Αποκάλυψις Σεδράχ: Διαφορά μεταξύ των αναθεωρήσεων

Περιεχόμενο που διαγράφηκε Περιεχόμενο που προστέθηκε
AndreasJS (συζήτηση | Συνεισφορά)
μ Γρήγορη προσθήκη κατηγορίας "Θρησκευτικά κείμενα" (HotCat)
Batchheizer (συζήτηση | Συνεισφορά)
→‎XI: 12-16 added (now complete)
Γραμμή 131:
'''19''' φωνὴ σάλπιγγος ἦχος, γλῶσσα εὐδιάλλακτε, γένειον καλλωπισμένον, τρίχες ἀστερόμορφοι, κεφαλὴ οὐρανομῆκες, ἐστολισμένον σῶμα, τὸ φωταγωγὸν γλεύφορον πάγγνωστον
'''20''' καὶ ἄρτι πεσὸν εἰς τὴν γῆν, ὑπὸ γῆς κάλλος σου ἀφανὲς γίνεται.
 
=== XII ===
'''1''' Λέγει αὐτὸν ὁ Χριστός· Παῦσον, Σεδράχ· ἕως πότε δακρύζεις καὶ στενάζεις; ὁ παράδεισός σοι ἠνοίγη καὶ ἀποθανὼν ζήσεις.
'''2''' λέγει αὐτῷ Σεδράχ· Ἔτι ἅπαξ λαλήσω σοι, κύριε ἕως πότε ζῶ πρὶν ἀποθανεῖν με; καὶ μὴ παρακούσῃς τῆς αἰτήσεώς μου.
'''3''' λέγει αὐτῷ ὁ κύριος· Λέγε, ὦ Σεδράχ.
'''4''' λέγει ὁ Σεδράχ· Ἔτη ὀγδοήκοντα ἢ ἐνενήκοντα ἐὰν ζήσῃ ἄνθρωπος ἢ ἑκατὸν, καὶ ζήσῃ αὐτοὺς ἐν ἁμαρτίαις, καὶ πάλιν ἐπιστρέψῃ καὶ ζήσῃ ἄνθρωπος ἐν μετανοίᾳ, πόσας ἡμέρας ἀφίεις αὐτοῦ τὰς ἁμαρτίας;
'''5''' λέγει αὐτὸν ὁ θεός· Ἐὰν ἐπιστρέψας ζῶν τὰ ἑκατὸν ἢ ὀγδοήκοντα μετανοήσας τρία ἔτη καὶ ποιήσῃ καρπὸν δικαιοσύνης καὶ φθάσῃ ὁ θάνατος, οὐ μὴ μνησθῶ πάσας τὰς ἁμαρτίας αὐτοῦ.
 
=== XIII ===
'''1''' Λέγει αὐτῷ Σεδράχ· Πολλά εἰσιν τὰ τρία ἔτη, κύριέ μου, μὴ φθάσῃ ὁ θάνατος αὐτοῦ καὶ οὐ πληρώσῃ τὴν μετάνοιαν αὐτοῦ·
'''2''' ἐλέησον, κύριε, τὴν εἰκόνα σου καὶ σπλαγχνίσθητι, ὅτι πολλά εἰσιν τὰ τρία ἔτη.
'''3''' λέγει αὐτὸν ὁ θεός· Ἐὰν μετὰ ἑκατὸν ἔτη ζήσῃ ἄνθρωπος καὶ μνησθῇ τὸν θάνατον αὐτοῦ καὶ ὁμολογήσῃ ἔμπροσθεν τῶν ἀνθρώ πων καὶ εὕρω αὐτὸν, μετὰ χρόνον ἀφίω πάσας τὰς ἁμαρτίας αὐτοῦ.
'''4''' λέγει πάλιν ὁ Σεδράχ· Κύριε, τὴν εὐσπλαγχνίαν σου καὶ πάλιν παρακαλῶ διὰ τὸ πλάσμα σου.
'''5''' πολύς ἐστιν ὁ χρόνος μὴ ὁ θάνατος αὐτοῦ φθάσῃ καὶ ἁρπάσῃ αὐτὸν συντόμως.
'''6''' λέγει αὐτὸν ὁ σωτήρ· Ἐρωτῶ σε ἕνα λόγον, Σεδρὰχ, ἀγαπητέ μου, εἴτα ἀναιτήσεις με· ἐὰν μετανοήσῃ ὁ ἁμαρτωλὸς εἰς ἡμέρας τεσσαράκοντα, οὐ μὴ μνησθῶ πάσας τὰς ἁμαρτίας αὐτοῦ ἃς ἐποίησεν.
 
