Περί αιτίων και σημείων οξέων παθών: Διαφορά μεταξύ των αναθεωρήσεων

Περιεχόμενο που διαγράφηκε Περιεχόμενο που προστέθηκε
Χωρίς σύνοψη επεξεργασίας
Γραμμή 41:
 
ὅταν πρόσω μὲν ἤδη πολλὸν ἥκῃ χρόνου, ὅ τε πυρετὸς νωθὴς ἔῃ, ἀτὰρ ἠδὲ ἡ παραφορὴ ἐς μώρωσιν τρέπηται : τὸ δὲ ὑποχόνδριον μὴ πολλόν τι προσβλάπτηται ἢ ὄγκῳ, ἢ φυσήσι, ἢ σκληρίῃ, κεφαλὴ δὲ τὸ πλέον ἔχῃ τῆς αἰτίης, χρὴ τολμέον τα λούειν ἠδὲ καταιον εῖν πολλόν τι τὴν κεφαλήν. ἥ τε γὰρ ἕξις ὑγρανθήσεται, καὶ ἡ κεφαλὴ διαπνευσθήσεται, καὶ τὸ ξύμπαν σκῆνος διατμισθήσεται. ὧδε γὰρ τὸ μὲν ξηρὸν ἀμβλύνεται, καὶ καθαρεύεται δὲ τῆς ὀμίχλης ἡ αἴσθησις: ἡ δὲ γνώμη εὐσταθὴς ἠδὲ ἔμπεδος μίμνει. τάδε μέντοι τῆς λύσιος τῆς νούσου γνώματα.
 
===Κεφ. β. Θεραπεία Ληθαργικῶν===
Ληθαργικοῖσι κατάκλισις ἐν φωτὶ καὶ πρὸς αὐγήν: ζόφος γὰρ ἡ νοῦσος: ἠδὲ ἐν ἀλέῃ μᾶλλον: ψῦξις γὰρ ἔμφυτος ἡ αἰτίη. κοίτη εὐαφὴς, τοιχογραφίη, στρώματα ποικίλα, πάντα ὁκόσα περ ἐρεθιστικὰ ὄψιος, λαλιὴ, ψηλαφίη ξὺν πιέσι ποδῶν: τιλμοί: κνησμοί. ἢν βαθὺ κῶμα ἴσχῃ, ἐμβόησις, νουθεσίη ὀργίλη, δεῖμα, ἐφ᾽ οἷσι δειμαίνει. προσαγγελίη τῶν ὁκόσα ἐπόθεε καὶ προσεδόκεε. πάντα ἐς ἐγρήγορσιν ἐναντίως τοῖσι φρενιτι κοῖσι.
 
ἀμφὶ δὲ καὶ κενώσιος ληθαργικῶν τάδε χρὴ γινώσκειν. ἢν μὲν ἐξ ἑτέρης νούσου, ὁκοῖόν τι φρενίτιδος , διαδέξηται ἡ λήθη, φλέβα μὲν μὴ τάμνειν, μηδὲ ἀθρόον ποθὲν κενοῦν αἷμα. ὑποκλύζειν δὲ τὴν κοιλίην, μὴ τοῦ κοπρώδεος εἵνεκε μοῦνον, ἀλλ᾽ ὅκως τι καὶ ἄνωθεν ἀντισπασθῇ, καὶ ἀπὸ τῆς κεφαλῆς ὀχετευθῇ. πλέον οὖν ἔστω ἁλῶν τε καὶ νίτρου. ἄριστον δὲ τῷ κλύσματι εἰ καστόριον ἐμπάσσοις: ψυχρὸν γὰρ τὸ κάτω ἔντερον ληθαργι κοῖσι καὶ πρὸς ἔκκρισιν νεκρῶδες. ἢν δὲ μὴ ἐκ διαδέξιος νούσου, ἀλλ᾽ ἑωυτέου ἄρχηται ὁ λήθαργος, καὶ δοκέῃ πεπλῆσθαι ὁ νουσέων, ἢν μὲν αἵματος, φλέβα τὴν ἐπ᾽ ἀγκῶνι τάμνειν : ἢν δὲ φλέγματος ὑδατώδεος εἴτε ἄλλων χυμῶν, καθαίρειν χρὴ κνεώρῳ σὺν τῇ πτισάνῃ, ἢ ἐλλεβόρῳ μέλανι ξὺν μελικρή τῳ, πρὸς τῇσι ἀρχῇσι, ἢν μετρίως βούλῃ: ἢν δὲ μεζόνως, τοῦ φαρμάκου τῆς ἱερῆς καλευμένης νήστι διδόναι ὁλκῆσβ᾽, ξὺν μελικρήτου κυάθοις τρισὶ, καὶ περιμείναν τα καθήρασθαι, τότε διδόναι σιτία, ἢν καιρὸς ᾖ: ἢν δὲ μὴ, εἰς τὴν ἐπιοῦσαν ἡμέρην ἡ τροφή: εὐκαιρίη δέ κοτε καὶ ἐν ἑσπέρῃ γίγνεται τῆς ἱερῆς ὁλκῆς͵ α ὕδατι ἢ μελικρή τῳ λυομένης, κυάθοις δύο.
 
