Πόροι ή περί προσόδων: Διαφορά μεταξύ των αναθεωρήσεων

Περιεχόμενο που διαγράφηκε Περιεχόμενο που προστέθηκε
Christina Nicolaou (συζήτηση | Συνεισφορά)
Νέα σελίδα: {{Πολυτονικό}} {{Κεφαλίδα| | τίτλος = Πόροι ἢ περὶ Προσόδων | συγγραφέας = Ξενοφών | μεταφραστή...
 
μ Γρήγορη προσθήκη κατηγορίας "Αρχαία και Κλασική γραμματεία" (HotCat)
Γραμμή 34:
== Κεφάλαιο 6 ==
ἀλλ᾽ εἴ γε μὴν τῶν εἰρημένων ἀδύνατον μὲν μηδέν ἐστι μηδὲ χαλεπόν, πραττομένων δὲ αὐτῶν προσφιλέστεροι μὲν τοῖς Ἕλλησι γενησόμεθα, ἀσφαλέστερον δὲ οἰκήσομεν, εὐκλεέστεροι δὲ ἐσόμεθα, καὶ ὁ μὲν δῆμος τροφῆς εὐπορήσει, οἱ δὲ πλούσιοι τῆς εἰς τὸν πόλεμον δαπάνης ἀπαλλαγήσονται, περιουσίας δὲ πολλῆς γενομένης μεγαλοπρεπέστερον μὲν ἔτι ἢ νῦν ἑορτὰς ἄξομεν, ἱερὰ δ᾽ ἐπισκευάσομεν, τείχη δὲ καὶ νεώρια ἀνορθώσομεν, ἱερεῦσι δὲ καὶ βουλῇ καὶ ἀρχαῖς καὶ ἱππεῦσι τὰ πάτρια ἀποδώσομεν, πῶς οὐκ ἄξιον ὡς τάχιστα τούτοις ἐγχειρεῖν, ἵνα ἔτι ἐφ᾽ ἡμῶν ἐπίδωμεν τὴν πόλιν μετ᾽ ἀσφαλείας εὐδαιμονοῦσαν; {{χ|2}} εἴ γε μὴν ταῦτα δόξειεν ὑμῖν πράττειν, συμβουλεύσαιμ᾽ ἂν ἔγωγε πέμψαντας καὶ εἰς Δωδώνην καὶ εἰς Δελφοὺς ἐπερέσθαι τοὺς θεοὺς εἰ λῷον καὶ ἄμεινον εἴη ἂν τῇ πόλει οὕτω κατασκευαζομένῃ καὶ αὐτίκα καὶ εἰς τὸν ἔπειτα χρόνον. {{χ|3}} εἰ δὲ ταῦτα συναινοῖεν, τότ᾽ ἂν αὖ φαίην χρῆναι ἐπερωτᾶν τίνας θεῶν προσποιούμενοι ταῦτα κάλλιστα καὶ ἄριστα πράττοιμεν ἄν: οὓς δ᾽ ἀνέλοιεν θεούς, τούτοις εἰκὸς καλλιερήσαντας ἄρχεσθαι τοῦ ἔργου. σὺν γὰρ θεῷ πραττομένων εἰκὸς καὶ τὰς πράξεις προϊέναι ἐπὶ τὸ λῷον καὶ ἄμεινον ἀεὶ τῇ πόλει.
 
[[Κατηγορία:Αρχαία και Κλασική γραμματεία]]