Περί αιτίων και σημείων οξέων παθών: Διαφορά μεταξύ των αναθεωρήσεων

Περιεχόμενο που διαγράφηκε Περιεχόμενο που προστέθηκε
Γραμμή 1:
==ΒΙΒΛΙΟΝ Α.==
===Προοίμιον===
ὀξεῶν νούσων ἄκεα ξυναφέα τῇσι σημηΐων ἰδέῃσι, ἀμφὶ ὧν τοῖς ξυγγράμμασι, ἄσσα μοι πρόσθεν γεγράφαται. ὁκόσα μὲν ὦν ἐν πυρετῶν θεραπείῃ γίγνεται κατά τε τὴν τούτων διαφορὴν, καὶ κατὰ τὴν τῶν νοσημάτων ἰδέην, καὶ τὴν ἐν αὐτοῖς ποικιλίην, τουτέων τὰ πλείω ἐν τοῖσι ἀμφὶ πυρετῶν λόγοισι λελέξεται: ὁκόσα δὲ ξὺν πυρετοῖσι ὀξέα γίγνεται πάθεα, ὁκοῖον ἡ φρενῖτις, ἢ ἄνευθε πυρετῶν, ὁκοῖον ἀποπληξίη, ἀμφὶ τῶνδε μοῦνον τὰ ἄκεα φράσω: ὡς δὲ μὴ διαμαρτάνειν, μηδὲ μακρηγορέειν, ἕτερα ἐν ἑτέροισι γράφοντα, ἀρχὴ ἡ ωὐτὴ ἣ καὶ ἀμφὶ τῶν παθέων, καὶ τελευτὴ ἡ ωὐτή.
 
===Κεφ. α. Θεραπεία Φρενιτικῶν===
Κατακεκλίσθαι χρὴ τὸν νοσέοντα ἐν οἴκῳ εὐμέτρῳ, εὐκρήτῳ, χειμῶνος μὲν ἐν ἀλέῃ, θέρεος δὲ ἐν ψύχεϊ νοτερῷ: ἔαρος δὲ καὶ φθινοπώρου πρὸς τὰς ὥρας τεκμαίρεσθαι. ἔπειτα ἡσυχίην ἄγειν κελεύειν καὶ αὐτὸν νοσέοντα καὶ τοὺς ἐπὶ τῆς οἰκίης ἅπαντας: ὀξυήκοοι γὰρ ἠδὲ ψόφου καθαπτόμενοι φρενιτικοί : ἀτὰρ ὑπὸ τῶνδε μαίνονται. τοῖχοιλεῖοι, ὁμαλοὶ, μηδ᾽ ὑπερίσχοντες, μηδὲ ἄχναις μηδὲ γραφῇσι εὔκοσμοι: ἐρεθιστικὸν γὰρ τοιχογραφίη. καὶ γὰρ πρὸ τῶν ὀφθαλμῶν ἀμφαιρέουσί τινα ψευδέα ἰνδάλματα, καὶ τὰ μὴ ἐξίσχοντα ἀμφαφόωσι ὡς ὑπερίσχοντα: καὶ πᾶσα πρόφασις ἀναιτίη πρόκλησις χειρῶν φορῆς. κλίνης μῆκος καὶ πλάτος σύμμετρον, ὡς μήτε βληστρίζεσθαι ἐν τῇ πλατείῃ, μήτε ἀπὸ τῆς στενῆς ἐκπίπτειν κοίτης. ἐν ψιλοῖσι τοῖσι τοῖσι στρώμασι, ὡς μὴ κροκυδίζειν ὑπόμνησις ἔοι. ἀτὰρ ἠδὲ ἐν μαλθακοῖσι, ἀστεργὴς γὰρ τοῖσι νεύροισι ἡ σκληρὴ κοίτη. οὐχ ἥκιστα δὲ τῶν ἄλλων τοῖσι φρενιτι κοῖσι τὰ νεῦρα πονέει, μάλα γάρ τοι σπῶνται φρενιτι κοί. εἴσοδοι τῶν φιλτάτων: μῦθοι καὶ λαλιὴ μὴ θυμοδακεῖς: πάντα γὰρ εὐθυμέεσθαι χρὴ, μάλιστα τοῖσι ἐς ὀργὴν ἡ παραφορή: κατάκλισις ἢ ἐν ζόφῳ, ἢ ἐν φωτὶ πρὸς τὸ νόσημα τεκμαρτέη. ἢν γὰρ πρὸς τὴν αὐγὴν ἀγριαίνωσι, καὶ ὁρέωσι τὰ μὴ ὄντα, καὶ τὰ μὴ ὑπεόντα φαντάζωνται, ἢ ἀνθ᾽ ἑτέρων ἕτερα γιγνώσκωσι, ἢ ξένα ἰνδάλμα τα προβάλλωνται, καὶ τὸ ξύνολον τὴν αὐγὴν ἢ τὰ ἐν αὐγῇ δεδίττωνται, ζόφον αἱρέεσθαι χρή: ἢν δὲ μὴ, τοὐναντίον. ἀγαθὸν δὲ πρὸς αὐγὴν σωφρονέειν τε καὶ πρηο̈́νεσθαι τὴν παραφορήν. ἀσιτίη μὴ μακρή: σιτία δὲ ὑγρότερα καὶ βραχύτερα καὶ συνεχῆ. μειλίγματα γὰρ θυμοῦ σιτία: εὐκαιρίη δὲ ἐν τῇσι ἐπανέσεσι ἀμφοῖν, καὶ πυρετοῦ καὶ παραφορῆς. ἢν δὲ ὑπ᾽ ἀσιτίης ἐκμαίνωνται, καὶ ἢν μὴ παρήκῃ ὁ πυρετὸς, διδόναι μὴ μεγάλα ἐπὶ πυρετῷ βλάπτοντα . ἀγαθὸν δὲ ξυμφωνέειν καὶ τὸν πυρετὸν, καὶ τὴν παραφορὴν, ἔς τε τοὺς παροξυσμοὺς καὶ τὰς ἐπανέσιας.
 
