Κλίμαξ: Διαφορά μεταξύ των αναθεωρήσεων

Περιεχόμενο που διαγράφηκε Περιεχόμενο που προστέθηκε
Evagelosvar (συζήτηση | Συνεισφορά)
Evagelosvar (συζήτηση | Συνεισφορά)
Γραμμή 1.493:
=== ΛΟΓΟΣ Δʹ ===
Περὶ τῆς μακαρίας, καὶ ἀειμνήστου ὑπακοῆς.

Πρὸς τοὺς πύκτας ἡμῖν λοιπὸν, καὶ τοῦ Χριστοῦ ἀθλητὰς περιὼν ὁ λόγος εὐθέτως κατήντησεν.

Παντὸς μὲν γὰρ καρποῦ προηγεῖται ἄνθος• πάσης δὲ ὑπακοῆς ξενιτεία, ἢ σώματος, ἢ θελήματος.
Ἐν ταῖς δυσὶ γὰρ ταύταις ἀρεταῖς, ὥσπερ ἐν χρυσαῖς πτέρυξι πρὸς τὸν οὐρανὸν ἀόκνως ἀνέρχεται ἡ ὁσία.

Γραμμή 1.513:
Ἐκπλαγεὶς οὖν ἐπὶ τῇ τοῦ ποιμένος ἐξ ἱερατείου ἐναχθείσῃ πρὸς αὐτὸν φωνῇ• ἐνόμιζε γὰρ, ὡς ἔσχατον ἡμᾶς ὅρκοις ἐπληροφόρει, οὐκ ἀνθρώπου, ἀλλὰ βροντῆς ἀκηκοέναι• πίπτει μὲν εὐθέως ἐπὶ πρόσωπον ἔντρομος γενόμενος, καὶ ὅλος τῷ φόβῳ κλονηθείς.
Χαμαὶ τοίνυν ὑπάρχων, καὶ τὸ ἔδαφος τοῖς δάκρυσι βρέχων, ἐπιτρέπεται πάλιν παρὰ τοῦθαυμασίου ἰατροῦ τοῦ τὴν σωτηρίαν αὐτοῦ ἐν ἅπασι πραγματευομένου, καὶ τύπον σωτηρίας καὶ ἐνεργοῦς ταπεινώσεως πᾶσι παρέχοντος, εἰπεῖν πάντα τὰ πεπραγμένα αὐτῷ κατ᾿ εἶδος ἐπὶ πάντων.
Ὁ δὲ μετὰ φρίκης ἐξομολογεῖ τὰ ἅπαντα καθ᾿ ἓν πᾶσαν ἀκοὴν ξενίζονται• οὐ μόνον τὰ σωματικὰ κατὰ φύσιν, καὶ παρὰ φύσιν, ἐν λογικοῖς τε ζώοις, καὶ ἀλόγοις• ἀλλά γε καὶ ἄχρι φαρμακειῶν, καὶ φόνων, καὶ ἑτέρων, ὧν οὐ θέμις ἀκοῦσαι, ἢ γραφῇ παραδοῦναι.
