Κλίμαξ: Διαφορά μεταξύ των αναθεωρήσεων

Περιεχόμενο που διαγράφηκε Περιεχόμενο που προστέθηκε
Omnipaedista (συζήτηση | Συνεισφορά)
αναστροφή αλλαγών του Ntentos: τα κεφάλαια 8–30 αφαιρέθηκαν χωρίς να μεταφερθούν σε δική τους σελίδα
Omnipaedista (συζήτηση | Συνεισφορά)
Χωρίς σύνοψη επεξεργασίας
Γραμμή 1.669:
=== ΛΟΓΟΣ Ζʹ ===
Περὶ τοῦ χαροποιοῦ πένθους.

Πένθος κατὰ Θεόν ἐστι σκυθρωπότης ψυχῆς ἐνωδύνου καρδίας διάθεσις, ἀεὶ τὸ διψώμενον ἐμμανῶς ζητοῦσα• καὶ ἐν τῇ τούτου ἀποτυχίᾳ ἐμπόνως διώκουσα, καὶ ὄπισθεν τούτου ὁ δυνηρῶς ὀλολύζουσα.
Ἢ οὕτως• πένθος ἐστὶ κέντρον χρύσεον ψυχῆς πάσης προσηλώσεως καὶ σχέσεως γυμνωθέν• καὶ ἐν ἐπισκοπῇ καρδίας ὑπὸ τῆς ὁσίας λύπης καταπηχθέν.

Κατάνυξίς ἐστιν ἀένναος συνειδότος βασανισμὸς, διὰ νοερᾶς ἐξαγορεύσεως τὴν ἀνάψυξιν τοῦ πυρὸς τῆς καρδίας πραγματευόμενος.
Ἐξομολόγησίς ἐστι λήθη φύσεως, εἴπερ ἐπελάθετό τις τοῦ φαγεῖν τὸν ἄρτον αὐτοῦ.
Μετάνοιά ἐστιν ἄθλιπτος στέρησις πάσης παρακλήσεως σωματικῆς.
Τῶν μὲν προκοπτόντων ἔτι ἐν τῷ μακαρίῳ πένθει ἰδίωμα ἡ ἐγκράτεια καὶ σιωπὴ τῶν χειλέων τῶν δὲ προκοψάντων, ἀοργησία, καὶ ἀμνησικακία• τῶν τελειωθέντων ταπεινοφροσύνη, ἀτιμιῶν δίψα, θλίψεων ἀκουσίων πεῖνα ἑκούσιος, ἀκατακρισία ἁμαρτανόντων, συμπάθεια ὑπὲρ δύναμιν• ἀποδεκτέοι οἱ πρῶτοι, ἀξιεπαίνετοι οἱ δεύτεροι• μακάριοι δὲ οἱ πεινῶντες θλίψιν, καὶ διψῶντες ἀτιμίαν, ὅτι αὐτοὶ κορεσθήσονται τροφῆς ἀκορέστου.
Κρατῶν πένθους πάσῃ ἰσχύϊ κράτει• πρὸ γὰρ ποιήσεως εὐαφαίρετον λίαν εἶναι πέφυκε• καὶ ἀπὸ θορύβων καὶ φροντίδων σωματικῶν καὶ τρυφῆς, καὶ μάλιστα πολυλογίας καὶ εὐτραπελείας ὥσπερ κηρὸς ἀπὸ πυρὸς εὐχερῶς διαλυόμενον.
Μείζων τοῦ βαπτίσματος μετὰ τὸ βάπτισμα τῶν δακρύων πηγὴ καθέστηκεν, εἰ καὶ τολμηρόν ἐστί πως τὸ λεγόμενον• διότι ἐκεῖνο μὲν τῶν προγεγονότων ἐν ἡμῖν κακῶν ἐστι καθαρτήριον• τοῦτο δὲ τῶν μεταγεγονότων, κἀκεῖνο μὲν νήπιοι λαμβάνοντες, πάντες.