ἢν ὦν ἥκῃ ὁ καιρὸς ἐς θρέψιν, πρώτιστα σκεπτέον εἰ χρὴ ἀφαιρέειν αἷμα. ἢν μὲν ὦν ἡ παραφορὴ ξὺν πυρετῷ ἀρχῆθεν εἰσβάλλῃ τῆς πρώτης ἢ δευτέρης ἡμέρης, τάμνειν φλέβα τὴν ἐπ᾽ ἀγκῶνι, μάλιστα τὴν μέσην: ἀτὰρ καὶ ἢν ἐς τρίτην ἢ τετάρτην ἡμέρην ἡ παραφορὴ ἥκῃ, μέσφι τῆς πρώτης τῶν κρισίμων περιόδου τάμνειν: εἰ δὲ προσωτέρω τοῦ δέοντος χρόνου ἑκταίῳ ἐόντι ἢ ἑβδομαίῳ, ἐῆν, πολλὸν πρὸ τῶν κρισίων ἐν τοῖσι ὀξέσι κενοῦν χρὴ, ἢ φαρμακεύειν, ἢ τοῖσι ἄλλοισι ἐρεθισμοῖσι χρέεσθαι. ἀτὰρ καὶ φλέβα τάμνων μὴ πολλὸν ἀφαιρέειν, κἢν ἐν ἀρχῇ τάμνῃς. φρενῖτις γὰρ εὔτρεπτον ἐς συγκοπὴν κακόν: ἢν δὲ πολυπληθὴς ὁ νοσέων ἔῃ, καὶ νεηνίης, καὶ ἐξ ἀδηφαγίης καὶ οἰνοφλυγίης, —οἵδε οὐ τῆς φρενίτιδος ἔασι οἱ λογισμοὶ, — ἀλλὰ καὶ ἄνευ παραφορῆς πολλὸν τουτέων ἀφαιρέειν αἷμα: πολλὸν δὲ μεῖον ἀφαιρέειν, ἢν οἵδε ἔωσι οἱ φρενιτικοί: τάμνειν δὲ φλέβα τουτέων εὐτολμότερον, ἢν ἐξ ὑποχονδρίων καὶ μὴ ἀπὸ κεφαλῆς ἡ νοῦσος ᾖ. ἐνθάδε γὰρ τῆς ζωῆς ἐστι ἡ ἀρχή: κεφαλὴ δὲ χῶρος μὲν αἰσθήσιος καὶ νεύρων ἀφέσιος: αἷμα δὲ παρὰ καρδίης ἕλκει μᾶλλον ἢ ἄλλοισι διδοῖ. ἢν ὦν πεπόνθῃ ἥδε, οὐ χρὴ τὴν ἐπ᾽ ἀγκῶνι τάμνειν φλέβα. τάδε γὰρ πάθεα κενεαγγέειν ἐφ᾽ οἷσι ἡ βλάβη οὐ σμικρή. κἢν μὲν ἡ δύναμις ἀντέχῃ εἰς τὸ ἱκανὸν τῆς κενώσιος, ἅπαξ ἀφαιρέειν, ὅκως μὴ ἐν τῇ διαστάσι τῆς ἐπαφαιρέσιος διολλύηται τῆς τροφῆς ἡ ἐγκαιρίη. ξυνεχέες γὰρ τοῖσι φρενιτι κοῖσι οἱ πυρετοὶ, καὶ οὐδὲ ἐπανέσιας μακρὰς, ἀλλὰ βραχείας καὶ ἀσήμους κουφισμοὺς ποιεύμενοι. ἢν δὲ πρὸ τῆς ξυμμετρίης ἀπαυδήσῃ ὁ νοσέων, ἐς δευτέρην ἐπάνεσιν ὑπερβάλλεσθαι, ἢν μὴ ἐς μακρὸν ἐκπίπτῃ: εἰ δὲ μὴ, ἀνακαλεσάμενον ὀσμῇσι, καὶ ψαύσεσι προσώπου, καὶ πιέσι ποδῶν αὐτίκα ἀφαιρέειν: γνῶμα δὲ τῆς αὐταρκίης ἡ δύναμις.
 