Ἐξομολογησάμενον τοίνυν ἐπιτρέπει εὐθέως ἀποκαρθῆναι, καὶ τοῖς ἀδελφοῖς συγκαταριθμηθῆναι.
Ἐγὼ δὲ τὴν τοῦ ὁσίου ἐκείνου θαυμάσας σοφίαν, ἠρώτων ἰδίᾳ, τίνος χάριν τὸ τοιοῦτον ξένον σχῆμα πεποίηκεν.
Ὁ δὲ ὄντως ἰατρός• Δύο τούτων χάριν, φησίν• πρῶτον μὲν ἵν• αὐτὸν ἐξομολογησάμενον διὰ τῆς παρούσης αἰσχύνης, τῆς μελλούσης ἀπαλλάξω, ὅπερ καὶ γέγονεν.
Οὐ γὰρ ἀνέστη τοῦ ἐδάφους, ὦ ἀδελφὲ Ἰωάννης, ἄχρις οὗ τῆς πάντων ἀφέσεως τετύχηκε• καὶ μὴ ἀπίστει• τὶς γάρ μοι τῶν ἐκεῖσε τυγχανόντων τεθάῤῥηκεν ἀδελφὸς λέγων• ὅτι, φησὶν, ἐθεώρουν τινὰ φοβερὸν κατέχοντα χάρτην γεγραμμένον, καὶ κάλαμον• καὶ ἅμα.
φησὶ, τὴν ἁμαρτίαν ὁ κείμενος ἔλεγε, ταύτην ἐκεῖνος τῷ καλάμῳ ἐχάραττεν, καὶ εἰκότως• Εἶπα γὰρ, φησίν• Ἐξαγορεύσω κατ᾿ ἐμοῦ τὴν ἀνομίαν μου τῷ Κυρίῳ• καὶ σὺ ἀφῆκας τὴν ἀσέβειαν τῆς καρδίας μου Δεύτερον δὲ, ἐπειδή τινας κέκτημαι ἀνεξαγόρευτα πταίσματα ἔχοντας, καὶ διὰ τοῦτο λοιπὸν ἐκείνους εἰς ἐξομολόγησιν προτρεπόμενος, ἧς χωρὶς οὐδεὶς ἀφέσεως τεύξεται• καὶ ἕτερα μὲνοὖν πολλὰ ἀξιοθαύμαστα, καὶ ἀξιομνημόνευτα παρὰ τῷ ἀειμνήστῳ ἐκείνῳ ἑώρακα ποιμένι, καὶ ποίμνῃ, ὧν τὰ πλεῖστα ὑμῖν κατάδηλα ποιῆσαι πειράσομαι• ἔμεινα γὰρ παρ᾿ αὐτῷ χρόνον οὐκ ὀλίγον τὴν αὐτῶν ἀνιχνεύων πολιτείαν, καὶ ἐπὶ ταύτῃ μεγάλως ἐξιστάμενος, πῶς τε οἱ ἐπίγειοι ἐκεῖνοι τοὺς οὐρανίους ἐμιμοῦντο.

