Περί αιτίων και σημείων οξέων παθών: Διαφορά μεταξύ των αναθεωρήσεων

Περιεχόμενο που διαγράφηκε Περιεχόμενο που προστέθηκε
Γραμμή 69:
===Κεφ. γ. Μαρασμοῦ Θεραπεία===
τοισίδε μέντοι κἢν μαρασμὸς ἔῃ, ἀρήγειν θᾶσσον ἰόντα ἐπὶ λουτρὰ καὶ κινήσιας. μαρασμοῦ μέντοι καὶ γάλα ἰητήριον, καὶ θρέψαι, καὶ ἀλεῆναι καὶ ὑγρῆναι γαστέρα, καὶ κύστιν πρηο̈́ναι: ἀτὰρ ἠδὲ κατόχοις τωὐτὰ τὰ ξυμφέροντα. ὁμοίη γὰρ καὶ ἡ ωὐτὴ τῶνδε τῶν νούσων ἡ ἰδέη. καστόριον δὲ τουτέοισι καιριώτερόν τε καὶ εὐμενέστερον πιεῖν τε καὶ χρίσασθαι καὶ ἐς τὸ ἔντερον ἐνεῖναι. τῇσι δὲ γυναιξὶ ὁκοῖα τουτέοισι ἴκελα πάθεα ἀπὸ ὑστέρης γίγνεται, ἐν τοῖσι γυναικείοσι λελέξεται.
 
===Κεφ. δ᾽. Θεραπεία Ἀποπληξίης===
ἀποπληξίη ἰσχυρὴ μὲν εἴη, ἅπαντα γὰρ ἔασι νεκρώδεες, ἢν καὶ ὁ νουσέων γηραιὸς ᾖ, τοῖσί περ ξύνηθες τὸ πάθος. οὐ γὰρ περιγίγνονται τῷ τε μεγέθεϊ τοῦ κακοῦ καὶ τῇ τῆς ἡλικίης ξυμφορῇ. ὅκως δὲ τεκμαρτέα τὰ μεγέθεα, πρόσθεν μοι λέλεκται. ἢν δὲ νεηνίης, καὶ ἀσθενὴς ἡ ἀποπληξίη πέλῃ, ἰῆσθαι μὲν οὐ Ρ῾ηΐδιον, πειρῆσθαι δὲ ὦν. ἰσόρροπον μὲν ὦν ἰητήριον, ὡς μεγάλῳ πάθεϊ μέγα βοήθημα, φλεβοτομίη, ἢν μή τις ἐς ἁμαρτωλὴν ἴῃ τοῦ πλήθεος δυστέκμαρτον δὲ τὸ μέτρον. ἤν τε γὰρ σμικρῷ πλέον ἀφέλῃς, προσαπέπνιξας τὸν ἄνθρωπον. ἐς γὰρ τὸ ζῆν τουτέοισι καὶ τὸ σμικρὸν αἷμα δυνατώτατον, καὶ ἡ ἀλέη τῆς ζωῆς τοῦ σκήνεος καὶ τῆς τροφῆς ἐόν: ἤν τε μεῖον τῆς αἰτίης, οὐδὲν μέγα ὤνησας διὰ μεγάλου ἄκεος: ἔτι γὰρ ἡ αἰτίη μίμνει: κρέσσον δὲ ἐς τὸ ἔλασσον ἁμαρτάνειν. ἢν γὰρ καὶ δοκέῃ μὲν ἐνδέειν, χρησταὶ δέ τινες ὑποφάσιες γίγνοιντο, αὖθις ἐπανατάμνειν τὴν φλέβα. τάμνειν δὲ τὴν ἐν τῷ κοίλῳ τοῦ ἀγκῶνος, εὔροος γὰρ ἥδε ἐν τῷ λαιῷ: ξυντεκμαίρεσθαι δὲ ἐν τῇ σμικρῇ ἀποπληξίῃ καὶ τὰ πάρετα μέρεα, εἰ ἐπ᾽ ἀριστερὰ, ἢ δεξιὰ, ἡ πάρεσις. ἀπὸ γὰρ τῶν ὑγιηρῶν, ὡς ἔπος εἰπεῖν, τὴν ἀφαίρεσιν χρὴ ποιέειν. τῇδε γὰρ τὸ αἷμα εὔροον: τῇδε καὶ ἡ παροχέτευσις ἀπὸ τῶν σιναρῶν. ἢν μὲν ὦν ἄνευ φανερῆς προφάσιος ἀπόπληκτοι γίγνωνται, ὧδε χρὴ συλλογί ζεσθαι ἀμφὶ τῆς ἀφαιρέσιος: ἢν δὲ ἀπὸ πληγῆς, ἢ καταφορῆς, ἢ πιέσιος ξυμβῇ, οὐ χρὴ ἀναβάλλεσθαι. μετεξετέροισι δὲ τόδε μοῦνον εἰς ἄκεσιν ἠδὲ ζωὴν ἤρκεσεν.
 