τροφὴ ὑγρὴ πᾶσι μὲν τοῖσι πυρεταίνουσι, οὐκ ἥκιστα δὲ φρενιτι κοῖσι: ἐπιξηρότεροι γὰρ πυρετῶν μούνων. τὸ δὲ μελίκρητον , ἢν μὴ χολώδεες ἔωσι: ἄπεπτον γὰρ τοῖσι πικροχόλοισι.3 χόνδροι πλυτοὶ ξὺν ὕδατι, ἢ μελικρήτῳ. ἀγαθὸν δὲ καὶ ἐκ τῶνδε Ρ῾οφήματα διδόναι ἁπλᾶ, ὁποῖα θύμβρης, ἢ σελίνου, ἢ ἀνήθου ἐνηψημένων : εὔπνοα γὰρ τάδε καὶ διουρητικά . σύμφορον δὲ φρενιτι κοῖσι οὔρησις: λαχάνων πάντων μὲν, μάλιστα δὲ μαλάχης. ἀγαθὸν γὰρ τὸ γλίσχρασμα καὶ ἐς λειότητ αγλώσσης καὶ ἀρτηρίης, καὶ ἐς τὴν τῶν κοπρίων διέξοδον: ἄριστον δὲ καὶ τεῦτλον, καὶ βλίτον, καὶ κορωνόπους, καὶ κολοκύνται καθ᾽ ὥρην, καὶ ὅ τι ἂν ἐφ᾽ ἑκάστης ὥρης ἄριστονᾖ. πτισάνης δὲ χυλὸς ὑγρότατος μὲν ἐν πρώτοισι, ὡς ἀτροφώτερος ἔοι: ἐπὶ δὲ μᾶλλον παχύτερος, ὁκόσον ἂν ἡ νοῦσος προήκοι χρόνον. ὑποστέλλεσθαι δὲ ἐν τῇσι κρίσεσι, καὶ μικρόν τι πρὸ τῶν κρισίων. ἢν δὲ ἐς μῆκος ἡ νοῦσος ἴῃ, μὴ ἀφαιρέειν τῶν προσθεσίων, ἀλλὰ σιτώδεα διδόναι, ὡς ἐξαρκέσῃ ὁ νοσέων: εὖτε καὶ κρεῶν ἀκρέων καὶ πετεινῶν χρέος, τὰ πολλὰ τοῖσι χυλοῖσι ἐντηκομένων: κάρτα γὰρ χρὴ τάδε ἐν τῇ ἑψήσι λύεσθαι : ἰχθύων οἱ πετραῖοι τῶν ἄλλων κρέσσον ές εἰσι. ἐπίπαν δὲ τοὺς ἐν τῇ χώρᾳ ἀρίστους αἱρετέον: ἄλλη γὰρ ἄλλας φέρειν ἰχθύων ἰδέας πεπίστευται χώρη. ὀπώρας οἰνώδεος ὑποστέλλεσθαι, κεφαλῆς γὰρ καὶ φρενῶν ἅψιν ποιέει: ἢν δὲ ἀνάγκη ἔῃ, τῆς δυνάμιος, ἢ τοῦ στομάχου βιαζομένων , ἑφθὰ ἐν μελικρήτῳ, ἢ ὀπτὰ ἐν στέατι, ὁκοῖον μῆλα, δοτέον. τῶν ἄλλων θερμῷ ὕδατι ἕκαστον ἐκλύειν, ἢν ἐς μούνην τὴν τοῦ στομάχου παραμυθίην διδῷς: ἢν δὲ καὶ ἐς δύναμιν δέῃ, μὴ κάρτα τὸ οἰνῶδες ἐκλύειν. τροφὴ μὲν ὦν, ὡς ἔπος εἰπεῖν, τοιήδε.
 
