Περί αιτίων και σημείων οξέων παθών: Διαφορά μεταξύ των αναθεωρήσεων

Περιεχόμενο που διαγράφηκε Περιεχόμενο που προστέθηκε
Γραμμή 16:
Ἢν δὲ πλησίον ἤδη ᾖ τοῦ παροξυσμοῦ, κύκλῳ μαρμαρυγαὶ πρὸ τῆς ὄψιος πορφυρέων ἢ μελάνων, ἢ πάντων ὁμοῦ συμμεμιγμένων, ὡς δοκέειν τὴν ἐν οὐρανῷ τετανύσθαι ἶριν. ἦχοι ὤτων, βαρυοδμίη: ὀργίλοι, πικρόχολοι παραλόγως: κατέπεσον γοῦν τινες ὑπὸ προφάσιος, ἐξ ἀθυμίης: μετεξέτεροι δὲ Ρ῾εύματι ποταμοῦ ἀτενὲς ἐνιδόντες, ἢ τροχῷ δινευμένῳ, ἢ βέμβικι ἑλισσομένῃ : ἄλλοτε δὲ ὄσφρησις βαρεῶν ὀσμῶν κατέβαλε, ὥσπερ γαγάτου λίθου. τοῖσδε μὲν οὖν ἐν τῇ κεφαλῇ τὸ κακὸν ἐστηρίχθητε, καὶ ἐντεῦθεν πημανθὲν ἄρχεται: μετεξετέροισι δὲ καὶ ἀπὸ τῶν πορρωτέρῳ τῆς κεφαλῆς νεύρων, ὁκόσα ξυμπαθέα τῇ ἀρχῇ γίγνεται. δάκτυλοι γοῦν μεγάλοι χειρῶν ἢ ποδῶν ξυνέλκονται, καὶ πόνος καὶ νάρκη καὶ τρόμος ἕπεται, καὶ ἐς κεφαλὴν τουτέων ἡ ὁρμὴ ἧκεν. ἢν ἕρπον τὸ κακὸν εἰς τὴν κεφαλὴν ἵκηται, πάταγος τουτέοισι γίγνεται ὡς ἀπὸ πληγῆς ἢ ξύλου, ἢ λίθου. καὶ ἐξαναστάντες ἐκδιηγεῦνται, ὡς ὑπό τευ ἐξ ἐπιβουλῆς παταχθέντες. ἥδε μέντοι ἀπάτη γίγνεται ὁκόσοισι τόδε πρῶτον τὸ κακὸν ξυνέπεσε: οἷς δὲ ξύνηθες τὸ πάθος, ἢν ἐπίῃ μὲν ἡ νοῦσος, ἐς δάκτυλον δὲ ἤδη ἀφίκηται, ἢ ἀπό τευ ἄρξηται, ξυνήθεας ἀρωγοὺς καλέουσι τοὺς παρεόντας, προγνώσι τοῦ μέλλοντο ὑπ᾽ ἐμπειρίης: διασφίγγειν τε καὶ ἀνακλάειν καὶ συντείνειν δέονται τὰ κατάρχοντα μέρεα: καὶ αὐτοὶ δὲ ἑωυτέοισιν ἕλκουσι τὰ μέρεα, ὅκωσπερ τὴν νοῦσον ἐξαιρούμενοι: καὶ σφέων ἡ τοιήδε ἐπικουρίη κοτὲ καὶ ἐς ἡμέρην τῆν σημασίην διώσατο. πολλοῖσι δὲ φόβος ἐστὶ ὡς ἐπιόντος θηρίου, ἢ σκιῆς φαντασίη, καὶ οὕτω κατέπεσον.
 
ἐν δὲ τῇ σημασίῃ ἀναισθήτως μὲν κέεται ὥνθρωπος, χεῖρες δέ οἱ σπασμῷ ξυνέρχονται, σκέλεα οὐ διαπεπλιγμένα μοῦνον, ἀλλὰ τῇδε κἀκεῖσε βαλλόμενα αὐτοῖς ἀπὸ τῶν τενόντων. ἐσφαγμένοισι ταύροισι ἥδε ἰκέλη ἡ ξυμφορή: αὐχὴν ἀγκύλος, κεφαλὴ ποικίλως διάστροφος: ἄλλοτε μὲν γὰρ ἐς τὸ πρηνὲς τοξοῦται, εὖτε ἐς τὸ στέρνον ἡ γένυς ἐρείδει, ἄλλοτε δὲ ἐς τὸ μετάφρενον ἀνακλᾶται, ὅκως τοῖς ἀπὸ τῆς κόμης ἑλκομένοισι βίῃ, εὖτε ἔνθα ἢ ἔνθα ἐπὶ τοὺς ὤμους ἱζάνει. χάσκουσι μέγα, στόμα ξηρὸν, γλῶσσα προμήκης, ὡς καὶ κίνδυνον τρώματος μεγάλου γίγνεσθαι, ἢ ἀποτομῆς, εἴ κοτε σπασμῷ ξυνερείσουσιν οἱ ὀδόντες. ὀφθαλμοὶ ἐνδεδινημένοι, βλέφαρα τὰ πολλὰ διέχοντα ξὺν παλμῷ: ἢν δὲ ἐπιμύσαι κοτὲ ἐθέλοιεν, οὐ ξυμβάλλουσι τὰ βλέφαρα, ὡς καὶ τὰ λευκὰ ὁρῆσθαι ἐξ ὑποφάσιος. ὀφρύες ἄλλοτε μὲν ἐς τὸ μεσόφρυον ἀνειμέν αιἀνειμέναι, ὅκως τοῖς χαλεπαίνουσι, ἄλλοτε δὲ ἐς τοὺς κροτάφους ἀπηγμέναι, πολλόν τι μᾶλλον, ὡς τὸ δέρμα περὶ τὸ μέτωπον σφόδρα περιτετάσθαι καὶ τὰς τοῦ μεσοφρύου Ρ῾υτίδαςῥυτίδας ἐξαληλίφθαι: μῆλα ἐρυθρὰ, παλλόμενα:
 
