Κλίμαξ: Διαφορά μεταξύ των αναθεωρήσεων

Περιεχόμενο που διαγράφηκε Περιεχόμενο που προστέθηκε
Γραμμή 1.425:
=== Περὶ ἀποταγῆς βίου ===
<br />
'''1.''' Τοῦ ἀγαθοῦ καὶ ὑπεραγάθου καὶ παναγάθου ἡμῶν Θεοῦ καὶ βασιλέως (καλὸν γὰρ ἐκ Θεοῦ πρὸς τοὺς Θεοῦ θεράποντας ἄρξασθαι), πάντων τῶν ὑπ᾿ αὐτοῦ κτισθέντων λογικῶν αὐτεξουσιότητος ἀξιώματι τιμηθέντων, οἱ μέν εἰσιν αὐτοῦ φίλοι, οἱ δὲ γνήσιοι δοῦλοι, οἱ δὲ ἀχρεῖοι, οἱ δὲ πάντη ἀπεξενωμένοι, οἱ δὲ, εἰ καὶ ἀσθενεῖς, ὅμως ἀντίδικοι .<br /> <br />
'''1.''' Καὶ φίλους μὲν κυρίως ἡμεῖς οἱ ἰδιῶται, ὦ ἱερὰ κεφαλή, περὶ Θεοῦ [Θεὸν] ὑπειλήφαμεν, τὰς περὶ αὐτὸν νοεράς τε καὶ ἀσωμάτους οὐσίας• γνησίως [γνησίους] δὲ δούλους, πάντας τοὺς τὸ θέλημα αὐτοῦ ἀόκνως, καὶ ἀπαραλείπτως ποιοῦντας, καὶ ποιήσαντας• ἀχρείους δὲ δούλους, ὅσοι μὲν τοῦ βαπτίσματος ἀξιωθῆναι νομίζουσι, τὰς δὲ πρὸς αὐτὸν συνθήκας γνησίως οὐκ ἐφυλάξαντο• ξένους δ᾿ ἐπὶ [ἀπὸ] Θεοῦ, καὶ ἐχθροὺς νοήσωμεν, ὅσοι ἢ ἄπιστοι, ἢ κακόπιστοι τυγχάνουσι .<br />
 
Ανακτήθηκε από «https://el.wikisource.org/wiki/Κλίμαξ»