τέγγειν δὲ τὴν κεφαλὴν ἐς ἔμψυξιν, λίπαϊ ἐλαίης ὄμφακος τετριμμένης. ἀλεαίνεσθαι γὰρ ἡ κεφαλὴ οὐ φιλέει φρενιτι κοῖσι: ἢν δὲ καὶ ἀγρυπνίη καὶ φαντασίη ἔωσι, Ρ῾οδίνου μίσγειν ἶσον ἴσῳ τὰ πρῶτα: ἔτι δὲ μᾶλλον τὸ Ρ῾όδινον ἔστω πλέον ἐς στῦψιν καὶ ἔμψυξιν τῆς κεφαλῆς. ἢν δὲ καὶ τὴν γνώμην παρακινέωνται, καὶ τὴν φθέγξιν ἐξαλλάσσωνται, ἑρπύλου κόμης ἐνεψητέον ἐν τοῖσι ἐλαίοισι, ἢ κισσοῦ χυλὸν, ἢ πολυγόνου παραχυτέον : ἢν δ᾽ ἐπὶ μᾶλλον ἡ παραφορὴ ἐξάπτηται, καὶ πευκέδανον καὶ σπονδύλιον τοῖσι ἐλαίοισι ἐνεψεῖν, καὶ ὄξους παραχεῖν. ἀτμῶν γὰρ τάδε καὶ θέρμης διαπνευστικὰ, καὶ παχέων χυμῶν διαλυτικὰ, ἃ τῆς παραφορῆς ξυναίτια. πεφυλάχθαι δὲ χρὴ τάδε, ὡς μὴ ἐς τὸν αὐχένα καὶ τοὺς τένοντας ἡ τέγξις ἥκῃ. πολεμίη γὰρ τένουσι καὶ νευροῖσι. καιρὸς δὲ πᾶς τέγξιος, πλὴν τῆς ἐσβολῆς τοῦ παροξυσμοῦ : ἀραιοτέρη δὲ ἐν τῇ ἀναβάσι : πάντων δὲ μάλιστα ἐν ἀκμῇ: ᾗ δ᾽ ἂν ἐκμαίνωνται, τῇδε μάλιστα τέγγειν ψυχρῷ, καὶ ψυχομέν ῳ ἐπὶ μᾶλλον θέρεος ὥρῃ: χειμῶνος δὲ χλιαρῷ. εἰς δὲ τὸ πρηο̈́νειν τὴν παραφορὴν, ὀξυκρήτῳ, ἢ κονύζης ἑψήματι, καὶ σπογγιῇ τὰ πρόσωπα πυριῆν: ἔπειτα χρίειν οἰνανθίνῳ, ἢ κροκίνῳ λίπαϊ, καὶ τὰς Ρ῾ῖνας καὶ τὰ ὦτα τοισίδε διαχρίειν.
 