ἀτροφίη κακὸν, κακὸν δὲ καὶ πολυτροφίη. χρὴ ὦν ὀλιγοσιτίῃ χρέεσθαι ἐς ἑκάστην ἡμέρην: ἀθρόον δὲ μὴ ἀσιτεῖν : ὑπομνήσιός τε γὰρ ἠδ᾽ ἀλέης τῷ στομάχῳ χρέος ἀνὰ πᾶσαν τὴν ἡμέρην. ἀτὰρ καὶ ἡ τροφὴ ἔστω λεπτύνουσα καὶ διαχωρητικὴ ἐν ζωμοῖσι μᾶλλον ἢ ὀπτοῖσι ἀλεκτορίδι, κεγχρίδι. λινόζωστις δὲ ξυνεψείσθω καὶ ὄξος παραχεέσθω. καὶ τοῖσι δὲ χυλοῖσι ἐμβάλλειν, εἴ ποι δέοι χυλῷ χρέεσθαι πτισάνης, εὔπνοον ἠδὲ οὔρων ἀγωγὸν, μάραθρον, σέλινον, τὰ λάχανα, ἢ τουτέων τοὺς καρπούς. ἀγαθὸν δὲ καὶ πράσον τῇ δριμύτητι, καὶ κράμβη ξὺν ἐλαίῳ καὶ γάρῳ: ἄριστον δὲ καὶ κύμινον γλυκὺ, ξὺν κράμβῃ, φυσέων ἠδὲ οὔρων: ἐρεθιστέα γὰρ ἡ κύστις, ἠδὲ γαστὴρ, ἐν πάσῃ τῇ νούσῳ.
 
τέγξιες τῆς κεφαλῆς, αἵπερ καὶ τοῖσι φρενιτι κοῖσι. ἀμφοῖν γὰρ αἱ αἰσθήσιες πλέαι γίγνονται ἀτμῶν, ἃς ἀπελαύνειν. χρὴ ψύξεϊ καὶ στύψι, Ρ῾οδίνῳ, καὶ κισσοῦ χυλῷ: ἢ ἐξατμίζειν ἐς διαπνοὴν τοῖσι λεπτύνουσι, οἷον ἑρπύλῳ ἐν ὄξεϊ σὺν τῷ Ρ῾οδίνῳ: ἢν δὲ νεύρων πόνος ἔῃ καὶ ψῦξις ὅλου, πολλῷ δὲ μᾶλλον ἀκρέων, τῷ καστορίῳ ξὺν ἀνηθίνῳ λιπαίνειν, ἠδὲ τέγγειν τὴν κεφαλὴν καὶ τὸν αὐχένα, καὶ τὴν Ρ῾άχιν χριειν τῷ αὐτῷ ξὺν λίπαϊ, σικυωνίῳ, ἢ γλευκίνῳ, ἢ παλαιῷ: ξυγχρίειν δὲ καὶ τὼ χεῖρε ἀπὸ τῶν ὤμων, καὶ τὼ πόδε ἀπὸ τῶν βουβώνων. τοισίδε μέντοι καὶ τὴν κύστιν καταιονεῖν , καὶ ὡς νεῦρον πάσχουσαν, καὶ ὡς οὔρων ὁδὸν κάμνουσαν, ἀτὰρ καὶ τῇ δριμύτητι τῶν χυμῶν ἀχθομένην: χολώδεα γὰρ τὰ οὖρα. ἢν δὲ μέζων ὁ τρόμος ἔῃ, καὶ κίνδυνος σπασμοῦ, καὶ σικυωνίῳ εἰς τὴν κεφαλὴν ὑπ᾽ ἀνάγκης χρέεσθαι: ὀλίγη δὲ ἤτω ἡ χρῖσις: ἢν δὲ καὶ φλεγμασίαι τῶν ὑποχονδρίων ἔωσι, καὶ πρήσιες καὶ φῦσαι, καὶ περιτάσιες τοῦ δέρματος, ἢ κοῖλον γίγνηται, εἴσω εἰρυομένου τοῦ ὑποχονδρίου, ἐμβρέγματα [p. 145] καὶ ἐπιπλάσματα, ὁκόσα μοι ἐν φρενιτι κοῖσι λέλεκται.
 