Ἦν μὲν οὖν ἀγάπη παρ᾿ αὐτοῖς δεσμὸς ἄλυτος• καὶ τὸ δὴ θαυμαστότερον, πάσης παῤῥησίας καὶ ἀργολογίας ἀπηλλαγμένη.
Ἤσκουν δὲ πρὸ πάντων τοῦτο, τὸ μὴ πλῆξαι ἀδελφοῦ τὴν συνείδησιν ἔν τινι.

Εἰ δέ που ἐφάνη τις μισάλληλος, τοῦτον ὁ ποιμὴν ἐν τῷ ἀφοριστικῷ μοναστηρίῳ ὡς κατάκριτον ἐξώριζεν.

Γραμμή 1.525:
Πάλιν δὲ τῶν προειρημένων ἐχώμεθα.

Τὶς ἀνὴρ Ἰσίδωρος τοὔνομα ἐξ ἀρχοντικῆς ἀξίας Ἀλεξάνδρου τῆς πόλεως ἐν τῷ εἰρημένῳ κοινοβίῳ, πρὸ τούτων τῶν χρόνων ἀπετάξατο, ὃν κἀγὼ ἐκεῖσε ἔτι κατέλαβον.
Τοῦτον δεξάμενος ὁ πανόσιος ἐκεῖνος ποιμὴν κακεντρεχῆ πάνυ, καὶ ὠμὸν, δεινόν τε, καὶ ἀγέρωχον θεασάμενος, σοφίζεται ὁ πάνσοφος δαιμόνων πανουργίαν δι᾿ ἀνθρωπίνης ἐπινοίας, καί φησι πρὸς τὸν Ἰσίδωρον• Εἰ ἄρα τὸν τοῦ Χριστοῦ ζυγὸν ἆραι προῄρησας, ὑπακοήν σεἀσκεῖν πρὸ πάντων βούλομαι.
Ὁ δέ φησιν• Ὡς σίδηρος χαλκεῖ, οὕτως, ἁγιώτατε, ὑποτάσσεσθαι ἑαυτὸν δέδωκα.
Ὁ δὲ μέγας καὶ ἐπ᾿ αὐτῷ τῷ παραδείγματι θεραπευθεὶς, δίδωσιν εὐθέως τὸ γυμνάσιον τῷ σιδηρῷ Ἰσιδώρῳ καί φησιν• Βούλομαί σε, ὦ ἀδελφὲ, τῇ φύσει, ἐν τῷ πυλῶνι τῆς μονῆς παρίστασθαι• καὶ πάσῃ ψυχῇ εἰσιούσῃ τε, καὶ ἐξιούσῃ ποιεῖν γονυκλισίαν λέγοντα• Εὖξαι ὕπερ ἐμοῦ, πάτερ, ὅτι ἐπιληπτικός εἰμι.
Ὑπήκουσε δὲ οὗτος [οὕτως], ὡς ἄγγελος Κυρίῳ.
Ἑπταετίαν δὲ αὐτοῦ ἐκεῖσε πεποιηκότος, καὶ εἰς βαθυτάτην ταπείνωσιν, καὶ κατάνυξιν ἐληλακότος, ἠβουλήθη ὁ ἀοίδιμος μετὰ τὴν νομικὴν ἑπταετίαν, καὶ τὴν τοῦ ἀνδρὸς ἀνείκαστον ὑπομονὴν, τοῦτον, ὡς ὑπεράξιον, τοῖς ἀδελφοῖς συναριθμῆσαι, καὶ χειροτονίας ἀξιῶσαι.
Ὁ δὲ πλείστας καὶ δι᾿ ἑτέρων, καὶ δι᾿ ἐμοῦ τοῦ ἀσθενοῦς ἱκεσίας πεποίηκε τῷ ποιμένι, ἐκεῖσε αὐτὸν ὡσαύτως διάγοντα τελειῶσαι τὸν δρόμον, αἰνιξάμενος, καὶ ἀμυδρῶς πως τῷ λόγῳ τὸ τέλος, καὶ τὴν αὐτοῦ κλῆσιν πλησιάζουσαν, ὅπερ καὶ γέγονεν.
Ἐάσαντος γὰρ αὐτὸν ἐν τῇ αὐτῇ τάξει τοῦ διδασκάλου, μετὰ δεκάτην ἡμέραν πρὸς Κύριον δι᾿ ἀδόξιας ἐνδόξως ἐξεδήμησε, τῇ ἑβδόμῃ ἡμέρᾳ τῆς αὐτοῦ κοιμήσεως.
καὶ τὸν θυρωρὸν τῆς μονῆς πρὸς Κύριον προσλαβόμενος.
Ἦν γὰρ αὐτῷ εἰρηκὼς ὁ μακάριος, ὅτιπερ, Ἐὰν τύχω παῤῥησίας πρὸς Κύριον, ἀχώριστός μου γενήσῃ κἀκεῖ διὰ τάχος.
Ὅπερ καὶ γέγονεν, εἰς μεγίστην πληροφορίαν τῆς ἀκαταισχύντου αὐτοῦ ὑπακοῆς, καὶ ταπεινώσεως θεομιμήτου.

