Περί των ενθεωρουμένων τη ψαλτική τέχνη και ων φρουνούσι κακώς τινες περί αυτών: Διαφορά μεταξύ των αναθεωρήσεων

Περιεχόμενο που διαγράφηκε Περιεχόμενο που προστέθηκε
Νέα σελίδα: {{Πολυτονικό}} {{Κεφαλίδα | τίτλος = Περὶ τῶν ἐνθεωρουμένων τῇ ψαλτικῇ τέχνῃ καὶ ὧν φρουνο...
 
Γραμμή 25:
 
Ὁ γὰρ χαριτώνυμος μαΐστωρ, ὁ Κουκουζέλης, ἐν τοῖς ἀναγραμματισμοῖς αὐτοῦ τῶν παλαιῶν οὐκ ἐξισταται στιχηρῶν, ἀλλὰ κατ’ ἴχνος τούτοις ακολουθαῖ, δυνάμενος ἄν πάντως καὶ αὐτός, ὡς οἱ νῦν, καὶ πολὺ μᾶλλον εἴπερ οὗτοι, μέλη μόνα ποιεῖν ἴδια, μηδέν τι κοινωνοῦντα τοῖς πρωτοτύποις αὐτῶν στιχηροῖς. ἀλλ’ εἰ οὕτως ἐποίει, οὔτε καλῶς ἂν ἐποίει, οὔτε ἐπιστήμης προσηκόντως ἐπαΐειν ἐδοκει. διὸ καὶ κατ’ ἀκρίβειαν τοῦ τῶν παλαιῶν στιχηρῶν ἔχεται δρόμου καὶ αὐτῶν οὐ πάνυ τοι ἐξίσταται, τοῖς τῆς ἐπιστήμης νόμοις πειθόμενος.
 
== Μεταβολή κατὰ τόνον καὶ φθορά τοῦ ἤχου ==
 
*σελ. 54
 
Εἰ δὲ διὰ δεσμὸν τέθειται ἡ φθορὰ αὕτη, γίνεται οὕτως. ὁ πρῶτος ἦχος πολλάκις τετραφωνῶν γίνεται δεύτερος ἀπὸ μέλους. ποιεῖ δὲ τοῦτο ἡ τῆς δευτέρου ἤχου φθορᾶς δύναμις. εἰ γὰρ μὴ ἐτίθετο φθορὰ εἰς τὸν πρῶτον, κατήρχετο εἰς τὸν μέσον αὐτοῦ τὸν βαρύν.
 
== Ἦχος πλάγιος τοῦ δευτέρου καὶ φθορά νενανῶ ==
 
*σελ. 64-66
 
καὶ οὕτος ἕχει, ἀλλ οὐ συνίσταται πάντοτε εἰς τὸν πρῶτον ἦχον τὸ μέλος αὐτῆς, ἀλλὰ πολλάκις δεσμοῦσα καὶ τὸν τρίτον ποιεῖ τοῦτον νενανῶ, ὁμοίως καὶ τὸν τέταρτον· ἐνίοτε καὶ τὸν δεύτερον καὶ τὸν πλάγιον τετάρτου. πλὴν ἡ κατάληξις ταύτης γίνεται πάντοτε εἰς τὸν πλάγιον δευτέρου, κἂν εἰς ὁποῖον ἦχον καὶ τεθῇ, καθὼς διδάσκει καὶ ποιεῖ τοῦτο ὁ  ἀληθὴς εὐμουσώτατος διδάσκαλος μαΐστωρ Ἰωάννης εἰς τὸ "Μήποτε ὀργισθῆ κύριος" ἐν τῷ "Δουλεύσατε"· τετάρτου γὰρ ἤχου ὄντος ἐκεῖ ἀπὸ παραλλαγῶν, δεσμεῖ τοῦτον ἡ φθορὰ αὕτη καὶ ἀντὶ τοῦ κατελθεῖν πλάγιον πρώτου, κατέρχεταιεἰς τὸν πλάγιον δευτέρου.