σικύῃ ἥκιστα χρέεσθαι ἢν ἀπὸ φρενίτιδος ἔωσι. εὐτολμότερον δὲ ἢν ἀρχῆθεν ἡ νοῦσος εἰσβάλλῃ. ἢν δὲ γλῶσσα μελαίνηται καὶ ὄγκος ἐν τοῖσι ὑποχονδρίοισι σημαίνῃ, ὑπ᾽ ἀνάγκης τῇ σικύῃ χρέεσθαι: ἐπὴν δὲ πρὸς τῷ μήκεϊ τοῦ χρόνου κενωθήσεται τῇσι αἰσθήσεσι, τἄλλα δ᾽ εὐπετέστερον φέρῃ, τῇ κορυφῇ τῆς κεφαλῆς προσβάλλειν: ἄλυπον γὰρ τῇ δυνάμι τὸ ἐντεῦθεν κενοῦν.
 
ἄγειν τε καὶ φύσας ἄνω τε καὶ κάτω. φυσέων γὰρ συναγωγὸν λήθαργος καὶ ἐν τῇσι κοιλίῃς ι καὶ ἐν τῷ ὅλῳ σκήνεϊ ἀργίῃ καὶ νωθίῃ καὶ ἀψυχίῃ: διαπνευστικὸν δὲ κίνησις ἠδὲ ἐγρήγορσις. διαχρίειν οὖν πήγανον χλωρὸν τρίβοντα ξὺν μέλιτι καὶ νίτρῳ: ἀγωγόν τέ ἐστι μᾶλλον φυσέων ξὺν τουτέοισι καὶ τερμίνθου Ρ῾ητίνης μέρος ἕν: καὶ πυρίη προκλητικὴ φυσέων, ἢ πιναροῖσι θερμοῖσι ἐρίοις, τρηχέσι παλαιοῖς Ρ῾άκεσι, ἢ σπογγιῇ ξὺν ὕδατι, ἔνθ᾽ ὕσσωπον, ἢ ὀρίγανον, ἢ γλήχων, ἢ Ρ῾υτὴ ἕψηται: ἄγοι δ᾽ ἂν φύσας, ἠδὲ ὁκόσα πρὸ τῶν σιτίων πίνεται, τάπερ καὶ φλέγμα καὶ χολὴν ἐν τοῖσι ἐντέροισι καὶ στομάχῳ ἄγει, ὕσσωπον ἐν μελικρή τῳ ἑψηθὲν, δίκταμνον τὸ Κρητικὸν, ὀρίγανον: δριμέα μὲν, ἀγωγὰ δὲ ἀδίαντον, ἄγρωστις: τάδε μέντοι καὶ φυσέων καὶ οὔρων καταρρηκτικά.
 