Ἠρώτησα ἔτι περιόντα τὸν μέγαν τοῦτον Ἰσίδωρον, ποίαν ἐργασίαν αὐτοῦ ὁ νοῦς ἐν τῷ πυλῶνι διάγοντος ἐκέκτητο.
Καὶ οὐκ ἔκρυψεν ὠφελῆσαί με θέλων ὁ ἀείμνηστος.
Ἐν ἀρχαῖς μὲν γὰρ τοῦτο, φησὶν, ἐλογιζόμην, ὅτιπερ ὑπὲρ τῶν ἁμαρτιῶν μου ἐπράθην.
Ὅθεν καὶ μετὰ πικρίας πάσης, καὶ βίας, καὶ αἵματος τὴν μετάνοιαν ἔβαλλον.
Ἐνιαυτοῦ δὲ πληρωθέντος ἀλύπως λοιπὸν διεκείμην τὴν καρδίαν, μισθὸν παρ᾿ αὐτοῦ Θεοῦ ὑπομονῆς προσδεχόμενος.
Περαιωθέντος δὲ ἑτέρου ἑνὸς χρόνου, ἀνάξιον ἑαυτὸν λοιπὸν ἐλογιζόμην σὺν αἰσθήσει καρδίας, καὶ τῆς ἐν τῇ μονῇ διατριβῆς, καὶ τῆς τῶν Πατέρων θέας, καὶ συντυχίας, καὶ τῆς τῶν μυστηρίων μεταλήψεως, καὶ τῆς ἐν προσώπῳ τινὸς θεωρίας.
Κάτω δὲ νεύων τῷ ὄμματι, καὶ κατωτέρῳ φρονήματι τοὺς εἰσιόντας καὶ ἐξιόντας εἰλικρινῶς λοιπὸν ὑπὲρ εὐχῆς ἱκέτευον.

Ἐν τῇ τραπέζῃ ποτὲ συγκαθημένῳ μοι τῷ με γάλῳ ἐπιστάτῃ, πρὸς τὸ ἐμὸν οὖς κεκλικὼς τὸ ἅγιον αὐτοῦ στόμα φησί.
Βούλει σοι δείξω ἐν πολιᾷ βαθυτάτῃ θεϊκὸν φρόνημα; Ἐμοῦ δὲ ἱκετεύσαντος, ὁ δίκαιος ἐκ τῆς δευτέρας τραπέζης Λαυρέντιον τοὔνομα περὶ τὰ τεσσαράκοντα ὀκτὼ ἔτη ἐν τῇ μονῇ ἔχοντα, καὶ δεύτερον τοῦ ἱερατείου πρεσβύτερον ὑπάρχοντα.
Ἐλθόντα οὖν, καὶ βαλόντα τῷ ἡγουμένῳ γονυκλισίαν, εὐλογεῖται μὲν παρ᾿ αὐτοῦ• ἀναστάντι δὲ οὐδὲν τὸ σύνολον εἴρηκεν• ἀλλ᾿ εἴασεν αὐτὸν πρὸ τῆς τραπέζης ἑστῶτα, καὶ μὴ ἐσθίοντα ἦν δὲ τοῦ ἀρίστου ἡ εἴσοδος• ὥστε ποιῆσαι περὶ ὥραν μεγάλην, ἢ καὶ δύο ἱστάμενον• ὡς ἐμὲ λοιπὸν αἰδεῖσθαι κἂν εἰς πρόσωπον τοῦ ἐργάτου ἀτενίσαι.
Ἦν γὰρ ὁλοπόλιος, ὀγδοηκοστὸν ἄγων χρόνον Ἀναποκρίτου τε ἄχρι τῆς πληρώσεως τῆς ἑστιάσεως μείνοντος• ἀναστάντων ἡμῶν πέμπεται ὑπὸ τοῦ ὁσίου εἰπεῖν τῷ προμνημονευθέντι μεγάλῳ Ἰσιδώρῳ τὴν τοῦ τριακοστοῦ ἐννάτου ψαλμοῦ ἀρχήν.