τάδε μέντοι καὶ ὕπνου ἀγωγά. ἢν γὰρ πάννυχοι μὲν ἐγρήσσωσι, μηδὲ δι᾽ ἡμέρης εὕδωσι, ἀτενέες δὲ τὸ ξύμπαν4 ὀφθαλμοὶ, ὁκοῖόντι κέρας ἑστήκωσι, βληστρίζωνται δὲ καὶ ἐξανιστῶνται, ὕπνον αὐτέοισι καὶ ἠρεμίην μηχανέεσθαι, πρώτιστα μὲν διὰ τῶν τῆς κεφαλῆς τεγξίων, Ρ῾οδίνου ἀκρήτου, ἢ ἀμαρακίνου ξὺν χυλῷ κισσοῦ, ἢ ἑρπύλου, ἢ καὶ μελιλώτου ἐναφεψή ματι. ἐπὶ μᾶλλον δὲ ὑπνωτικὸν μήκων ἀφεψηθεῖσα ἐν λίπαϊ, ἔς τε τὸ τῆς κεφαλῆς βρέγμα, ἢ ὕδατι ἐς τὸ πρόσωπον ξὺν σπογγιῇ: ὑποτιθέναι δὲ χρὴ καὶ αὐτὰς ὅλας, εἰ εἶεν νεοδρεπεῖς, χλωρὰς τοῖσι ὑποκεφαλαίοισι. παχύνει γὰρ καὶ ὑγραίνει τὸ πνεῦμα ξηρόν τε καὶ λεπτὸν ἐὸν, και ὀμίχλην τῇσι αἰσθήσεσι παρέχει: βαρὺ δὲ καὶ νωθὲς ὀμίχλη, ἥπερ ὕπνου ἀρχή: ἢν δὲ μεζόνων δέωνται, καὶ αὐτὸ τὸ μηκώνειον ἐς τὰ μέτωπα ξὺν ὕδατι χρίειν: ἠδὲ ὑπαλείφειν τὰς Ρ῾ῖνας καὶ ἐς τὰ ὦτα ἐγχέειν : ψηλαφίη ποδῶν εὐαφὴς ξὺν λίπαϊ, ψαῦσις τῆς κεφαλῆς, ἀνυτικὸν δὲ καὶ κνῆσις μάλιστα κροτάφων τε καὶ ὤτων. καὶ γὰρ καὶ τὰ θηρία ἐς ἀνάπαυλαν ὀργῆς τε καὶ θυμοῦ κνήσι ὤτων τε καὶ κροτάφων δαμνῶνται. ὕπνου δὲ ἀγωγὰ ἑκάστου καὶ τὰ ξυνήθεα: ναυτίλῳ μὲν, ἡ ἐν ἀκάτῳ κατάκλισις , καὶ ἐν θαλάσσῃ περιφορὴ, καὶ αἰγιαλῶν ἦχος, καὶ κυμάτων κτύπος, ἀνέμων τε βόμβος, καὶ θαλάσσης καὶ νηὸς ὀδμή: μουσικῷ δὲ ἔτι, ἐθισμὸς αὐλῶν ἐφ᾽ ἡσυχίῃ, ἢ ψαλμὸς λύρης, ἢ πηκτίδος, ἢ μελέτη παίδων σὺν ᾠδῇ: διδασκάλῳ δὲ, νηπιάχων μύθων προσομιλίη. ἄλλοισι δ᾽ ἄλλα ὕπνου θελκτήρια.
 
τοῖσι δὲ ὑποχονδρίοισι καὶ τῇ κοιλίῃ ἐμβρέγματα, καὶ ἐπιπλάσματα, ἢν φλεγμονῇ καὶ σκληρίῃ ἐπαίρηται καὶ φύσῃ, ἔλαιον δρυπετοῦς ἐλαίης ἐμβάλλειν. παχὺ γὰρ καὶ γλίσχρον καὶ ἀλεαῖνον. τόδε ὦν χρέος ἐν φλεγμασίῃ. ἐνηψήσθω δὲ ἐν αὐτῇ ἄνηθον, κόνυζα : ἀγαθὸν δὲ ὁμοῦ τὰ πάντα: ἢν δὲ καὶ φύση ἐνῇ, κυμίνου καὶ σελίνου τῶν καρπῶν ἠδὲ ὁκόσα οὔρων καὶ φυσέων ἀγωγά: καὶ νίτρον ἐνσείσαντα ἐμπάσσειν.
 
ἢν δὲ τὸ ἧπαρ τὴν πεῖσιν καὶ τὴν ὀδύνην ἴσχῃ, ἔρια μὲν ἔστω οἰσύπῳ πιναρὰ ἀπὸ τῆς ὄϊος: ἔλαιον δὲ τὸ ἀπὸ τῆς ὄμφακος, ἢ Ρ῾όδινον : μίσγειν δὲ χρὴ σίραιον Ἑλληνικὸν, ἢ Κρῆτα, καὶ ἐνεψεῖν μελίλωτον, μίξαντά τε ἐς ἕνα χυλὸν τὰ πάντα καταιονεῖν τὸ ἧπαρ: σπληνὶ δὲ τὸ ἔλαιον σὺν ὄξεϊ ἔστω, ἢ εἰ μέζων ἢ πρὶν δοκέοι, ὀξύκρητον, καὶ ἀντὶ ἐρίων σπογγιὴ ἁπαλή. μάλα γὰρ τοῖσδε ὁ σπλὴν χαίρει τε καὶ πρηο̈́νεται. ἢν δὲ τὰ ὑποχόνδρια εἴσω ᾖ, ἠδὲ ἄνω εἰρύηται, καὶ τὸ δέρμα περιτείνηται, ἄριστον μὲν ἀντὶ τοῦ λίπαος, ἢ ξὺν αὐτέῳ, παχὺ πικέριον ἶσον.6 κόνυζα δὲ ἔστω καὶ λιβανωτὶς τὰ ἐνεψήμα τα: καὶ ἄνηθον οὐκ ἀτερπές.
 