ἢν δὲ μὴ δοκέῃ τάμνειν φλέβα, ψύξιος πολλῆς καὶ νάρκης καὶ ἀναισθήσιος ἀμφισχούσης τὸν ἄνθρωπον, ὑποκλύζειν ἐς κένωσιν τοῦ πλήθεος τῶν ἐν τοῖσι ἐντέροισι῾ τὰ πολλὰ γὰρ ὑπ᾽ ἀδηφαγίης καὶ οἰνοφλυγίης παραπλῆγες γίγνονταἰ, καὶ εἰς τὴν ἀντίσπασιν τῶν τὴν κεφαλὴν ἀμφεχόν των χυμῶν: ἔστω δὲ τὸ κλύσμα δριμὺ, καὶ φλεγμάτων καὶ χολῆς ἀγωγὸν, ὡς μὴ νίτρον ἔχειν μοῦνον, ἀλλὰ καὶ εὐφόρβιον, ὅσον ὁλκῆς τριώβολον, ἐς τόδε ξύνηθες πλῆθος τοῦ κλύσματος, καὶ κολοκυνθίδος τὸ ἐντός, ἢ κενταυρίου τῆς κόμης ἀφεψήματος εἰς ἔλαιον, ἧ ὕδωρ. ἄριστον δὲ κλύσμα καὶ τὸ τοιόνδε: τοῦ μέλιτος τῷ ξυνήθει πήγανον ξὺν τῷ λίπαϊ ἑψηθὲν, καὶ τερμίνθου τοῦ δένδρεος τῆς Ρ῾ητίνης, καὶ ἁλῶν ἀντὶ νίτρου, καὶ ὑσσώπου ἐψήματος.
 
καὶ ἢν ἐκ τῶνδε μικρὸν ἀνέγρηται ὁ ἄνθρωπος, ἢ κινεόμενος τοῖσι πυρετοῖσι, ἢ αἰσθανόμενος ἀπὸ τῆς ἀναισθησίης, ἢ εὐσφυξίη γένοιτο, ἢ ὅλως τὸ πρόσωπον εὔσημον ᾖ, εὔελπιν χρὴ ἔμμεναι, ἠδ᾽ ἀρήγειν εὐτολμότερον. κρατύναντα ὦν μεσηγὺ τὴν δύναμιν τῆς ἱερῆς τοῦ καθαρτηρίου διδόναι νήστεϊ, μάλιστα μὲν τὸ πᾶν τῆς πόσιος: εἰ δὲ κώλυμα ἡ δύναμις ἔοι, ἐς τὸ ἥμισυ σὺν μελικρήτῳ. καὶ κινέειν αὐτὸν ἐν δίφρῳ ἐνθέντα ἀνακλίτῳ, ἀτρέμα μὲν αἰωρούντων τῶν φερόντων, διαναπαύοντα δὲ ξυνεχὲς διὰ τὸ ἄκοπον: κἢν μὲν ἡ γαστὴρ εὐρόως ὑποφέρῃ, δέχεσθαι: εἰ δὲ μὴ, ὕδωρ ἢ μελίκρητον πιπίσκειν, ὅσον κυάθους δύο: ἢν δὲ καὶ ναυτίη μὲν ἕλῃ ἐπὶ τῇσι καθάρσεσι, μὴ ἀποτρέπειν. ἥ τε ἔντασις ἐς ἐγρήγορσιν ἔχει τι ζώπυρον, καὶ ὁ τῶν φλεγμάτων ἔμετος τὴν αἰτίην τῆς νούσου ἄγει. αἰσθήσιος δὲ, καὶ κεφαλῆς, καὶ νεύρων καθαρτήριον ἡ ἱερὴ τὸ φάρμακον. ἀμφὶ μὲν ὦν κενώσιος παντοίης, τῆς ἐν ἀρχῇσι, ἅλις.
 