Οὐ παρεῖδον δὲ ἐγὼ ὡς πονηρότατος τὸν γέροντα πειρᾶσαι• ἐρωτήσαντος δέ μου αὐτὸν τί ἄρα παριστάμενος τῇ τραπέζῃ ἐλογίζετο• Τοῦ Χριστοῦ, ἔφη, τὴν εἰκόνα τῷ ποιμένι περιθέμενος, οὐδ᾿ ὅλως ποτὲ ἐξ αὐτοῦ ἐπιτάσσεσθαι λελόγισμαι, ἀλλ᾿ ἐκ Θεοῦ Ὅθεν, πάτερ Ἰωάννη, οὐχ ὡς ἐνώπιον τραπέζης ἀνθρώπων, ἀλλ᾿ ὡς ἐνώπιον θυσιαστηρίου Θεοῦ, καὶ Θεῷ ἱστάμην προσευχόμενος• οὐδ᾿ ὅλως ἔννοιάν τινα πρὸς τὸν ποιμένα πονηρὰν λογισάμενος, ἐκ τῆς πρὸς αὐτόν μου πίστεως καὶ ἀγάπης.
Εἴρηκε γάρ τις, ὅτι Ἡ ἀγάπη οὐ λογίζεται τὸ κακόν.
Πλὴν κακεῖνα γίνωσκε, Πάτερ ὅτι ἐπάν τις εἰς ἁπλότητα καὶ ἑκουσίαν ἀκακίαν ἐκδῷ, οὐκ ἔτι ἐκεῖ ὁ πονηρὸς χώραν ἢ ὥραν ἀναλαμβάνει.
Κύριος ὁ δίκαιος, οἷος καὶ ἦν ὁ τῶν λογικῶν θρεμμάτων σωτὴρ διὰ τοῦ Θεοῦ ἐκεῖνος τοιοῦτον αὐτῷ καὶ οἰκονομοῦντα τὰ τὴν μονὴν ἄλλον πέπομφε• ἦν γὰρ σώφρων εἰ καί τις ἄλλος, πρᾶος, ὡς πάνυ ὀλίγοι.
Τούτῳ πρὸς τὴν τῶν λοιπῶν ὠφέλειαν ἐπηνέχθη ὁ γέρων ὁ μέγας εἰκῆ ἐπὶ τοῦ Κυριακοῦ διωχθῆναι αὐτὸν κελεύσας ἀκαίρως.
Ἐγὼ δὲ ἐγνωκὼς ἄμεμπτον αὐτὸν εἶναι ἐφ᾿ ᾧ ἐγκλήματι πρὸς αὐτὸν ἔλεγεν ὁ ποιμὴν, κατ᾿ ἰδίαν ὑπὲρ τοῦ οἰκονόμου ἀπολογίαν ἐποιούμην πρὸς τὸν μέγαν.
Ὁ δὲ σοφός φησι• Καί γε (κἀγώ)ἔγνωκα, πάτερ, ἀλλ᾿ ὥσπερ οὐ δίκαιον, ἀλλ᾿ ἐλεεινὸν ἐκλιμώττοντος νηπίου τὸν ἄρτον ἐκ στόματος ἀφαρπάσαι• οὕτως καὶ ἑαυτὸν, καὶ τὸν ἐργάτην ὁ ψυχῶν προεστηκὼς, μὴ (βλάπτει uel ζημιοῖ) προξενῶν αὐτῷ στεφάνους, ὅσους καὶ γινώσκει αὐτὸν ὑπομένειν, κατὰ πᾶσαν ὥραν• εἴτε δι᾿ ὕβρεων, εἴτε δι᾿ ἀτιμιῶν, δι᾿ ἐξουδενώσεως, δι᾿ ἐμπαιγμῶν• τρία γὰρ μέγιστα ἀδικεῖται• πρῶτον μὲν στερούμενος αὐτὸς τοῦ ἐκ τῆς ἐπιτιμήσεως μισθοῦ• δεύτερον δὲ ὅτι καὶ ἄλλους ὠφελεῖν ἐκ τῆς ἑτέρου ἀρετῆς δυνάμενος, οὐκ ἐποίησε• τρίτον, ὃ καὶ βαρύτατον, ὅτι πολλάκις καὶ αὐτοὶ οἱ δοκοῦντες φερέπονοι, καὶ ὑπομονητικοὶ ὑπάρχειν, ἐπὶ χρόνον ἀμεληθέντες, καὶ ὡς δῆθεν ἐνάρετοι, λοιπὸν ὑπὸ τοῦ προεστῶτος μὴ ἐλεγχόμενοι, ἢ ὀνειδιζόμενοι, τῆς προσούσης αὐτοῖς πραότητος, καὶ ὑπομονῆς ἐστερήθησαν.
Κἂν γὰρ καλὴ καὶ καρποφόρος καὶ πίων ἐστὶν ἡ γῆ, ἀλλ᾿ οἶδεν λεῖψις ὕδατος ἀτιμίας ὑλομανοῦσαν αὐτὴν ποιεῖν, καὶ ἀκάνθας τύφου, καὶ πορνείας, καὶ ἀφοβίας ἐν αὐτῇ βλαστῆσαι.