ἢν δὲ ἐπιπλάσσειν εὐκαιρίη ἔῃ, τοῖσι μὲν ἐλαίοισι τοῖσι αὐτέοισι χρέεσθαι ἐπὶ τοῖσι ὁμοίοισι: ὕλη δὲ λίνου σπέρμα, καὶ τῆλις, καὶ ἄλητον κριθῆς λεπτόν: ἀγαθὸν δὲ καὶ κύαμος, καὶ ὄροβος, ἢν ἐξοιδαίνῃ ἡ γαστήρ. κέγχρος δὲ φωχθεῖσα ἐν μαρσύποισι πυρίημα κοῦφον καὶ μαλθακόν: ἀληλεσμένη δὲ καὶ ξὺν μέλιτι, καὶ ἐλαίῳ, καὶ λίνου σπέρματι ὑποχονδρίοισι ἐπίπλασμα ἀγαθόν. ἄνθη δὲ καὶ βοτάναι καὶ σπέρματα, ἅσσα μοι ἐν τοῖσι ἐμβρέγμασι λέλεκται, καὶ ἐν τοῖσι ἐπιπλάσμασι ἔστω τὰ ωὐτά: μέλι δὲ καὶ σὺν αὐτέοισι μὲν ἀγαθὸν ἐς σύστασιν τῶν ξηρῶν, καὶ ἐς μῖξιν τῶν αὐχμηρῶν, καὶ ὡς ἡ θέρμη ἐς πολλὸν διαρκέῃ : ἀγαθὸν δὲ καὶ αὐτὸ μοῦνον, καὶ ἐπίπλασμα ἡμίεφθον, καὶ ἔμβρεγμα ξύν τινι τῶν ὑγρῶν λυθὲν, μαλθάξαι, ἀλεῆναι, φυσέων καὶ οὔρων ἀγωγὸν, πρηῦναι πρήσιας: τάδε γὰρ καὶ μελίκρη τον ποιέεει ποθὲν, καὶ τουτέων πλέονα καὶ κρέσσονα, εἴσω παρελθὸν ἀρτηρίῃ, καὶ πνεύμονι, καὶ θώρηκι, καὶ κοιλίῃ.
 
ξυνεχέως δὲ τὴν κοιλίην ἐρεθίζειν βαλάνοισι, ἢ διαχρίστοισι῾ ἐπιξηραίνονται γὰρ πολλἂ, ἔς τε τὴν ὁλκὴν τῶν ἀπὸ τῆς κεφαλῆς, ἀτὰρ ἠδὲ ἐς διαπνοὴν τῶν ἐν τῷ θώρηκι ἀτμῶν, καὶ ἔκκρισιν τῶν ἐν τῇ κοιλίῃ. ἢν δὲ καὶ πολλῶν ἡμερῶν ἡ γαστὴρ ἐπίσχηται, κλύζειν χρὴ μελικρή τῳ, καὶ ἐλαίῳ, καὶ νίτρῳ.
 
ἢν δὲ μὴ ἀξίως ὑποκαταστῶσι αἱ τῆς φλεγμονῆς πρηδόνες, σικύην θέντα, ἐντάμνειν, ἔνθα ἂν ἡ φλεγμονὴ κραίνῃ καὶ μέζων ἔῃ: μίην δὲ ἢ δευτέρην, ὅκως ἂν τά τε φλεγμαίνοντα σημαίνῃ καὶ ἡ δύναμις κελεύῃ, ἀτὰρ καὶ τὸ πλῆθος τοῦ αἵματος τοισίδε τεκμαρτέον: ἀμετρίη γὰρ συγκοπῆς αἰτίη. ἐς μὲν ὦν ἡμέρην μίην ἢ δευτέρην τέγξις ἡ ωὐτὴ, ἐς δὲ τὴν τρίτην κηρωτὴ σύν τινι λίπαϊ τῶν ἐμβρεγμάτων. ἔπειτα ἐπιθήματα, ἐν φλεγμασίῃ μὲν ἢν ἐπεῶσι, ὕσσωπος, τῆλις ἑφθὴ ἐν μελικρήτῳ, τερμίνθου τοῦ φυτοῦ Ρ῾ητίνη, κηρός: τὰ δὲ ἔλαια ἐπὶ τοῖσι αὐτέοισι τὰ ωὐτά. ἢν δὲ μὴ τουτέοισι ἐπανίῃ μηδὲν ἡ παραφορὴ, κουρῆς τῆς κεφαλῆς χρέος, ἢν μὲν μήκισται εἶεν αἱ κόμαι, τὰ πρώτιστα ἐς ἥμισυ: εἰ δὲ βραχύτεραι, ἐν χρῷ: ἔπειτα μεσηγὺ ἀναλαβόντα τὴν δύναμιν, σικύην κατὰ τῆς κορυφῆς προσβάλλει ν ἠδὲ ἀφαιρέειν αἷμα: κούφη δὲ προτέρη ἐς τὰ μετάφρενα κεκολλήσθω.
 
