Κλίμαξ: Διαφορά μεταξύ των αναθεωρήσεων

Περιεχόμενο που διαγράφηκε Περιεχόμενο που προστέθηκε
Evagelosvar (συζήτηση | Συνεισφορά)
Evagelosvar (συζήτηση | Συνεισφορά)
Γραμμή 1.447:
Καὶ τοῦτο δὲ ποιῶν ὁ Θεὸς πολλάκις γνωρίζεται• ἰδὼν γὰρ ἀνδρείας ψυχὰς εὐθέως ἐκ προοιμίων ἐν αὐταῖς τοὺς πολέμους συνεχώρησε, στεφανῶσαι αὐτὰς συντόμως βουλόμενος .
Ἀπέκρυψεν ὁ Κύριος ἀπὸ τῶν ἐν κόσμῳ τὴν τοῦ σταδίου δυσχέρειαν, μᾶλλον δὲ εὐχέρειαν• εἰ γὰρ ταύτην ἔγνωσαν, οὐκ ἂν ἀπετάσσετο πᾶσα σάρξ .
Δίδου κόπους νεότητόςσου προθύμως Χριστῷ, καὶ χαρήσῃ ἐν γήρᾳ ἐπὶ πλούτῳ ἀγαθείας• τὰ ἐν νεότητι συναγόμενα ἐν τῷ γήρᾳ τοὺς ἐξατονήσαντας τρέφουσι, καὶ παραμυθοῦνται .
Κάμωμεν νέοι ζεόντως, δράμωμεν νηφόντως• ὁ γὰρ θάνατος ἄδηλος• πονηροὺς ἀληθῶς καὶ χαλεποὺς, δολίους, πανούργους μετὰ χεῖρας πῦρ κατέχοντας, καὶ τὸν ναὸν τοῦ Θεοῦ ἐμπρῆσαι ἐπιθυμοῦντας διὰ τῆς φλογὸς τῆς ἐν αὐτῷ, δυνατοὺς, καὶ ἀΰπνους, ἀΰλους, ἀοράτους ἐχθροὺς ἔχομεν .
Μηδεὶς νέος ὑπάρχων τοὺς ἐχθροὺς αὐτοῦ δαίμονας παραδέξηται λέγοντας• Μή σου κατατρίψῃς τὴν σάρκα, ἵνα μὴ νόσοις καὶ ἀσθενείαις περιπέσῃς• μόλις γὰρ ἐν τῇ παρούσῃ μάλιστα γενεᾷ εὑρεθήσεται ὁ θανατῶσαι ταύτην προελόμενος• κἂν πολλῶν καὶ ἡδυνόντων βρωμάτων ἑαυτὸν στερήσειεν .
Σκοπὸς δὲ τούτῳ τῷ δαίμονι αὐτὴν ἡμῶν τὴν ἐν τῷ σταδίῳ εἴσοδον χαύνην, καὶ ῥᾴθυμον ποιῆσαι• καὶ τὸ τέλος λοιπὸν τὴν ἀρχὴν ἁρμόδιον .
Πρὸ πάντων τοῦτο καὶ ζητήσουσι, καὶ ποιήσουσιν οἱ ἐν Χριστῷ γνησίως δουλεῦσαι βουλόμενοι, ἵνα καὶ τοὺς τόπους, καὶ τοὺς τρόπους, καὶ τὰ καθίσματα, καὶ τὰ ἐπιτηδεύματα διὰ πνευματικῶν Πατέρων, καὶ οἰκείας ἐπιγνώσεως ἁρμόζοντα ἑαυτοῖς ἐπιλέξωνται .
Οὐ γὰρ πάντων τὰ κοινόβια, διὰ τὸ λιχνῶδες• οὐδὲ πάντων τὰ ἡσυχαστήρια, διὰ τὸ θυμῶδες• ἕκαστος δὲ ἐπισκέψεται ἐν ποίῳ πεποίωται .
Ἐν τρισὶ γενικωτάταις καταστάσεσι καθισμάτων ἅπασα ἡ μοναχικὴ πολιτεία περιέχεται• ἢ ἐν ἀθλητικῇ ἀναχωρήσει, καὶ μονίᾳ• ἢ μετὰ ἑνὸς, ἢ πολὺ δύο ἡσυχάζειν• ἢ ἐν κοινοβίῳ ὑπομονητικῶς καθέζεσθαι .
«Μὴ ἐκκλίνῃς, φησὶν ὁ Ἐκκλησιαστὴς, εἰς τὰ δεξιὰ, ἢ εἰς τὰ ἀριστερά•» ἀλλ᾿ ὁδῷ βασιλικῇ πορευθῇς• ἡ γὰρ μέση τῶν προειρημένων πολλοῖς ἁρμόδιος καθέστηκεν .
Τῷ μὲν γὰρ μόνῳ, οὐαὶ, φησὶν, ὅτι ἐὰν πέσῃ εἰς ἀκηδίαν, ἢ ὕπνον, ἢ ῥᾳθυμίαν, ἢ ἀπόγνωσιν, οὐκ ἔστιν ὁ ἐγείρων αὐτὸν ἐν ἀνθρώποις .
Ὅπου δέ εἰσιν συνηγμένοι δύο, ἢ τρεῖς εἰς τὸ ἐμὸν ὄνομα, ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν, ὁ Κύριος εἴρηκεν .
Τίς ἄρα ἐστὶν ὁ πιστὸς, καὶ φρόνιμος μοναχὸς, ὃς τὴν θέρμην τὴν ἑαυτοῦ ἐφύλαξεν ἄσβεστον• καὶ μέχρι τῆς αὐτοῦ ἐξόδου καθ᾿ ἡμέραν [προστιθεὶς] πῦρ πυρὶ, καὶ θέρμην θέρμῃ, καὶ σπουδὴν σπουδῇ, καὶ πόθον πόθῳ οὐκ ἐπαύσατο; Ὁ ἐπιβεβηκὼς μὴ στραφῇς εἰς τὰ ὀπίσω .