Γραμμή 1.541:
Ἀδικῶ πάντας [πάντως] τοὺς ζηλωτὰς τῶν καλῶν, εἴπερ σιωπῆς μνήματι θάψω τὸ Μακεδονίου τοῦ πρώτου τῶν ἐκεῖσε διακόνων κατόρθωμα καὶ ἆθλον• οὗτος ὁ μεμελημένος Κυρίῳ ποτὲ τῆς τῶν ἁγίων Θεοφανίων ἑορτῆς καταλαβούσης, λιπαρεῖ τὸν ποιμένα, πρὸ δύο ἡμερῶν ἐν τῇ πόλει Ἀλεξανδρείᾳ εἰσελθεῖν οἰκείας χρείας χάριν τινὸς, ὑποσχόμενος μέντοι θᾶττον ἐξέρχεσθαι τῆς πόλεως, διὰ τὴν τῆς ἑορτῆς ἀκουλουθίαν τε καὶ ἑτοιμασίαν.
Ὁ οὖν μισόκαλος διάβολος ἐμπόδιον πεποιηκὼς τῷ ἀρχιδιακόνῳ πεποίηκεν αὐτὸν ἀπολυθέντα τοῦ ἡγουμένου, μὴ καταλαβεῖν τῇ ἁγίᾳ ἑορτῇ ἐν τῇ μονῇ κατὰ τὸν ὅρον, ὃν ἦν ἐκ τοῦ προεστῶτος κομισάμενος.
Μεθ᾿ ἡμέραν οὖν καταλαβόντα, ἀφορίζει ὁ ποιμὴν τῆς διακονίας, καὶ ἐν τῷ ἐσχάτων ἀρχαρίων κατατάττει χώρᾳ• δέχεται ὁ καλὸς τῆς ὑπομονῆς διάκονος καὶ τῆς καρτερίας ἀρχιδιάκονος, τὸν τοῦ Πατρὸς ὅρον, καὶ ἀλύπως οὕτως, ὡς ἑτέρου ἐπιτιμηθέντος, καὶ οὐκ αὐτοῦ• πεποιηκότα τοίνυν αὐτὸν ἐν τῇ τοιαύτῃ τάξει τεσσαράκοντα ἡμέρας, πάλιν ἐπὶ τὸν ἴδιονβαθμὸν ἀνήγαγε ὁ σοφός• καὶ δὴ μετὰ μίαν ἡμέραν δυσωπεῖται ὑπὸ τοῦ ἀρχιδιακόνου πάλιν ἐν τῇ ἐπιτιμίᾳ, καὶ τῇ πρώην ἀτιμίᾳ καταστῆναι, φήσας αὐτῷ, ὅτι περὶ ἀσυγχώρητόν τι ἐν τῇ πόλει ἔπταισα.
Γνοὺς δὲ ὁ ὅσιος ἀληθῆ μὴ λέγειν αὐτῷ, ἀλλὰ ταπεινώσεως χάριν τοῦτο ἐπιζητεῖν, εἶξε τῇ καλῇ ἐπιθυμίᾳ τοῦ ἐργάτου• καὶ ἦν ἰδεῖν πολιὰν αἰδέσιμον ἐν τῇ ἀρχαϊκῇ [τῶν ἀρχαρίων] διάγουσαν τάξει• καὶ πάντας δυσωποῦσαν εἰλικρινῶς ὑπὲρ αὐτοῦ εὔχεσθαι.
Ἐπειδὴ, φησὶν, εἰς πορνείαν παρακοῆς πέπτωκα, ἐμοὶ δὲ τῷ ταπεινῷ τεθάῤῥηκεν ὁ μέγας οὗτος Μακεδόνιος, τίνος χάριν τῇ τοιαύτῃ τεταπεινωμένῃ διαγωγῇ ἑκουσίως προσέδραμεν• οὐδέποτε γὰρ κουφισμὸν οὕτως πολέμου παντὸς, καὶ φωτὸς θείου γλυκασμὸν ἐν ἑαυτῷ ὡς νῦν τεθέαμαι.
Ἀγγέλων, φησὶ, τὸ μὴ πίπτειν, ἴσως καὶ μὴ δυναμένων, ὥς φασί τινες• ἀνθρώπων δὲ τὸ πίπτειν, καὶ θᾶττον ἀνίστασθαι• ὁσάκις τοῦτο καὶ συμβαίη• δαιμόνων δὲ καὶ μόνον, τὸ πεσόντας μὴ ἐγείρεσθαι.

