινήπιος δὲ μὴ πάγχυ, καὶ γὰρ τὸ δριμὺ αὐτέου πρὸς τῇ τοῦ στομάχου ἀρετῇ καὶ ἐς κεφαλὴν οὐκ ἄχαρι, φλέγμα χύον, καὶ διαπνέον, ἢ διελαῦνον κάτω. ὀσπρίων κάκιστον κύαμος καὶ τὰ τοῦδε εἴδεα, πισσοὶ, καὶ ὠχροὶ, καὶ δολιχοί· δεύτερον φακοὶ, οἵ γε ἔχουσι μέν τινας ἀρετὰς πέψιός τε καὶ ἐκκρίσιος, κεφαλῆς δὲ πλήσμιοι καὶ πόνου ποιητικοί· πλὴν ἑψηθέντες ξὺν πεπέρι οὐκ ἀποξενωτέοι· χόνδροι δὲ οἵ τε πλυτοὶ χαρίεντες ξὺν οἴνῳ, καὶ μέλιτι ὅσον ἡδῦναι· καὶ τὸ ἐκ τουτέων ῥόφημα καὶ οἱ ξὺν ἁπλοῖσι ζωμοῖσι. καλοὶ γὰρ καὶ οἱ ἐν τῇ καρυκείᾳ καρποὶ, κάρου, κοριάνου, ἀνίσου, σελίνου· τουτέων δὲ κρέσσων ἡ ἡδύοσμος ἡ βοτάνη, καὶ γλήχων πρὸς τοῖσι εὐώδεσι, ἴσχουσί τι καὶ οὔρων ἀγωγὸν καὶ φυσῶν ἔξοδον. κρεῶν δὲ πονηρὰ μὲν τὰ παλαιὰ πάντα· νεοσφαγῆ δὲ ἀλέκτορος, πτηνῶν ἡ φάσσα, ἡ πελειὰς, καὶ τὰ ἄλλα ὁκόσα μὴ μάλιστα πίονα. συῶν τὰ ἄκρεα, λαγωὸς ὀπτός· βοὸς δὲ καὶ ὄϊος παχῦνόν τε καὶ κεφαλῆς πλήσμιον· ἔριφος δὲ οὐ πάντη κακός· γάλα καὶ τυροὶ κεφαλαλγέες. ἰχθύων οἱ πετραῖοι, ἠδὲ ὁκόσοι κατὰ χώρην ἄριστοι. λαχάνων δὲ ἑφθῶν μὲν ὁκόσα οὔρων καὶ κοιλίας ὑπαγωγὰ, μαλάχη, βλίτον, τεῦτλον, ἀσπάραγοι· δριμὺ δὲ καὶ κράμβη· ὠμὰ δὲ, θριδακίνη πάντων ἄριστον· ῥίζαι δὲ πονηραὶ καὶ ἑφθαὶ, ῥαφανῖδες, γογγυλίδες, σταφυλῖνοι· οὐρητικὰ μὲν, πλήσμια δέ· σίσαρονφυῶδες μὲν καὶ στομάχου ἐπαρτικόν. οἶνος λευκὸς, λεπτὸς, γλυκὺς μὲν ἐγγεγράφθω, στύψιος ἔχων, ὡς μὴ ἴσχειν τὴν γαστέρα· τράγημα πᾶν κεφαλαλγὲς, πλὴν φοίνικες πάσης ἰδέης· σῦκον δὲ ὀπώρῃ καὶ σταφυλὴ προσηνὲς, καὶ ὅ τι ἂν ἐπὶ τῆς ὥρης ἄριστον·8 πλησμονὴ πάντων καὶ τῶν ὠφελούν των κακόν. κάκιον δὲ ἀπεψίη· κόποι ἀπεψίης μὲν ἀσινέστεροι, ἐπιβλαβέες δὲ καὶ οἵδε. περίπατοι ἕωθεν, ἐπὶ τῆς κοιλίης ἐκκρίσι· εὔπνοοι δὲ καὶ εὔφοροι· ἄριστοι δὲ καὶ οἱ ἐπὶ τῷ δείπνῳ· αἰώρη μακρὰ, νήνεμος, ἀνήλιος τῇ κεφαλῇ· κακὸς γὰρ αὐτέῃ ὁ σείριος. ὁμιλίη γυναικὸς κεφαλῇ, νεύροις, κακὸν ἐπίσπαστον. ἀποδημίη ἐς θερμότερον ἀπὸ ψυχρῶν, καὶ ἀπὸ ὑγρῶν ἐς ξηρότερον. ξύμφορος δὲ πλοῦς καὶ ἐν θαλάσσῃ διεξαγωγὴ τοῦ βίου· κἢν παράλιός τις ᾖ, ἀγαθὸν λούεσθαίτε τῇ ἅλμῃ ψυχρῇ, καὶ νήχεσθαι τῇ θαλάσσῃ, καὶ τῇσι ψάμμοισι ἐγκαλινδέεσθαι, καὶ βιοτεύειν ἐς θάλασσαν.
 
Ἑτεροκρανίης ταὐτὰ ἄκεα. ὁκοῖα γὰρ τῇ κεφαλῇ ὅλῃ ἄκεα πρόσφορα, τοῖσδε πρὸς ἅπαν τῆς κεφαλῆς μέρος χρέεσθαι καλόν. ὁκόσοισι δὲ ἐκ τῶνδε ἄφυκτος ἡ νοῦσος, ἐλλεβόρῳ χρέεσθαι, τῇ ἐσχάτῃ καὶ δυνατωτάτῃ πάντων ἀγωγῇ.
 
==ΒΙΒΛΙΟΝ Β΄==