=== === ΛΟΓΟΣ Βʹ === ===
Περὶ ἀπροσπαθείας, ἤγουν ἀλυπίας.

Ὁ ἐν ἀληθείᾳ τὸν Κύριον ἀγαπήσας• ὁ ἐν ἀληθείᾳ τῆς μελλούσης βασιλείας ἐπιτυχεῖν ἐπιζητήσας• ὁ ἐν ἀληθείᾳ πόνον περὶ τῶν ἑαυτοῦ πταισμάτων ἐσχηκώς• ὁ ἐν ἀληθείᾳ μνήμην κολάσεως κτησάμενος, καὶ κρίσεως αἰωνίου• ὁ ἐν ἀληθείᾳ φόβον τῆς ἑαυτοῦ ἐξόδου ἀναλαβὼν οὐκ ἔτι ἀγαπήσει, οὐκ ἔτι φροντίσει, ἢ μεριμνήσει, οὐ χρημάτων, οὐ κτημάτων, οὐ γονέων, οὐ δόξης τοῦ βίου, οὐ φίλου, οὐκ ἀδελφῶν, οὐδενὸς ἐπιγείου τὸ παράπαν• ἀλλὰ πᾶσαν αὐτοῦ τὴν σχέσιν, πᾶσαν τὴν περὶ τούτου φροντίδα ἐκτιναξάμενος, καὶ μισήσας• ἐπειδὴ καὶ τὴν ἑαυτοῦ σάρκα• πρὸς τούτων γυμνὸς, καὶ ἀμέριμνος, καὶ ἀόκνως Χριστῷ ἀκολουθεῖ, πρὸς τὸν οὐρανὸν ἀεὶ βλέπων, καὶ τὴν ἐκεῖθεν βοήθειαν ἀναδεχόμενος, κατὰ τὸν εἰπόντα ἅγιον• Ἐκολλήθη ἡ ψυχή μου ὀπίσω σου, καὶ τὸν ἄλλον τὸν ἀείμνηστον εἰρηκότα• Ἐγὼ δὲ οὐκ ἐκοπίασα κατακολουθῶν σοι, καὶ ἡμέραν, ἢ ἀνάπαυσιν ἀνθρώπου οὐκ ἐπεθύμησα, Κύριε.
Αἰσχύνη μεγίστη ὑπάρχει τὸ πάντα τὰ προειρημένα καταλιπόντας μετὰ τὴν κλῆσιν ἡμῶν, ἣν ὁ Κύριος κέκληκεν ἡμᾶς, καὶ οὐκ ἄνθρωπος, τινὸς φροντίζειν μὴ δυναμένου ἡμᾶς εὐεργετῆσαι ἐν τῇ ὥρᾳ τῆς ἀνάγκης ἡμῶν, ἤγουν τῆς ἐξόδου.
Τοῦτο γάρ ἐστιν ὅπερ εἶπεν ὁ Κύριος, στραφῆναι εἰς τὰ ὀπίσω, καὶ μὴ εὑρεθῆναι εὔθετον εἰς τὴν βασιλείαν τῶν οὐρανῶν.