ἢν δὲ τρόμος χειρῶν καὶ κεφαλῆς ἔῃ, καστόριον πιπίσκειν δραχμῆς ὁλκῆς ἥμισυ ξὺν μελικρή του κυάθοις τρισὶ ἐς ἡμέρας πλεῦνας: ἢν δὲ μὴ πίνῃ τόδε, ἐντήκειν ξυμφόρῳ ἐλαίου, ἔνθα πήγανον ἐνεζέσθη κυάθοις τρισὶ, τὸ δὲ διπλόον ἐς τὸ κάτω ἔντερον ἐγχέειν, καὶ τόδε ἐς πλεῦνας ἡμέρας. μετὰ δὲ τὸ ἐκ τουτέου ξύμφορον, ῾φύσας γὰρ ἄγει ἄνω τε καὶ κάτω: μετεξετέροισι δὲ καὶ οὖρα καὶ κόπριον: ᾿ἢν δὴ ποθὲν εἰς τὸ πᾶν διαθέον ἥκῃ, ἄτρομα ἠδὲ κραταιὰ τὰ νεῦρα γίγνεται καὶ τὰς ἕξιας ἐς τὸ θερμὸν καὶ ξηρὸν ἀλλοιοῖ καὶ τὰς καταστάσιας τῶν νούσων τρέπει. ἄριστον δὲ καὶ ἐς τὰς Ρ῾ῖνας ἐμφυσῆν : καὶ γὰρ καὶ τῇδε πνευμάτων καταρρηκτικὸν πταρμοῖσι: καὶ ὁκοῖόν τι κύστις ἀγωγὸν οὔρων καὶ Ρ῾ὶν μύξης: πρήσσει δὲ θέρμῃ προσηνεῖ τάδε τῇδε καὶ τῶν ἄλλων τῶν πταρμικῶν κρέσσον, πεπέρεος, ἐλλεβόρου, στρουθίου, εὐφορβίου. τάδε γὰρ ἐς τὴν πρώτην ἠδὲ πυμάτην θίξιν ἀπηνέα καὶ ταρακτικὰ κεφαλῆς τε καὶ αἰσθήσιος, ἐκ προσαγωγῆς δὲ τὸ καστόριον ἀλεαίνει: κεφαλῇσι δὲ καὶ ἄλλως ξύμφορον, ὅτιπερ τὰ νεῦρα πάντη ἐνθένδε περιφύεται: νούσων δὲ νεύρων καστόριον ἰητήριον. ἀλλὰ ξυμμίσγειν τόδε τῶν γεγραμμένων τινὶ ἤ τισι, οὐκ ἄχαρι. ἢν γὰρ μιγῇ, μὴ αὐτίκα μὲν κεφαλὴν ξυμμέτρως ταράξαι, ἐς μακρὸν δὲ τὴν θέρμην ἐξάψαι.
 
ὑγρῆναι τὴν Ρ῾ῖνα προκλήσι: ὁσμαῖς δριμείασις μὲν ἐς αἴσθησιν, ἐς δύναμιν δὲ θερμαῖς : ὁκοῖον αὐτὸ τὸ καστόριον, ἢ θύμβρα, ἢ γλήχων, ἢ θύμος, χλωρὰ, ἢ ξηρὰ δευθέντα ὄξεϊ.
 
δριμέων φαρμάκων χρίσιες κατὰ τῶν ποδῶν καὶ γουνάτων. ὕλη δὲ ἔστω ἀλεαίνουσα καὶ δάκνουσα ἐκ προσαγωγῆς. ἀμφοῖν γὰρ χρέος ληθαργι κοῖσι ἐς θάλψιν καὶ ἐγρήγορσιν. τὰ πρῶτα μὲν ὦν καὶ κνίδῃ μαστίζειν τὰ σκέλεα. προσίζουσα γὰρ ἡ ἄχνη οὐκ ἐς πολλὸν μὲν διαρκέει, ἄλυπον δὲ ὀδαξησμὸν καὶ πόνον ἐνδιδοῖ. μετρίως δὲ ἐρεθίζει τε καὶ παροιδίσκει, καὶ θερμασίην προκαλέεται. ἢν δὲ ἐπὶ μᾶλλον ἐθελήσῃς τάδε τοι γίγνεσθαι, λημνήστιδος ἠδ᾽ εὐφορβίου ἷσα ξὺν λίπαϊ γλευκίνῳ χρίειν. ἄριστον καὶ σκίλλης ὠμῆς λεπτοῖσι ἐκτρίβειν: χρὴ δὲ ἀπομάξαντα τῶν μελέων τὸ ἐλαιῶδες: ῾ ἄδηκτον γὰρ πᾶν δριμὺ ξὺν λίπαϊ ἢν μὴ φαρμακῶδες ᾿, ἢ κυπρίνῳ, ἢ γλευκίνῳ, ἢ σικυωνίῳ. ἢν δὲ ἐπὶ τουτέοισιν ἔτι βαθὺ κῶμα ἴσχῃ, σίκυον χρὴ τὸν ἄγριον ξὺν ὄξεϊ τρίψαντα σινήπιος ἴσῃ μάζῃ ξυμμίξαντα, τιθέναι: δριμὺ δὲ τὸ ἐπίπλασμα καὶ ὠκέως ἐρυθήμα τα ἐντεῦξον, ὠκέως δὲ οἰδαλέα θέμενον : εἰ κίνδυνος δὲ φλυκται νώσιος καὶ τρωμάτων, ξυνεχέωσς ἐπαίρειν τὸ ἐπίπλασμα, καθορέοντα μή τι τουτέων ξυμβῇ. τάδε μὲν ὦν ἐς τὸ νωθὲς καὶ νεκρῶδες αὐτέου, καὶ ἐς πάντα καιρὸν, πλὴν τῇσι ἐσβολῇσι τῶν παρόξυσμῶν.
 