ἐμολύναμεν• διὰ τούτου δὲ κἀκεῖνο ἀνακαθαίρομεν• ὃ εἰ μὴ δεδώρητο φιλανθρώπως ἐκ Θεοῦ τοῖς ἀνθρώποις, σπάνιοι ὄντως καὶ δυσεύρετοι οἱ σωζόμενοι.
Οἱ μὲν στεναγμοὶ, καὶ ἡ κατήφεια βοῶσι πρὸς Κύριον.
Τὰ δὲ ἐκ φόβου δάκρυα πρεσβεύουσι• τὰ δὲ τὴς παναγίας ἀγάπης, τὴν ἱκεσίαν προσδεχθεῖσαν ἡμῖν ἐμφανίζουσιν.
Εἰ οὐδὲν οὕτω τῇ ταπεινοφροσύνῃ ὡς τὸ πένθος συνέρχεται, οὐδὲν πάντως αὐτῇ ὡς ὁ γέλως ἀνθέστηκεν.
Κατέχων κάτεχε τὴν μακαρίαν τῆς ὁσίας κατανύξεως χαρμολύπην• καὶ μὴ παύσῃ τῆς ἐν αὐτῇ ἐργασίας, ἄχρις οὗ μετάρσιον ἐκ τῶν ἐντεῦθεν τῷ Χριστῷ καθαρὸν παραστήσῃ σε ἀνατυπῶν ἐν ἑαυτῷ μὴ παύσῃ καὶ διερευνῶν πυρὸς σκοτεινοῦ ἄβυσσον• καὶ ἀνελεεῖς ὑπηρέτας, ἀσυμπαθῆ κριτὴν καὶ ἀσυγχώρητον, χάος τε ἀπέρατον καταχθονίου φλογὸς, καὶ ὑπογείων, καὶ φοβερῶν τόπων, καὶ χασμάτων τεθλιμμένας καταβάσεις, καὶ τῶν τοιούτων πάντων εἰκόνας• ὅπως τῷ πολλῷ τρόμῳ στυφθεῖσα ἡ ἐνυπάρχουσα ἡμῶν τῇ ψυχῇ λαγνεία συναφθῇ τῇ ἀφθάρτῳ ἁγνείᾳ καὶ φωτὸς ἀΰλου πυρὸς παντὸς πλέον ἀποστίλβοντος ἐν αὐτῇ δέξηται [πένθους δεξαμένη] τὴν ἐμφάνειαν• στῆθι ἐν προσευχῆς δεήσει σύντρομος, ὡς κατάδικος περιστάμενος δικαστῇ, ἵνα τῷ ἐκτὸς εἴδει, καὶ τῷ ἐντὸς ἤθει κατασβέσῃς θυμὸν δικαίου κριτοῦ.
Οὐ γὰρ φέρει ὑπερορᾷν ψυχὴν χήραν κατωδύνως αὐτῷ περισταμένην, καὶ κόπους τῷ ἀκόπῳ παρέχουσαν.
Εἴ τις δάκρυον ψυχικὸν ἐκτήσατο,τούτῳ πᾶς τόπος εἰς πένθος ἁρμόδιος.
Εἰ δὲ μόνον διὰ τοῦ ἐκτὸς ἐργάζεται, τοὺς τόπους καὶ τοὺς τρόπους διακρίνων οὐ μὴ παύσεται.
Ὡς ὁ κεκρυμμένος θησαυρὸς, τοῦ ἐπ᾿ ἀγορᾶς προκειμένου ἀσυλώτερος καθέστηκεν, οὕτω καὶ τὰ προλεχθέντα νοήσωμεν.
Μὴ γίνου ὡσεὶ νεκροὺς θάψαντες, ποτὲ μὲν ἐπ᾿ αὐτοῖς θρηνοῦντες, ποτὲ δὲ δι᾿ αὐτοὺς μεθυσκόμενοι• ἀλλὰ γενοῦ ὡς οἱ ἐν μετάλλοις δέσμιοι, καθ᾿ ὥραν ὑπὸ δημίων μαστιζόμενοι• ὁ ποτὲ μὲν πενθῶν, ποτὲ δὲ τρυφῶν.