ἐπεὶ δὲ καὶ θώρηκα ἐν πάσῃσι τῇσι ὀξείῃσι νούσοισι ἀκέεσθαι χρὴ, τὸν πάντη κάμνοντα, ξὺν καρδίῃ, καὶ πνεύμονι, πρώτιστα μὲν ὑπ᾽ ἀνάγκης τῆς ἀναπνοῆς ἄλλοτε μὲν θερμῆς, ἄλλοτε δὲ ψυχρῆς: ἔτι δὲ ὑπὸ πυρετοῦ καυσώδεος, καὶ βηχὸς, καὶ ὑγρῶν πονηρίης, καὶ νεύρων κοινωνίης, καὶ στομάχου συμφορῆς, καὶ ὑπεζωκότος τε καὶ διαφράγματος κακίης: ῾καρδίη γὰρ ἢν πάθῃ μέζον τι δεινὸν οὔποτε ἀκέεταἰ: ἐπὶ δὲ τοῖσι φρενιτι κοῖσι καὶ μάλα χρὴ τάδε μειλίσσειν. παραφορὴ μὲν γὰρ μετεξετέροισι ἔκ τινος τῶν ἐν τῷ θώρηκι: ἀναπνοὴ θερμή τε καὶ ξηρή: δίψος δριμὺ, οὐκ εὔφορον πῦρ, τῷ πάντη ἐς θώρηκα ξυρρέειν. καὶ κακίη μὲν ἀπὸ τοῦ οἰκείου θάλπεος τετραμμένου: μέζων τε καὶ δυσφορωτέρη ἡ ἀπὸ τῶν ἄλλων ἐς θώρηκα ξύνδοσις. ἄκρεα γὰρ ψυχρὰ, κεφαλὴ, πόδες τε, καὶ χεῖρες: ὕπερθεν δὲ τῶνδε ὁ θώρηξ. καὶ δέεται ὦν ἀρήγειν ὑγρασίῃ καὶ ψύξι. τέγξις μὲν ὦν ἔλαιον ξὺν χαμαιμήλῳ ἑψηθὲν ἢ νάρδῳ: θέρεος δὲ καὶ σίραιος Ἑλληνικός: ἢν δὲ καὶ ἐπιθέτοισι δέῃ χρέεσθαι, φοίνικες ἐν οἴνῳ αὐστηρῷ δευθέντες: ἔπειτα λεῖοι ἐς μᾶζαν τετριμμένοι ξὺν νάρδῳ, ἀλφίτοισι, οἰνάνθῃ, προσηνὲς θώρηκι ἐπίπλασμα: ψυκτικὸν δὲ καὶ μῆλα θλασθέντα ξὺν μαστίχῃ καὶ μελιλώτῳ. πάντα δὲ κηρῷ καὶ νάρδῳ ἀναλαμβάνειν: ἢν δὲ καὶ τὸν στόμαχον ἔχῃ νάρκη καὶ ἀποσιτίη, ἀψινθίο υχυλὸν ἢ κόμην τοισίδε ξυλλεαίνειν: καὶ τῷδε ἑψηθέντι ξὺν λίπαϊ καταιονεῖν τὸ ὑποχόνδριον. πιπίσκειν δὲ καὶ τὸ ἀπόβρεγμα ἢ χυλὸν αὐτέου πρὸ τῆς τροφῆς, ὁκόσον κυάθους δύο τοῦ ἀποβρέγματος, ἢ κύαθον πικροῦ τοῦ χυλοῦ ξὺν ὕδατος κυάθοις δύο. ἢν δὲ καὶ καῦσος ἔχῃ τὸν στόμαχον, οὐκ ἀπὸ τῆς καταστάσεως τῆς νούσου, ἀλλ᾽ αὐτοῦ μούνου ἀπὸ χυμῶν δριμέων καὶ ἁλμυρῶν, ἢ ὑπὸ χολῆς δακνομένου , καὶ δίψεϊ αὐαινομένου, ὑδρομιγὲς γάλα δοτέον ἐν τροφῇ, ὅσον ἡμικοτύλιον τοῦ γάλακτος ἐν ὕδατος κυάθῳ ἑνί: Ρ῾υμφάνειν δὲ αὐτέου τὸ πλεῖστον. βραχὺ δέ τι καὶ σὺν ἄρτῳ ἀναλίσκειν.
 