ὅλον δὲ χρὴ τὸν ἄνθρωπον ἐρίοισι εἰλίξαντα καταιονεῖν λίπαϊ σικυωνίῳ, ἢ γλευκίνῳ, ἢ παλαιῷ, ἢ ἰδίῃ ἑκάστῳ, ἢ ξυμπάντεσσι συμμεμιγμένοισι: ἄριστον δὲ κηροῦ μικρὸν ἐντήκειν ἐς πάχος τῶν ἀλειφάτων: ... ποιέειν δὲ χρὴ δυνατωτέρην τήνδε: ἐμπάσσειν δὲ καὶ νίτρου καὶ πεπέρεος. ἔστω δὲ λεπτὰ σησθέντα κρησέρῃ : μέγα δὲ ἐς δύναμιν τῶν παρέντων καὶ τὸ καστόριον: καὶ ἄλειμμα, ξύν τινι λίπαϊ τῶν εἰρημένων, πολλὸν δὲ δυνατώτερον καὶ πιπίσκειν ξὺν μελικρή τῳ. τὸ δὲ πλῆθος ὁκόσον ἐπὶ ληθαργικῶν ἴσμεν: ξυντεκμαίρεσθαι δὲ καὶ τὴν ἡλικίην καὶ τὴν γνώμην τοῦ νοσέοντος, εἰ πιεῖν ἐς πλεῦνας ἡμέρας ἑτοῖμος. ἔστι δὲ καὶ χρίσματα κρέσσονα τῆς τέγξιος, εὐφορέστερά τε καὶ δυνατώτερα. οὔτε γὰρ περιρρέει ἐς τὸ τῶν στρωμάτων αἶσχος: ἀχάριστον γὰρ τοῖσι κάμνουσι τὸ τοιόνδε, καὶ προσίζεται τῷ σκήνεϊ, ἔς τε τὰ ξυντακέντα ὑπό τε τῆς ἀλέης ἀνεπόθη. ἀλλὰ καὶ τὸ ἀΐδιον αὐτέων ὀνηϊστόν, περιρρέει γὰρ ἡ τέγξις. ὕλη δὲ ἀλειφάτων μὲν ὁκόσα μοι λέλεκται: ξὺν αὐτέοισι δὲ καστόριον, Ρ῾ητίνη τερμίνθου τοῦ δένδρεος, εὐφορβίου, λημνήστιδος, πυρέθρουἶσα: πεπέριος, χαλβάνης ἐς ἥμισυ: ξὺν νίτρῳ Αἰγυπτίῳ τριπλάσιον, κηροῦ ὁκόσον ἐς σύστασιν ὑγρήν. πολλὸν δὲ τουτέων φαρμακίη ποικιλωτέρη καὶ πλέον καὶ ἰδίῃ λέλεκταὶ. ἐπιπλάσματα τῇσι σκληρίῃσι καὶ τῇσι ἐντάσεσι τῶν μερέων ἐπιθετέον: ὕλη δὲ, λίνου σπέρμα, τῆλις, ἄλφιτον κρίθινον, μέλι, ἔλαιον ἔνθα πήγανον ἢ ἄνηθον ἐζέσθη, ἀλθαίης Ρ῾ίζα κοπεῖσα καὶ ἐν μελικρήτῳ ἑψηθεῖσα, ὡς κηροειδὴς γενέσθαι: ἔστω δὲ εὐαφέα καὶ προσηνέα τῇ ξυστάσι. ἢν μὲν ὦν ἄπυροι ἔωσι ἔτι, ἢ σμικρὸν ἐπιπυρεταίνωσι, τάδε χρὴ πρήσσειν οὐκ ἀλεγίζοντα τῆς θέρμης.
 
ἢν δὲ πυρετοὶ ὀξέες ἔωσι καὶ ἡ ἄλλη νοῦσος σμικροτέρη τῶνδε φαίνηται, καὶ ἐς τὸν κίνδυνον οἵδε ξυνεπείγωσι, πρὸς τούσδε χρὴ τὴν δίαιταν καὶ τὴν ἄλλην θεραπείην ἁρμόζεσθαι. τροφῇσίτε ὦν τελέως λεπτῇσι, εὐπέπτοισι χρέεσθαι: καὶ τῇ εὐκαιρίῃ προσεκτέον νῦν μᾶλλον: καὶ τοὺς παροξυσμοὺς ὑποστέλλεσθαι ἐς πᾶσαν ἰητρείην, καὶ τὸ ξύμπαν τοῖσι πυρετοῖσι προσκέεσθαι χρή.
 
ἢν δὲ πρόσω προήκῃ χρόνῳ καὶ τὴν κεφαλὴν ἐν αἰτίῃ ἴσχῃ, σικύην χρῆ ἐς τὸ ἰνίον προσβάλλοντα, αἱμάσσειν ἀφειδέως. καὶ γὰρ φλεβοτομίης ὀνίνησι μᾶλλον, καὶ τὰς δυνάμιας οὐκ ἀφαιρέει. προτέρη δὲ μεσηγὺ τῶν ὠμοπλατέων κουφὴ τιθέσθω ἐς ἀντίσπασιν τῆς ἐν τῷ ἰνίῳ.
 