καὶ γελειάζων, ὅμοιός ἐστι τῷ μετὰ ἄρτου τὸν κύνα τῆς φιληδονίας λιθάζοντι, ὃς τῷ μὲν σχήματι τοῦτον διώκει• τῷ δὲ πράγματι παρεδρεύειν τοῦτον προτρέπεται.
Γίνου σύννους ἀφιλένδεικτος, πρὸς τὴν ἑαυτοῦ καρδίαν ἐξεστηκώς.
Δεδοίκασι γὰρ σύννοιαν οἱ δαίμονες, ὡς οἱ κλέπται τοὺς κύνας.
Οὐκ ἔστιν ἡμῖν, ὦ οὗτοι, ἐνταῦθα ἡ τοῦ γάμου κλῆσις, οὐκ ἔστιν, οὔκουν• πάντως δὲ εἰς πένθος ἑαυτῶν ὁ καλέσας ἡμᾶς ἐνταῦθα ἐκάλεσε.
Τινὲς δακρύοντες, μηδὲν τὸ παράπαν ἐν τῷ καιρῷ τῷ μακαρίῳ λογίζεσθαι ἑαυτοὺς ἀκαίρως βιάζονται, μὴ λογιζόμενοι, ὅτι δάκρυον ἀνέννοιον ἀλόγου φύσεως ἴδιον, καὶ οὐ λογικῆς• γέννημα ἐννοιῶν δάκρυον• πατὴρ δὲ ἐννοίας λογισμὸς καὶ νοῦς.
Γινέσθω σοι ἡ ἐν τῇ κλίνῃ σου ἀνάκλισις τῆς ἐν τῷ τάφῳ σου κατακλίσεως τύπος, καὶ ἧττον ὑπνώσεις.
Καὶ αὐτή σοι ἡ τῆς τραπέζης ἀπόλαυσις, τῆς τῶν σκωλήκων ἐκείνων ὀδυνηρᾶς τραπέζης γενέσθω ἀνάμνησις• καὶ ἧττον τρυφήσεις• μηδὲ τοῦ ποτοῦ τοῦ ὕδατος μεταλαμβάνων τῆς δίψης τῆς φλογὸς ἐκείνης ἀμνημονήσεις• καὶ πάντως βιάσῃ τὴν φύσιν.
Ἐπὶ δὲ τῇ τοῦ ἐπιστατοῦντος ἡμῖν ἐντίμῳ ἀτιμίᾳ καὶ ἐπιπλήξει, καὶ ἐπιτιμίᾳ τῆς τοῦ κριτοῦ φοβερᾶς ἐννοηθῶμεν ἀποφάσεως• καὶ πάντως τὴν ἐπισπειρομένην ἄλογον λύπην καὶ πικρίαν πραότητι καὶ ὑπομονῇ, ὡς ἐν διστόμῳ μαχαίρᾳ κατασφάξομεν.
Χρόνῳ σπανίζεται θάλασσα, ὥς φησιν ὁ Ἰὼβ, καὶ χρόνῳ καὶ ὑπομονῇ κατὰ μικρὸν τὰ εἰρημένα ἐν ἡμῖν προσγίνεται καὶ τελειοῦται.

Γραμμή 1.703:
=== ΛΟΓΟΣ Ηʹ ===
Περὶ ἀοργησίας καὶ πραότητος.

Ὥσπερ ὕδατος ἐν φλογὶ κατὰ μικρὸν προστιθεμένου, τελείως ἡ φλὸξ ἀποσβέννυται, οὕτω καὶ τοῦ ἀληθινοῦ πένθους τὸ δάκρυον πᾶσαν τὴν φλόγα τοῦ θυμοῦ καὶ ὀξυχολίας ἀποκτείνειν πέφυκε• διὸ αὐτὸ καὶ ἀκολούθως τετάχαμεν.
