Περί αιτίων και σημείων οξέων παθών: Διαφορά μεταξύ των αναθεωρήσεων

Περιεχόμενο που διαγράφηκε Περιεχόμενο που προστέθηκε
Γραμμή 236:
 
γίγνεται δὲ καὶ ξυνὰ πρὸς ἄνδρας πάθεα τῇ ὑστέρῃ, φλεγμονὴ, αἱμορραγίη: ξυνὰ δὲ καὶ τὰ παρεόντα σημεῖα, πυρετοὶ, ἀσφυξίη, ψύξις, ἀφωνίη: ἐπὶ δὲ τῇ αἱμορραγίῃ καὶ ὀξύτεροι οἱ θάνατοι, ὁκοῖόν τι ἐν ζῴῳ σφαγή.
 
===Κεφ. ιβ'. Περὶ Σατυριάσεως===
Οἱ σάτυροι τοῦ Διονύσου ἱεροὶ ἐν τῇσι γραφῇσι καὶ τοῖσι ἀγάλμασι ὄρθια ἴσχουσι τὰ αἰδοῖα, ξύμβολον τοῦ θείου πρήγματος. ἔστι δὲ καὶ πάθεος ἰδέη, ἀνίσχοντος ὄρθια τοῦ πάσχοντος τὰ αἰδοῖα· ἐπίκλησις σατυρίησις ἐς ὁμοιότητα τοῦ θεοῦ σχήματος.
 
Ὁρμὴ δέ ἐστι ἄσχετος ἐς ὁμιλίην · ἀτὰρ οὐδ' ἐν τῇσι προσόδοισι οὐδὲν ὠφελέονται · οὐδὲ ἐπὶ πολλῇσι καὶ συνεχέεσι ὁμιλίῃσι πρηο̈́νονται τὸ ὄρθιον. σπασμοὶ δὲ ἁπάντων τῶν νεύρων, καὶ ἔντασις τενόντων, καὶ βουβώνων, καὶ πληχάδος, φλεγμονὴ τῶν αἰδοίων καὶ πόνος, ἐρύθημα προσώπου, καὶ ἰκμὰς νοτίδι ἰκέλη. περιστελλό μενοι, ἡσυχῇ ἐπίλυποι, κατηφέες, ὥσπερ ἀχθόμενοι τῇ ξυμφορῇ · ἢν δὲ ὑπερίσχῃ καὶ τὴν αἰδῶ τοῦ ἀνθρώπου τὸ πάθος, ἀκρατέες μὲν γλώσσης ἐς τὸ ἄκοσμον · ἀκρατέες δὲ ἐς τὸ ἄμφαδον καὶ τῆς τοῦ ἔργου πρήξιος, παράφοροι τὴν γνώμην ἐς τὸ ἄσχημον. κατέχειν γὰρ οὐ δύνανται· διψώδεες, φλέγμα πολλὸν ἐμέουσι · ἔπειτεν τοῖσι χείλεσι ἀφρὸς ἐφιζάνει, ὅκωσπερ τοῖσι ὀργῶσι τῶν τράγων· ἀτὰρ ἠδὲ ὀσμὴ ὁμοίη. οὖρον ἐξ ἐπισχέσιος πολλῆς, λευκὸν, παχὺ, γονοειδές. κοιλίη ἀπολελημμένη, γαργαλισμοὶ αὐτόματοι πλευρέων καὶ μασχαλῶν, σπασμώδεες, ἀπόσιτοι, εἰ δὲ προσφέροιν το, ἁρπάγδην, ταραχώδεες·
 
Ἢν δὲ ἐς ὄλεθρον ἥκῃ τὸ κακὸν, φυσώδεες· κοιλίην ἐπηρμένοι, τενόντων καὶ μυῶν τῶν πάντων ξύντασις, δυσκινησίη, ξυνολκαὶ μελέων, σφυγμοὶ μικροὶ, ἀσθενέες, ἄτακτοι.
 
Ἔλυσέ κοτε τάδε πάντα κοιλίη ἐκταραχθεῖσα πολλοῖσι φλεγματώδεσι, χολώδεσι, ἔμετος ὁμοίως. οὐκ ἄνευθεν κινδύνου ἴησις, ὕπνος βαθὺς καὶ μήκιστος· ψύξις γὰρ καὶ πάρεσις και νάρκη νεύρων, ὕπνος πουλύς. νάρκη δὲ καὶ ψύξις σατυρίησιν ἰῆται.
 
[[Κατηγορία:Αρχαία και Κλασική γραμματεία]]