Ὁ τὴν διακονίαν τῆς μονῆς πεπιστευμένος [τοῦτό μοι] τεθάῤῥηκε• Νέου μου ὄντος, φησὶ, καὶ ἐν τῇ τῶν ἀλόγων φροντίδι διάγοντος, συνέβη πτῶμα κατενεχθῆναι [εἰς πτῶμα πεσεῖν] βαρύτατον ψυχῆς• ἐμοῦ δὲ σεσυνηθηκότος μηδέποτε κρύπτειν ὄφιν ἐν φωλεῷ καρδίας, τῷ ἰατρῷ τοῦτον τῆς κέρκου κρατήσας ἐστηλίτευσα• κέρκον δὲ λέγω τὸ τέλος τῆς πράξεως• ὁ δὲ μειδιῶν τῷ προσώπῳ φησὶν πρός με• Παίσας μου τὴν σιαγόνα μετρίως, ἄπιθι, τέκνον, ἔχου τῆς διακονίας σου, ὡς τὸ πρὶν, μηδὲν τὸ παράπαν δεδιώς.
Ἐγὼ δὲ πίστει διαπύρῳ πεισθεὶς ἐν βραχείαις ἡμέραις τῆς ἰάσεως πληροφορίαν εἰληφὼς, ἔτρεχον τὴν ὁδόν μου χαίρων ἅμα καὶ τρέμων.