χείλεα, κοτὲ μὲν ἄμφω ἐς ὀξὺ μεμυκότα, ἄλλοτε δὲ ἐς τὰ πλάγια ἀπηγμένα, εὖτε τοῖσι ὀδοῦσι περιτείνεται, τοῖσι μειδιῶσι ὁμοίως.
Γραμμή 22:
ἐν αὔξῃ δὲ τοῦ κακοῦ καὶ πελιδνότης τοῦ προσώπου προσγίγνεται, ἀγγείων τῶν ἐν τῷ αὐχένι διάτασις, ὡς ἐν πνιγὶ ἀφωνίη, ἀναισθησίη, καὶ εἰ μέγα ἐμβοῇς: μυγμὸς δὲ καὶ στεναγμὸς ἡ φωνὴ, καὶ ἡ ἀναπνοὴ πνὶξ, ὡς ἀπαγχομένῳ: σφυγμοὶ σφοδροὶ καὶ ταχέες, καὶ σμικροὶ ἐν τῇσι ἀρχῇσι: μεγάλοι δὲ καὶ βραδέες καὶ νωθροὶ ἐπὶ τῷ τέλει, ἄτακτοι δὲ ἐς τὸ ξύνολον: αἰδοίων ξύντασις. τάδε μὲν οὖν ἐς τέλος τῆς σημασίης πάσχουσι.
 
ἢν δὲ ἐς ἄφεσιν ἀφικνέωνται τοῦ κακοῦ, οὖρα αὐτόματα, κοιλίης περίπλυσι ςπερίπλυσις: μετεξετ έροισιμετεξετέροισι δὲ καὶ γονῆς ἀπόκρισις τῇ θλίψι καὶ πιέσι τῶν ἀγγείων, ἢ γαργαλισμῷ τοῦ πόνου, καὶ ὑγρασίης προκλήσι. γίγνονται γὰρ ἐν νεύροισι πόνοι καὶ τοῖσδε. στόμα δίυγρον, φλέγμα πολλὸν, παχὺ καὶ ψυχρὸν, καὶ εἰ ἕλκοις αὐτὸ, ἐπὶ μᾶλλον ἂν πλῆθος αὐτέου μηρύσαιο. ἢν δὲ χρόνῳ μακρῷ καὶ πόνῳ πολλῷ βρασθῇ μὲν τὰ ἔνδον τοῦ θώρηκος, πνεῦμα δὲ ἐγκατειρχθὲν τὰ πάντα σείσῃ, σπασμὸς δὲ καὶ τάραχος τῶν αὐτέων ἔῃ, κλύδων δὲ ὑγρῶν ἀναπλἔῃ ἐς τὰς διαπνοὰς, στόμα καὶ Ρ῾ῖναῥῖνα, σὺν ὑγρῷ δὲ τὸ πνεῦμα, ἄνεσις δὴ τῆς πρόσθεν πνίξιος ἁπάντων ἔοικε. ἀφρὸν δὲ ἀποπτύουσι ὥσπερ ἐπὶ τοῖσι μεγάλοισι πνεύμασι ἡ θάλασσα τὴν ἄχνην: εὖτε καὶ ἐξανίστανται δῆθεν ὡς τελευτήσαν τος τοῦ κακοῦ: ἐπὶ δὲ τῇ ἀποπαύσι νωθροὶ τὰ μέλεα τὰ πρῶτα, καρηβαρικοὶ, διαλελυμένοι, πάρετοι, ὠχροὶ, δύσθυμοι, κατηφέες, καμάτῳ καὶ αἰσχύνῃ τοῦ δεινοῦ.
 
===Κεφ. ς. περὶ Τετάνου===