Ἀοργησία τοίνυν ἐστὶν ἔφεσις ἀτιμίας ἀκόρεστος, ὡς ἐν τοῖς κενοδόξοις εὐφημίας ἀπέραντος.
Ἀοργησία ἐστὶ φύσεως ἧττα, ἐν ἀναισθησίαις ὕβρεων ἐξ ἀγώνων καὶ ἱδρώτων προσγινομένη.
Πραότης ἐστὶν ἀκίνητος ψυχῆς κατάστασις, ἐν ἀτιμίαις καὶ εὐφημίαις ὡσαύτως ἔχουσα.
Ἀρχὴ μὲν ἀοργησίαις, σιωπὴ χειλέων ἐν ταραχῇ καρδίας• μεσότης δὲ σιωπὴ λογισμῶν ἐν ψιλῇ ταραχῇ ψυχῆς• τέλος δὲ πεπηγμένη γαλήνη ἐν πνοῇ ἀνέμων ἀκαθάρτων Ὀργή ἐστιν ὑπόμνησις κεκρυμμένου μίσους, ἤγουν μνησικακίας.
Ὀργή ἐστιν ἐπιθυμία κακώσεως τοῦ παροξύνοντος.
Ὀξυχολία ἐστὶν ἔξαψις καρδίας ἀχρόνως γινομένη.
Πικρία ἐστὶν ἀνήδονος κίνησις ἐν ψυχῇ συγκαθημένη.
Θυμός ἐστιν εὐμετάβολος κίνησις ἠθῶν, καὶ ψυχῆς ἀσχημοσύνη.
Ὡς φωτὸς φανέντος ὑποχωρεῖ τὸ σκότος• οὕτως καὶ ἐξ ὀσμῆς ταπεινώσεως πᾶσα πικρία καὶ θυμὸς ἐξαφανίζεται.
Τινὲς εὐμετάβλητοι ἐκ θυμοῦ ὑπάρχοντες, ἀμελῶς περὶ τὴν τούτου θεραπείαν καὶ ἐπιμέλειαν διάκεινται, μὴ ἐννοοῦντες οἱ τάλανες τοῦ εἰπόντος Ἡ ῥοπὴ τοῦ θυμοῦ αὐτοῦ, πτῶσις αὐτῷ.
Ἔστι κίνησις μύλου ὀξεῖα ἐν μιᾷ ῥοπῇ ὑπὲρ τὴν τοῦ ἑτέρου ἡμέραν, σῖτον ψυχῆς, καὶ καρπὸν συντρίβουσα καὶ ἐξαφανίζουσα• διὸ προσεκτέον νουνεχῶς.
Ἔστι φλογὸς ἔξαψις συντόμως ὑπὸ σφοδροῦ πνεύματος ἀναπτομένη, καὶ ὑπὲρ φλόγα χρονίζουσαν τὸν ἀγρὸν τῆς καρδίας ἀνεμπιπρῶσα, καὶ ἀπολλύουσα.
Οὐδὲ τοῦτο ἡμᾶς λανθάνειν ὀφείλει, ὦ φίλοι, ὅτι περ ἐν καιρῷ οἱ πονηροὶ δαίμονες ἑαυτοὺς συντόμως ὑποστέλλουσιν, ἵν᾿ ὡς μικρῶν τῶν μεγάλων παθῶν ἀμελήσαντες, ἀνίατα λοιπὸν νοσήσωμεν.