Ὁ Κύριος ἡμῶν τὸ εὐόλισθον ἡμῶν τῶν εἰσαγωγικῶν γινώσκων, καὶ ὡς εὐχερῶς ἐν τοῖς κοσμικοῖς συνδιάγοντες, ἢ συντυγχάνοντες, πάλιν ἐπὶ τὸν κόσμον στρεφόμεθα, φησὶ πρὸς τὸν εἰρηκότα αὐτῷ• Ἐπίτρεψόν μοι ἀπελθεῖν θάψαι τὸν πατέρα μου.
Ἄφες τοὺς νεκροὺς θάψαι τοὺς ἑαυτῶν νεκρούς.
Οἱ δαίμονες μετὰ τὴν ἀποταγὴν, λοιπὸν τοὺς ἐλεήμονας ἡμῖν, καὶ συμπαθεῖς τῶν κοσμικῶν μακαρίζειν ὑποτίθενται, καὶ ἑαυτοὺς ἀποστερήσαντας.
Σκοπὸς δὲ τοῖς ἐχθροῖς ἡμῶν διὰ νόθου ταπεινώσεως, ἢ πρὸς τὸν κόσμον ἡμᾶς ἐπιστρέψαι, ἢ μένοντας μοναχοὺς πρὸς τὴν ἀπόγνωσιν κατακρημνῖσαι.
Ἔστιν εὐτελίζειν τοὺς ἐν κόσμῳ διὰ οἴησιν, καὶ ἔστιν αὐτοὺς ἀπόντας ἐξουθενεῖν, διὰ τὸ φυγεῖν τὴν ἀπόγνωσιν, καὶ τὴν ἐλπίδα προσκτήσασθαι.
Ἀκούσωμεν οὖν τοῦ Κυρίου πρὸς ἐκεῖνον τὸν νεανίσκον, τὸν πάσας σχεδὸν τὰς ἐντολὰς ἐργασάμενον εἰρηκότα• ὅτι Ἕν σοι λείπει, τὸ πωλῆσαι τὰ ὑπάρχοντα, καὶ δοῦναι πτωχοῖς, καὶ ἑαυτὸν πτωχὸν καταστῆσαι ἐλεημοσύνην δεχόμενον.

Οἱ προθύμως καὶ ζέως διαδραμεῖν βουλόμενοι, νουνεχῶς ἐπισκεψώμεθα πῶς ὁ Κύριος πάντας τοὺς ἐν κόσμῳ διατρίβοντας, καὶ ζῶντας νεκροὺς κατεδίκασεν, εἰπὼν πρός τινα• Ἄφες τοὺς νεκροὺς κοσμικοὺς, τοὺς τῷ σώματι νεκροὺς θάψαι• οὐδὲν ἐκώλυσε τὸν νεανίσκον ἐκεῖνον ὁ πλοῦτος προσελθεῖν τῷ βαπτίσματι.
Ἐματαιώθησαν τοίνυν φάσκοντές τινες, ὅτι τοῦ βαπτίσματος χάριν ὁ Κύριος πωλῆσαι αὐτὸν τὸν πλοῦτον διέταττεν.
Ἀρκείτω ἡμῖν εἰς μεγίστην πληροφορίαν τῆς μεγίστης δόξης τοῦ ἡμετέρου ἐπαγγέλματος, ἡ τοιαύτη πληροφορία.

Ανακτήθηκε από «https://el.wikisource.org/wiki/Κλίμαξ»