ἢν δὲ καὶ καῦσος ἔχῃ τὸν ἄνθρωπον, καὶ δίψος, καὶ ἀπορίη, καὶ μανίη, καὶ ἐπιθυμίη ψυχροῦ ὕδατος, διδόναι μεῖον μὲν ἢ ὁκόσον ἐν καύσου νούσῳ ἄνευ φρενίτιδος. τῶνδε γὰρ ἀμφὶ τῶν νεύρων ὀρρωδέειν χρή. διδόναι ὦν ὁκόσον ἐς στομάχου ἄκος: ὀλίγον δὲ ἀπαρκέει : βραχυπότ αι γὰρ οἱ φρενιτι κοί.
 
ἢν δὲ καὶ εἰς συγκοπὴν τράπωνται, γίγνεται γὰρ καὶ τόδε: τῆς μὲν δυνάμιος λυομένης, ἱδρῶτι δὲ χεομένου τοῦ ἀνθρώπου, πάντων δὲ εἰς τὸ ἐκτὸς τὴν φορὴν ποιευμένων τῶν ὑγρῶν, καὶ τοῦ τόνου λυομένου καὶ τοῦ πνεύματος, ἔς τε ἀκηδίην μὲν τῆς παραφορῆς, δέος δὲ εἰς ἀτμὸν λυθῆναι καὶ ὑγρασίην τὸν ἄνθρωπον: ἄλκαρ μοῦνόν ἐστι οἶνος, θρέψαι μὲν ὠκέως κατ᾽ οὐσίην, καὶ πάντη μέχρι περάτων μολεῖν: τόνῳ δὲ προσθεῖναι τόνον, καὶ πνεῦμα νεναρκωμένον ἐγεῖραι, ψῦξιν ἀλεῆναι, στῦψαι πλάδον, φερομένων ἔξω καὶ Ρ῾εόντων κρατῆσαι, ἡδὺς μὲν ὀσφραίνεσθαι ἐς ἡδονὴν, κραταιὸς δὲ στηρίξαι δύναμιν ἐς ζωήν: ἄριστος δὲ μειλίξαι θυμὸν ἐν παραφορῇ: τάδε μέντοι ποθεὶς ἅμα πάντα πρήσσει. θυμόν τε γὰρ πρηο̈́νονται μαλθάξι φρενῶν, καὶ ἐξ ἑωυτέων ἐς δύναμιν τρέφονται: ἀτὰρ ἠδὲ ἑωυτέοισι ἐμπνέουσι ἐς ἡδονήν.
 
ὅταν πρόσω μὲν ἤδη πολλὸν ἥκῃ χρόνου, ὅ τε πυρετὸς νωθὴς ἔῃ, ἀτὰρ ἠδὲ ἡ παραφορὴ ἐς μώρωσιν τρέπηται : τὸ δὲ ὑποχόνδριον μὴ πολλόν τι προσβλάπτηται ἢ ὄγκῳ, ἢ φυσήσι, ἢ σκληρίῃ, κεφαλὴ δὲ τὸ πλέον ἔχῃ τῆς αἰτίης, χρὴ τολμέον τα λούειν ἠδὲ καταιον εῖν πολλόν τι τὴν κεφαλήν. ἥ τε γὰρ ἕξις ὑγρανθήσεται, καὶ ἡ κεφαλὴ διαπνευσθήσεται, καὶ τὸ ξύμπαν σκῆνος διατμισθήσεται. ὧδε γὰρ τὸ μὲν ξηρὸν ἀμβλύνεται, καὶ καθαρεύεται δὲ τῆς ὀμίχλης ἡ αἴσθησις: ἡ δὲ γνώμη εὐσταθὴς ἠδὲ ἔμπεδος μίμνει. τάδε μέντοι τῆς λύσιος τῆς νούσου γνώματα.
 
===Κεφ. ε. περὶ Παροξυσμοῦ Ἐπιληπτικῶν===
ἀμβλύτητες, ἴλιγγοι, τενόντων βάρεα, φλεβῶν ἐν τῷ τραχήλῳ πληρώσιες καὶ διατάσιες, ναυτία τε πολλὴ μὲν ἐπὶ σιτίοις, οὐχ ἥκιστα δὲ καὶ ἐπ᾽ ἀσιτίῃσι καὶ βληχρή: καὶ φλέγμα ἐμεῖται συχνόν: ἀποσιτίη καὶ ἀπεψίη ἐπὶ σμικροῖσι ἐδέσμασι: φυσώδεες, ἐπηρμένοι ὑποχόνδρια. τάδε μὲν οὖν διηνεκέα.