Ὥσπερ λίθος ὀξύγωνος, καὶ ἀπόκροτος ἑτέροις λίθοις συγκρουόμενος καὶ συνδαιρόμενος, ἅπασαν αὐτοῦ τὴν ὀξύγωνον καὶ ἀπόκροτον καὶ στεῤῥὰν διάπλασιν διαθρύπτεται, καὶ στρογγυλοειδῆ ἀπεργάζεται• οὕτως καὶ ψυχὴ ὀξεῖα καὶ ἀπότομος συμμιγνυμένη καὶ συνδιάγουσα σκληροῖς τισι, δυεῖν θάτερον ὑπομένει• ἢ ἐκ τῆς ὑπομονῆς τὸ ἴδιον τραῦμα θεραπεύσει, ἢ ὑποχωρήσασα τὴν ἰδίαν πάντως ἀσθένειαν γνωρίσει; τῆς φυγῆς τῆς δειλάνδρου ταύτην αὐτῇ, ὥσπερ ἔσοπτρον φανερωσάσης.
Θυμώδης ἐστὶν ἐπιληπτικὸς ἑκούσιος, ἐξ ἀκουσίου προλήψεως, καταῤῥηγνύμενος καὶ ῥασσόμενος.
Οὐδὲν οὕτω τοῖς μετανοοῦσιν ἀνοίκειον ὡς θυμὸς ταρασσόμενος, εἴπερ ἡ ἐπιστροφὴ πολλῆς δεῖται τῆς ταπεινώσεως.
Ὁ δὲ πάσης οἰήσεως ὑπάρχει τεκμήριον.
Εἰ τοῦτο ὅρος ἀκροτάτης πραότητος, τὸ καὶ παρόντος τοῦ ἐρεθίζοντος γαληνῶς τῇ καρδίᾳ καὶ ἀγαπητικῶς πρὸς αὐτὸν διακεῖσθαι, πάντως τοῦτο ὅρος ἀκροτάτου θυμοῦ, τὸ καὶ καθ᾿ ἑαυτὸν διάγοντα μόνον, λόγοις καὶ σχήμασι πρὸς τὸν λυπήσαντα διαμάχεσθαι, καὶ θηριοῦσθαι.
Εἰ τὸ πνεῦμα τὸ ἅγιον εἰρήνη ψυχῆς καὶ ὁρίζεται, καὶ ὑπάρχει• ἡ δὲ ὀργὴ, ταραχὴ καρδίας καὶ ὑπάρχει καὶ λέγεται.

Οὐκ οὖν οὐδὲν οὕτω τὴν αὐτοῦ παρουσίαν ἐν ἡμῖν, ὡς θυμὸς ὑποτειχίζειν πέφυκε.
Πάμπολλα καὶ χαλεπὰ αὐτοῦ τὰ γεννήματα γνωρίζοντες• ἕνα καὶ μόνον ἀκούσιον ἀπόγονον, εἰ καὶ νόθον, ὅμως ὠφέλημον ἐπεγνώκαμεν.
Εἶδον μανικῶς ἐξαφθέντας, καὶ τὴν χρονίαν καὶ ἐναπόθετον μνησικακίαν ἐμέσαντας, καὶ διὰ πάθους, πάθους ἀπαλλαγέντας• περὶ τῆς χρονίου λύπης ἢ μετάνοιαν, ἢ πληροφορίαν ἐκ τοῦ λελυπηκότος κομισαμένους.
Καὶ εἶδον τὸ δοκεῖν μακροθυμήσαντας ἀλόγως, καὶ ἐκ τῆς σιωπῆς μνησικακίαν ἔνδον ἀποθεμένους, καὶ τῶν μαινομένων μᾶλλον αὐτοὺς ἐταλάνισα, ὡς διὰ μέλανος τὸ τῆς περιστερᾶς λευκὸν ἀφανίσαντας.
Πολλῆς ἡμῖν πρὸς τὸν ὄφιν δεῖ τοῦτον τῆς ἐπιμελείας• τὴν γὰρ φύσιν καὶ αὐτὸς, ὡς καὶ ὁ τῶν σωμάτων συνεργοῦσαν αὐτῷ, κέκτηται.
Εἶδον ὀργισθέντας, καὶ ἐκ πικρίας τὴν τροφὴν ἀπωσαμένους, καὶ μέντοι ἰὸν ἰῷ διὰ τῆςἀλόγου ἐγκρατείας προσελάβοντο.