παρελύθη κοτὲ καὶ κατάποσις, ἥπερ μούνη ἀποπλήκτοισι ἄλκαρ ἐστὶ σωτηρίης, εἴς τε τὴν τῆς τροφῆς κατάποσιν καὶ ἐς τὴν τῶν φαρμάκων πάροδον. οὐ γὰρ ἀτροφίης καὶ λιμοῦ κίνδυνος μοῦνον, ἀλλὰ καὶ βηχὸς, καὶ δυσπνοίης, καὶ πνίξιος. κἢν γὰρ καὶ ἐγχέῃ τις εἰς τὸ στόμα ὑγρὸν σιτίον, ἐς τὴν ἀρτηρίην ὑπορρέει, οὔτε τῶν παρισθμίων ξυμπιπτόντων ἐς τὸν ὠσμὸν τῶν σιτίων, οὔτε τῆς ἐπιγλωττίδος ἐνιζούσης ἐς τὴν ἑωυτῆς ἕδρην, ἥτις ἐπίθημα τῆς ἀρτηρίης πέφυκε. χρὴ ὦν μελίκρητον ἢ χυλὸν ἐγχέαντα μυστίλῃ μακρῇ ὑπεραίροντα ὑπὲρ τῆς ἀρτηρίης ἐς τὸν στόμαχον ἐγχέειν. τόδε γὰρ ἔτι ἐς κατάποσιν ὑπουργέει: εἰ δ᾽ ὁ νοσέων ἐς ὄλεθρονἴῃ ὕστατον, ὁ δὲ αὐχὴν σὺν τῇ ἀναπνοῇ πηγνύηται, τόν τε αὐχένα καὶ τὸν ἀνθερεῶνα θερμάσμασι χρίειν τε καὶ πυριῆν. ματαιόπονοι δὲ καὶ ἀΐδριες ὁκόσοι σικύην ἐς τὸν ἀνθερεῶνα προσβάλλουσι ἐς εὐρύτητα τοῦ στομάχου. οὐ γὰρ διαστάσιος χρέως ἐς ἔνθεσιν τῆς τροφῆς, ἀλλὰ ξυμπτώσιος ἐς κατάποσιν. προσδιαστέλλει δὲ σικύη, κἢν καταπίνειν θέλῃ, ἐπίσχει τῇ ἀποστάσιτε καὶ ἀνθολκῇ: ἐπανιέναι δὲ χρὴ ἐς τὴν περιστολὴν τῆς καταπόσιος: πρὸς δὲ τουτέοισι τὴν ἀρτηρίην πληροῖ ἐς κίνδυνον ἀποπνίξιος. ἀλλ᾽ οὐδ᾽ εἰ ἔνθα καὶ ἔνθα τοῦ βρόγχου θείης ἀρήγει: μύες γὰρ καὶ νεῦρα, καὶ τένοντες, καὶ φλέβες ἐπίπροσθεν ἔασι αὐτέου.
 
κύστις δὲ καὶ τὸ χαλαρὸν ἀρχοῦ ἄλλοτε μὲν ἐς ἔκκρισιν παρεῖται, καὶ ἔστι τῶν περιττῶν ἀεὶ ἔντερα πλήρεα, κύστις δὲ καὶ ἐς ὄγκον μέγιστον ἀείρεται, ἄλλοτε δὲ εἰς κάθεξιν αὐτέων, διαρρέει γὰρ τὰ περιττὰ ὡς δι᾽ ἀψύχων. ἔνθα ὦν ἐς μὲν τὴν κύστιν τῷ καθετῆρι ὀργάνῳ οὐκ εὔτολμον χρέεσθαι: κίνδυνος γὰρ σφακελίζειν τῇ κύστι, ἠδὲ σπασμὸν διδόναι τῷ ἀνθρώπῳ. ὑποκλύζειν δὲ μὴ πολλῷ πλήθεϊ τοῦ χυλοῦ κρέσσον: κἢν ἐκκοπρωθῇ τὸ ἔντερον, προσενιέναι ξὺν ἐλαίῳ καστόριον. ἐλπὶς δὲ μούνη καὶ πάντων ὁμοῦ τῶν παρέτων, καὶ ἰδίῃ τῶν μερέων, ἡ εἰς ἔλαιον ἐνίζησις. ὁ δὲ τρόπος αὐτέης ἐν τοῖσι χρονίοισι εἰρήσεται.
 
===Κεφ. ε. περὶ Παροξυσμοῦ Ἐπιληπτικῶν===