Περί αιτίων και σημείων οξέων παθών: Διαφορά μεταξύ των αναθεωρήσεων
Περιεχόμενο που διαγράφηκε Περιεχόμενο που προστέθηκε
μ Ο Kalogeropoulos μετακίνησε τη σελίδα Περί αιτίων και σημείων οξέων και χρονίων παθών στη Περί αιτίων και σημείων οξέων παθών χωρίς να αφήσε... |
|||
Γραμμή 16:
Ἢν δὲ πλησίον ἤδη ᾖ τοῦ παροξυσμοῦ, κύκλῳ μαρμαρυγαὶ πρὸ τῆς ὄψιος πορφυρέων ἢ μελάνων, ἢ πάντων ὁμοῦ συμμεμιγμένων, ὡς δοκέειν τὴν ἐν οὐρανῷ τετανύσθαι ἶριν. ἦχοι ὤτων, βαρυοδμίη: ὀργίλοι, πικρόχολοι παραλόγως: κατέπεσον γοῦν τινες ὑπὸ προφάσιος, ἐξ ἀθυμίης: μετεξέτεροι δὲ Ρ῾εύματι ποταμοῦ ἀτενὲς ἐνιδόντες, ἢ τροχῷ δινευμένῳ, ἢ βέμβικι ἑλισσομένῃ : ἄλλοτε δὲ ὄσφρησις βαρεῶν ὀσμῶν κατέβαλε, ὥσπερ γαγάτου λίθου. τοῖσδε μὲν οὖν ἐν τῇ κεφαλῇ τὸ κακὸν ἐστηρίχθητε, καὶ ἐντεῦθεν πημανθὲν ἄρχεται: μετεξετέροισι δὲ καὶ ἀπὸ τῶν πορρωτέρῳ τῆς κεφαλῆς νεύρων, ὁκόσα ξυμπαθέα τῇ ἀρχῇ γίγνεται. δάκτυλοι γοῦν μεγάλοι χειρῶν ἢ ποδῶν ξυνέλκονται, καὶ πόνος καὶ νάρκη καὶ τρόμος ἕπεται, καὶ ἐς κεφαλὴν τουτέων ἡ ὁρμὴ ἧκεν. ἢν ἕρπον τὸ κακὸν εἰς τὴν κεφαλὴν ἵκηται, πάταγος τουτέοισι γίγνεται ὡς ἀπὸ πληγῆς ἢ ξύλου, ἢ λίθου. καὶ ἐξαναστάντες ἐκδιηγεῦνται, ὡς ὑπό τευ ἐξ ἐπιβουλῆς παταχθέντες. ἥδε μέντοι ἀπάτη γίγνεται ὁκόσοισι τόδε πρῶτον τὸ κακὸν ξυνέπεσε: οἷς δὲ ξύνηθες τὸ πάθος, ἢν ἐπίῃ μὲν ἡ νοῦσος, ἐς δάκτυλον δὲ ἤδη ἀφίκηται, ἢ ἀπό τευ ἄρξηται, ξυνήθεας ἀρωγοὺς καλέουσι τοὺς παρεόντας, προγνώσι τοῦ μέλλοντο ὑπ᾽ ἐμπειρίης: διασφίγγειν τε καὶ ἀνακλάειν καὶ συντείνειν δέονται τὰ κατάρχοντα μέρεα: καὶ αὐτοὶ δὲ ἑωυτέοισιν ἕλκουσι τὰ μέρεα, ὅκωσπερ τὴν νοῦσον ἐξαιρούμενοι: καὶ σφέων ἡ τοιήδε ἐπικουρίη κοτὲ καὶ ἐς ἡμέρην τῆν σημασίην διώσατο. πολλοῖσι δὲ φόβος ἐστὶ ὡς ἐπιόντος θηρίου, ἢ σκιῆς φαντασίη, καὶ οὕτω κατέπεσον.
ἐν δὲ τῇ σημασίῃ ἀναισθήτως μὲν κέεται ὥνθρωπος, χεῖρες δέ οἱ σπασμῷ ξυνέρχονται, σκέλεα οὐ διαπεπλιγμένα μοῦνον, ἀλλὰ τῇδε κἀκεῖσε βαλλόμενα αὐτοῖς ἀπὸ τῶν τενόντων. ἐσφαγμένοισι ταύροισι ἥδε ἰκέλη ἡ ξυμφορή: αὐχὴν ἀγκύλος, κεφαλὴ ποικίλως διάστροφος
χείλεα, κοτὲ μὲν ἄμφω ἐς ὀξὺ
ἐν αὔξῃ δὲ τοῦ κακοῦ καὶ πελιδνότης τοῦ προσώπου προσγίγνεται, ἀγγείων τῶν ἐν τῷ αὐχένι διάτασις, ὡς ἐν πνιγὶ ἀφωνίη, ἀναισθησίη, καὶ εἰ μέγα ἐμβοῇς: μυγμὸς δὲ καὶ στεναγμὸς ἡ φωνὴ, καὶ ἡ ἀναπνοὴ πνὶξ, ὡς ἀπαγχομένῳ: σφυγμοὶ σφοδροὶ καὶ ταχέες, καὶ σμικροὶ ἐν τῇσι ἀρχῇσι: μεγάλοι δὲ καὶ βραδέες καὶ νωθροὶ ἐπὶ τῷ τέλει, ἄτακτοι δὲ ἐς τὸ ξύνολον: αἰδοίων ξύντασις. τάδε μὲν οὖν ἐς τέλος τῆς σημασίης πάσχουσι.
|