Κλίμαξ: Διαφορά μεταξύ των αναθεωρήσεων
Περιεχόμενο που διαγράφηκε Περιεχόμενο που προστέθηκε
Γραμμή 1.426:

'''1.''' Τοῦ ἀγαθοῦ καὶ ὑπεραγάθου καὶ παναγάθου ἡμῶν Θεοῦ καὶ βασιλέως (καλὸν γὰρ ἐκ Θεοῦ πρὸς τοὺς Θεοῦ θεράποντας ἄρξασθαι), πάντων τῶν ὑπ᾿ αὐτοῦ κτισθέντων λογικῶν αὐτεξουσιότητος ἀξιώματι τιμηθέντων, οἱ μέν εἰσιν αὐτοῦ φίλοι, οἱ δὲ γνήσιοι δοῦλοι, οἱ δὲ ἀχρεῖοι, οἱ δὲ πάντη ἀπεξενωμένοι, οἱ δὲ, εἰ καὶ ἀσθενεῖς, ὅμως ἀντίδικοι.

Πολέμιοι δ᾿ εἰσὶν οἱ μὴ μόνον τὸ τοῦ Κυρίου πρόσταγμα διακρουσάμενοι, καὶ ἐξ ἑαυτῶν ἀποῤῥίψαντες, ἀλλὰ καὶ τοὺς τοῦτο κατεργαζομένους ἰσχυρῶς πολεμοῦντες .
Ἐπεὶ οὖν πάντων τῶν προειρημένων ἕκαστος ἴδιόν τινα, καὶ πρέποντα λόγον κέκτηνται, ἡμῖν δὲ τοῖς ἀμαθέσιν οὐ λυσιτελὲς ἐπὶ τοῦ παρόντος τὰ τοιάδε διεξέρχεσθαι, φέρε δὴ, φέρε ἡμεῖς νῦν πρὸς τοὺς εὐσεβῶς ἡμᾶς τυραννήσαντας, καὶ πιστῶς βιασαμένους τοῖς αὐτῶν προστάγμασι, Θεοῦ γνησίους δούλους, τὴν ἑαυτῶν ἀνάξιον χεῖρα δι᾿ ὑπακοῆς ἀδιακρίτου ἐκτείναντες, καὶ παρὰ τῆς αὐτῶν γνώσεως τὸν τοῦ λόγου κάλαμον δεξάμενοι, τῇ σκυθρωπῇ καὶ λαμπούσῃ ταπεινοφροσύνῃ βάψαντες, ἐν ταῖς λείαις, καὶ λευκαῖς αὐτῶν καρδίαις, ὥσπερ ἔν τισι χάρταις, μᾶλλον δὲ πλαξὶ πνευματικαῖς τοῦτον ἀναπαύσαντες, τὰ θεϊκὰ [θεῖα] λόγια, μᾶλλον δὲ σπέρματα διαζωγραφοῦντες λέγωμεν ὧδε .