Περί των ενθεωρουμένων τη ψαλτική τέχνη και ων φρουνούσι κακώς τινες περί αυτών: Διαφορά μεταξύ των αναθεωρήσεων

Περιεχόμενο που διαγράφηκε Περιεχόμενο που προστέθηκε
Νέα σελίδα: {{Πολυτονικό}} {{Κεφαλίδα | τίτλος = Περὶ τῶν ἐνθεωρουμένων τῇ ψαλτικῇ τέχνῃ καὶ ὧν φρουνο...
(Καμία διαφορά)

Αναθεώρηση της 01:08, 22 Μαρτίου 2014

Περὶ τῶν ἐνθεωρουμένων τῇ ψαλτικῇ τέχνῃ καὶ ὧν φρουνοῦσι κακῶς τινες περὶ αὐτῶν
Συγγραφέας:


Δημήτριος Ε. Κονόμος, επιμ. (1985), The Treatise of Manuel Chrysaphes, the Lampadarios: [Περὶ τῶν ἐνθεωρουμένων τῇ ψαλτικῇ τέχνῃ καὶ ὧν φρουνοῦσι κακῶς τινες περὶ αὐτῶν] On the Theory of the Art of Chanting and on Certain Erroneous Views that some hold about it (Άγιον Όρος, Ιερά Μονή Ιβήρων, Χ/Γ 1120, Ιούλιος 1458), Monumenta Musicae Byzantinae - Corpus Scriptorum de Re Musica, 2, Βιέννη: Verlag der Österreichischen Akademie der Wissenschaften, ISBN 978-3-7001-0732-3.

Ψαλτικὴ τέχνη - Παραλλαγὴ καὶ μέλος

  • σελ. 38-40

Ἡ τοίνυν ψαλτικὴ ἐπιστήμη οὐ συνίσταται μόνον ἀπὸ παραλλαγῶν, ὡς τῶν νῦν τινες οἴονται, ἀλλὰ καὶ δι’ ἄλλων πολλῶν πρότων, οὕς αὐτίκα λέξω διὰ βραχέων. τὸ γὰρ τῆς παραλλαγῆς χρῆμα κατὰ τὴν ψαλτικὴν τὸ εὐτελέστερόν τε τῶν ἐν αὐτῇ πάντων καὶ εὐκολώτατον· κἂν εἴποι τις ὡς μέλος ἐποίησα καὶ κατὰ τὰς φωνάς ἐστιν ἀνενδεές, οὐδὲ μιᾶς ἀπούσης ἥνπερ ἔδει παρεῖναι καὶ τὸ ὀρθὸν εἶναι καὶ ὑγιὲς ὄντως ἀπὸ παραλλαγῶν, ἔχει ὥστε μὴ χρείαν εἶναι μηδεμίαν ἄλλην ἐν αὐτῷ ζητεῖν τελεότητα, κακῶς φρονεῖν τε καὶ λέγειν ἡγητέον τὸν τοιοῦτον καὶ ἔξω τοῦ τῆς ἐπιστήμης ὀρθοῦ λόγου· διατίθεται γὰρ φαύλος περὶ αὐτὴν καὶ ἅπερ οὐκ οἶδε ταῦτα λαλεῖ ὑπ’ ἀμαθίας καὶ τοῦ μὴ ἐθέλειν δοκεῖν μεταμαθεῖν τὴν ἀλήθειαν, δι’ ἀμέλειαν ἴσως καὶ τὸ ὑπερήφανος εἶναι καί τις τῶν κενοδόξων· ἔχει γὰρ ἀνεπιγνώστως ἵν’ οὕτως εἴπω καὶ ἀνεπιστημόνως τὸ κατὰ τὸ ψάλλειν ἐνεργεῖν καὶ λόγου παντὸς ἐκτὸς μελῳδῶν ὡς τῶν ἰδιωτῶν τις ἑπόμενος τῇ τοῦ μέλους ἀλόγως ἠχοῖ, ἐπεὶ εἰ ὅπερ ὁ τοιοῦτος ὑπ’ ἀμαθίας ἴσως ἐρεῖ τὸ ὀρθὸν εἶχε μεθ’ ἑαυτοῦ, οὐδεμία ἦν ἄν χρεία οὐδ’ ἀνάγκη τοῦ τὸν μὲν Γλυκὺν Ἰωάννην πεποιηκέναι τὰς μεθόδους τῶν κατὰ τὴν ψαλτικὴν θέσεων, τὸν δὲ μαΐστορα Ἰωάννην μετ’ αὐτον τὴν ἑτέραν μέθοδον καὶ τὰ σημάδια ψαλτά, εἶτα μετ’ αὐτὸν πάλιν τὸν κορώνην τὰς ἐτέρας δύο μεθόδους τῶν κρατημάτων καὶ τὴν ἑτέραν τῶν στιχηρῶν· ἔδει γὰρ καὶ τούτου λοιπὸν καὶ τοὺς ἄλλους ἅπαντας ἀρκεῖσθαι ταῖς παραλλαγαῖς μόναις καὶ μηδέν τι περαιτέρω πολυπραγμονεῖν, μηδὲ περιεργάζεσθαι μήτε περὶ θέσεων, μήθ’ ὁδοῦ, μήτ’ ἄλλης ἡστινοσοῦν ἰδέας τεχνικῆς.