Κέκτηται πᾶσα τάξις κτιστῶν, ὥς φασί τινες, διαφορὰς διαφερόντων.
Ἐπεὶ οὖν ἦσαν καὶ παρὰ τῇ συνόδῳ τῶν ἀδελφῶν προκοπῶν καὶ γνωμῶν διαφοραί• ἐπάν τινας τούτων ὁ ἰατρὸς φιλενδείκτας ἐπὶ ταῖς τῶν κατὰ κόσμον ἐν τῇ μονῇ ἐπιδημίαις ἐσημειοῦτο, καὶ τούτους ἐπὶ τούτων ἐσχάταις ὕβρεσι, καὶ διακονίαις ἀτιμοτέραις [ἐνώπιον ἐκείνων] περιέβαλλεν• ὥστε λοιπὸν δρομαίως ὑποχωρεῖν, ἡνίκα δ᾿ ἄν τινων τῶν κατὰ κόσμον ἐπιδημίαν ἔβλεπον• καὶ ἦν ἰδέσθαι ὑπερφυὲς τὸ γινόμενον, αὐτὴν τὴν κενοδοξίαν ἑαυτὴν ἐκδιώκουσαν, καὶ τῶν ἀνθρώπων ἀποκρύπτουσαν.
Μὴ στερῆσαί με Κύριος ὁσίου Πατρὸς εὐχῆς βουλόμενος, πρὸ μιᾶς ἑβδομάδος τῆς ἐμῆς τοῦ ὁσίου τόπου ἐξελεύσεως, προσελάβετο τὸν τὰ δεύτερα τοῦ ποιμένος διέποντα, ἄνδρα θαυμαστὸν, Μηνᾶν τοὔνομα, πεντήκοντα ἐννέα ἔτη ἔχοντα ἐν τῷ κοινοβίῳ, λοιπὸν διακονήσαντα πᾶσαν διακονίαν.
Τῇ οὖν ἡμέρᾳ τῇ τρίτῃ, ἡμῶν τὸν συνήθη κανόνα τῆς τοῦ ὁσίου κοιμήσεως ἐπιτελούντων, ἐξαίφνης εὐωδιάζεται ὅλος ὁ χῶρος, ἐν ᾧ ὁ ὅσιος κατέκειτο.
Ἐπέτρεψεν οὖν ὁ μέγας τὴν, ἐν ᾗ κατετέθη, θήκην ὁ ὅσιος ἀποσκεπάσαι ἡμᾶς• καὶ τούτου γενομένου, ὁρῶμεν πάντες ἐκ τῶν αὐτοῦ τιμίων πελμάτων δίκην δύο πηγῶν τὴν τοῦ μύρου εὐωδίαν ἐκπορευομένων.
Τότε, φησὶν ὁ διδάσκαλος πρὸς πάντας, ὁρᾶτε; ἰδοὺ οἱ τῶν πόνων [ποδῶν] αὐτοῦ, καὶ κόπων ἱδρῶτες μύρον Θεῷ προσηνέχθησαν.
Καὶ ἀληθῶς.
Καὶ ἄλλα τε πλεῖστα ἡμῖν περὶ αὐτοῦ τοῦ πανοσίου Μηνᾶ, οἱ τοῦ τόπου πατέρες κατορθώματα ἀπήγγειλαν, ἐν οἷς καὶ τοῦτο ἔλεγον.
Ὅτι φασί ποτε ὁ προεστὼς τὴν αὐτοῦ θεοδώρητον ὑπομονὴν δοκιμάσαι βουλόμενος, ἀνελθόντα αὐτὸν ἐν τῷ ἡγουμενείῳ, καὶ βαλόντα μετάνοιαν ἑσπέρας τῷ ἡγουμένῳ, παράθεσίν τε λαβεῖν συνήθως ἱκετεύοντα, εἴασεν αὐτὸν οὕτως χαμαὶ κείμενον ἄχρι τοῦ κανόνος ὥρας• τότε λοιπὸν αὐτὸν εὐλογήσας, καὶ λοιδορήσας ὡς φιλενδείκτην καὶ ἀνυπομόνητον ἀνέστησεν.
Ἐγίνωσκε γὰρ ὁ ὅσιος, ὅτι ὑποφέρει γενναίως• διὸ καὶ τὸ δρᾶμα πρὸς οἰκοδομὴν πᾶσι πεποίηκεν.
Ὁ δὲ τούτου ἡμᾶς τοῦ ὁσίου Μηνᾶ μαθητὴς ἐπληροφόρει ἡμᾶς τὰ κατὰ τὸν ἐπιστάτην [διδάσκαλον].
Διὸ καὶ, φησὶν, ἐμοῦ πολυπραγμονήσαντος αὐτὸν, εἰ ἄρα ἐν τῇ τοιαύτῃ πρὸς τὸν ἡγούμενον γονυκλισίᾳ ὕπνῳ κατηνέχθη, ἐπληροφόρει, φησὶν, ὡς ἅπαν τὸ Ψαλτήριον χαμαὶ κείμενον ἀποστηθίσαι.
Οὐ παρίδω ἐγὼ ἐγκαλλωπίσαι τὸν τοῦ λόγου στέφανον καὶ τῷ παρόντι σμαράγδῳ.

Ανακτήθηκε από «https://el.wikisource.org/wiki/Κλίμαξ»