Καὶ εἶδον ἑτέρους ἀφορμῆς δῆθεν εὐλόγου τοῦ θυμοῦ δραξαμένους, καὶ γαστριμαργίᾳ ἑαυτοὺς μεθοδεύσαντας, καὶ ἐκ βοθύνου εἰς κρημνὸν περιπεσόντας.
Ἑτέρους δὲ ἐχέφρονας τεθέαμαι, ὡς καλοὺς ἰατροὺς ἀμφότερα συγκεράσαντας, καὶ τὰ μέγιστα ἐκ τῆς συμμέτρου παρακλήσεως ὠφεληθέντας.
Ποτὲ μὲν ἡ μελῳδία τὸν θυμὸν ἀρίστως διαλύει, ἡ σύμμετρος• ποτὲ δὲ τῇ φιληδονίᾳ συνέρχεται, ἥγε ἄμετρος καὶ ἄκαιρος.
Τοὺς οὖν καιροὺς κανονίζοντες, οὕτως ἐχρησάμεθα.

Γραμμή 1.829:
ΛΟΓΟΣ ΙΖʹ ===
Περὶ ἀκτημοσύνης [τῆς οὐρανοδρόμου].

Ἀκτημοσύνη ἐστὶ φροντίδων ἀπόθεσις, ἀμεριμνία βίου, ὁδοιπόρος ἀνεμπόδιστος, πίστις ἐντολῶν, λύπης ἀλλότριος• ἀκτήμων μοναχὸς δεσπότης κόσμου, τῷ Θεῷ τὴν φροντίδα πιστεύων, καὶ διὰ πίστεως πάντας δούλους κεκτημένος• οὐκ ἐρεῖ ἀνθρώπῳ περὶ χρείας αὐτοῦ• τὰ δὲ ἐρχόμενα ὡς ἐκ χειρὸς Κυρίου δέξεται.
Ἀκτήμων ἐργάτης, ἀπροσπαθείας υἱὸς, τὰ προσόντα αὐτῷ ὡς μὴ ὄντα λογιζόμενος, ἀναχωρήσεως καταλαβούσης ἡγήσατο πάντα σκύβαλα Εἰ δὲ λυπεῖται ἔν τινι, οὔπω ἀκτήμων γέγονεν.
Ἀκτήμων ἀνὴρ ἐν προσευχῇ καθαρὸς, ὁ δὲ φιλοκτήμων εἰκόνας ὕλης προσεύχεται• οἱ ἐν ὑποταγῇ διατρίβοντες, φιλαργυρίας ἀλλότριοι• ὅπου γὰρ καὶ τὸ σῶμα ἐξέδωκαν, τί λοιπὸν κέκτηται ἴδιον; Ἓν οἱ τοιοῦτοι ἀδικεῖσθαι πεφύκασιν, εἰς μετάβασιν εὐχερεῖς καὶ ἕτοιμοι ὑπάρχοντες.
Εἶδον ὕλην ὑπομονὴν μοναχοῖς ἐν τόπῳ γεννήσασαν.
Ἐκείνων δὲ ἐγὼ τοὺς διὰ Κύριον πελαζομένοις πλέον ἐμακάρισα.
Ὁ γευσάμενος τῶν ἄνω, εὐχερῶς καταφρονεῖ τῶν κάτω• ὁ δὲ ἐκείνων ἄγευστος, ἐπὶ κτήμασιν ἀγάλλεται.

Ἄλογος ἀκτήμων δύο ἀδικεῖται• τῶν παρόντων ἀπεχόμενος, καὶ τῶν μελλόντων στερούμενος.
Μὴ οὖν φανῶμεν, ὦ μοναχοὶ, τῶν πετεινῶν ἀπιστότεροι.

Ανακτήθηκε από «https://el.wikisource.org/wiki/Κλίμαξ»