ἢν δὲ ἀναφέρῃ μὲν ἤδη τὴν αἴσθησιν, βάρος μέν τι ἐπὶ τῆς κεφαλῆς, καὶ ἦχος, ἢ βόμβος ἔῃ, καὶ διὰ τοῦ στόματος ἄγειν φλέγμα, μαστίχην τὰ πρῶτα ἐς μάσησιν διδόντα, ὡς ξυνεχὲς ἀποπτύοι: ἔπειτα δ᾽ αὖθις ἀσταφίδος ἀγρίης, κόκκου τοῦ τῆς Κνίδου, πάντων δὲ μάλιστα σινήπιος, ὅτι τε ξύνηθες, ἀτὰρ ἠδὲ ὅτι τῶν ἄλλων μᾶλλον τόδε φλεγμάτων ἀγωγόν: κἢν μὲν καταπίῃτις ἑκὼν, ἱκανὸν μὲν τὰ ἐν τῷ στομάχῳ λῦσαι: δυνατὸν δὲ καὶ ὑγρῆναι γαστέρα καὶ φύσας ἀγαγεῖν: καὶ γάρ μοί κοτε ἐκ ξυντυχίης τάδε ξυνέβη, καταπιόντος τοῦ ἀνθρώπου κατὰ γνώμην τὴν ἐμήν: ἀγαθὴ δὲ διδάσκαλος ἡ πείρη: χρὴ δὲ καὶ αὐτὸν πειρῆν: εὐλαβίη γὰρ ἀπειρίη.
 
χρὴ δὲ καὶ τὴν κεφαλὴν μετὰ τὴν κουρὴν τὴν ἐν χρῷ, ἢν μὴ μέγα ἥδε ἀνύῃ, ξυρεῖν ἐς διαπνοήν : ἀτὰρ ἠδὲ ἐς φαρμάκω ν δριμέων χρίσιν, τοῦ διὰ τῆς λημνήστιδος, ἢ ἀδάρκην, ἢ θαψίην, ἢ σίνηπι ὑγρὸν ἐξ ὕδατος ξὺν ἄρτῳ διπλῷ ἐς τρύχνιον ἐγχρίσαντα ἐμπάσσειν τὴν κεφαλήν: φυλάξαν τα δὲ ἐς ὥρην μίην εὐκαιρίῃ σπόγγοισι θερμοῖσι πυριῆν.
 
οὐκ ἀνωφελὲς δὲ καὶ λούειν, ἤδη πάντων μὲν, ἢ τῶν γε πλείστων καὶ καιρίων τῶν ἐς τὴν νοῦσον λελυμένων. τῆς δὲ νωθείης μενούσης, εὖτε καὶ αἰώρης χρέος, καὶ τρίψιος, καὶ πάσης προσηνοῦς κινήσιος.
 
===Κεφ. ε. περὶ Παροξυσμοῦ Ἐπιληπτικῶν===