Ψαλτικὴ τέχνη - Θέσις τοῦ μέλου

  • σελ. 40-45

ἀλλὰ μηδὲ τὸν δρόμον, ὦ οὗτος, τῆς μουσικῆς ἁπάσης τέχνης καὶ τὴν μεταχείρησιν ἁπλῆν τινα ωομίσῃς εἶναι καὶ μονοειδῆ, ὥστε τὸν ποιήσαντα στιχηρὸν καλοφωνικὸν μετὰ θέσεων ἁρμοδίων, μὴ μέντοι γε καὶ ὁδὸν τηρήσαντα στιχηροῦ, καλῶς ἡγεῖσθαι τοῦτον πεποιηκέναι καὶ τὸ ποιηθὲν ὑπ’ αὐτοῦ καλὸν ἁπλῶς εἶναι καὶ μώμου παντὸς ἀνεπίδεκτον· ἐπεὶ εἰ καὶ μεταχείρησιν στιχηροῦ τὸ ὑπ’ αὐτοῦ γινόμενον οὐκ ἕχει, τῷ ὄντι οὐκ ἔστιν ἀνεπίληπτον. μὴ τοίνυν νόμιζε ἁπλῆν εἶναι τὴν τῆς ψαλτικῆς μεταχείρησιν, ἀλλὰ ποικίλην τε καὶ πολυχιδῆ καὶ πολὺ τι διαφέρειν ἀλλήλων. γίνωσκε τὰ στιχηρὰ καὶ τὰ κρατήματα καὶ τὰ κατανυκτικὰ καὶ τὰ μεγαλυνάρια καὶ οἱ οἶκοι κατὰ τὰς μεταχειρίσεις αὐτῶν καὶ τὰ λοιπά, περὶ ἅ ἡ τέχνη καταγίνται· ἄλλη γὰρ ὁδὸς καὶ μεταχείρησις στιχηροῦ καὶ ἄλλη κατανυκτικοῦ καὶ ἑτέρα κρατήματος· ἄλλη μεγαλυναρίου καὶ τῶν οἴκων ἑτέρα καὶ ἄλλη χερουβικοῦ καὶ ἀλληλουϊαρίου ἑτέρα. ἔνθεντοι κἄν τοῖς καλοφωνικοῖς στιχηροῖς οἱ τούτων ποιηταὶ τῶν κατὰ τὰ ἰδιόμελα μελῶν οὐκ ἀπολείπονται, ἀλλὰ κατ’ ἴχνος ἀκριβῶς ἀκολουθοῦσιν αὐτοῖς καὶ αὐτοῖς μέμνηνται. ὡς γοῦν ἐν μέλεσι διὰ μαρτυρίας καὶ τῶν ἐκεῖσε καιμένων μελῶν ἔνια παραλαμβάνουσον ἀπαραλλάκτως, καθάπερ δὴ καὶ ἐν τῷ στιχηραρίῳ ἔκκειντο, καὶ τὸν ἐκεῖσε πάντες δρόμον παρ’ ὅλον τὸ ποίημα τρέχουσιν ἀμετατρέπτει, καὶ τῷ πρωτέρῳ τε τῶν τοιητῶν ἀεὶ ὁ δεύτερος ἕπεται καὶ τοῦτο ὁ μετ’ αὐτόν, καὶ πάντες ἁπλῶς ἔχονται τῆς τέχνης ὁδοῦ. ὄτι δὲ ταῦθ’ οὕτως ἐχει, καθάπερ ἐγώ φημι νῦν δῆλον ἐντεῦθεν.

Ὁ γὰρ χαριτώνυμος μαΐστωρ, ὁ Κουκουζέλης, ἐν τοῖς ἀναγραμματισμοῖς αὐτοῦ τῶν παλαιῶν οὐκ ἐξισταται στιχηρῶν, ἀλλὰ κατ’ ἴχνος τούτοις ακολουθαῖ, δυνάμενος ἄν πάντως καὶ αὐτός, ὡς οἱ νῦν, καὶ πολὺ μᾶλλον εἴπερ οὗτοι, μέλη μόνα ποιεῖν ἴδια, μηδέν τι κοινωνοῦντα τοῖς πρωτοτύποις αὐτῶν στιχηροῖς. ἀλλ’ εἰ οὕτως ἐποίει, οὔτε καλῶς ἂν ἐποίει, οὔτε ἐπιστήμης προσηκόντως ἐπαΐειν ἐδοκει. διὸ καὶ κατ’ ἀκρίβειαν τοῦ τῶν παλαιῶν στιχηρῶν ἔχεται δρόμου καὶ αὐτῶν οὐ πάνυ τοι ἐξίσταται, τοῖς τῆς ἐπιστήμης νόμοις πειθόμενος.