=== XIV ===
'''1''' Καὶ λέγει Σεδρὰχ πρὸς τὸν ἀρχάγγελον Μιχαήλ· Ἐπάκουσόν μου, πρόστατα δυνατὲ, καὶ βοήθει μοι καὶ πρεσβεύσαι ἵνα ἐλεήσῃ ὁ θεὸς τὸν κόσμον.
'''2''' καὶ πεσόντες ἐπὶ πρόσωπον παρεκάλουν τὸν θεὸν καὶ εἶπον· Κύριε, δίδαξον ἡμᾶς πῶς δεῖ καὶ ἐν ποίᾳ μετανοίᾳ σωθήσεται ὁ ἄνθρωπος, ἢ ἐν ποίῳ κόπῳ;
'''3''' λέγει ὁ θεός· Ἐν μετανοίαις, ἐν παρακλήσεσιν, ἐν λειτουργίαις, ἐν δάκρυσιν ὀχετοῦ, ἐν στεναγμοῖς θερμοῖς.
'''4''' οὐκ οἶδας ὅτι ὁ προφήτης μου Δαυεὶδ ἐκ δακρύων, καὶ οἱ λοιποὶ οἶδας ὅτι ἐσώθησαν ἐν μιᾷ ῥοπῇ;
'''5''' οἶδας, Σεδρὰχ, ὅτι εἰσὶν ἔθνη τὰ μὴ νόμον ἔχοντα καὶ τὰ τοῦ νόμου ποιοῦσιν·
'''6''' ὅτι εἴ εἰσιν ἀβάπτιστοι καὶ ἐνέβη τὸ θεῖόν μου πνεῦμα εἰς αὐτοὺς καὶ ἐπιστρέφονται πρὸς τὸ ἐμὸν βάπτισμα καὶ δέχομαι αὐτοὺς μετὰ τῶν δικαίων μου ἐν κολποῖς Ἀβραάμ·
'''7''' καὶ εἰσίν τινες οἱ βαπτισθέντες τὸ ἐμὸν βάπτισμα καὶ τὸ θεῖόν μου μέρος μερισθέντες καὶ γίνονται ἀπογνώστοι τὴν τέλειαν ἀπόγνωσιν καὶ οὐ μέλλουσιν μεταγνῶναι·
'''8''' καὶ ἀναμένω αὐτοὺς μετὰ πολλῆς εὐσπλαγχνίας καὶ πολλοῦ ἐλέους καὶ πλούτους ἵνα μετανοήσωσιν, ἀλλὰ ποιοῦσιν ἃ μισεῖ μου ἡ θεότης, καὶ οὐκ ἤκουσαν τὸν σοφὸν ἐρωτῶντα λέγων Δικαιοῦμεν οὐδαμῶς ἁμαρτωλόν.
'''9''' παντελῶς οὐκ οἶδας ὅτι γέγραπται Καὶ οἱ μετανοήσαντες οὐ μὴ ἴδουν τὴν κόλασιν;
'''10''' καὶ οὐκ ἤκουσαν ἀποστόλων οὔτε ἐμοῦ λόγου ἐν τοῖς εὐαγγελίοις καὶ λυποῦσιν τοὺς ἀγγέλους μου,
'''11''' καὶ ἦ μὴν ἐν ταῖς συνάξεσιν καὶ ἐν ταῖς λειτουργίαις μου οὐ προσέχουσιν τὸν ἄγγελόν μου καὶ οὐχ ἵστανται ἐν ταῖς ἁγίαις μου ἐκκλησίαις,
'''12''' ἀλλ´ ἵστανται καὶ οὐ προσκυνοῦσιν ἐν φόβῳ καὶ τρόμῳ ἀλλὰ μεγαλορημονοῦσιν ἃ οὐ δέχομαι ἐγὼ οὔτε οἱ ἄγγελοί μου.
 
=== XV ===
'''1''' Λέγει Σεδρὰχ πρὸς τὸν θεόν· Κύριε, σὺ μόνος εἶ ἀναμάρτητος καὶ πολὺ εὔσπλαγχνος, ὁ ἁμαρτωλοὺς ἐλεῶν καὶ οἰκτείρων,
'''2''' ἀλλ´ ἡ σὴ θεότης εἶπεν Οὐκ ἦλθον δικαίους καλέσαι ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν.
'''3''' καὶ εἶπεν ὁ κύριος τὸν Σεδράχ· Οὐκ οἶδας, Σεδρὰχ, τὸν λῄστην, μιᾷ ῥοπῇ ἐσώθη μεταγνῶναι;
'''4''' οὐκ οἶδας ὅτι ὁ ἀπόστολός μου καὶ εὐαγγελιστὴς ἐν μιᾷ ῥοπῇ ἐσώθη;
'''5''' ... peccatores autem non saluantur, ὅτι εἰσὶν αἱ καρδίαι αὐτῶν ὡς λίθος σαθρός· οὗτοί εἰσιν οἱ πορεύοντες ἀσεβέσιν ὁδοῖς καὶ ἀπολόμενοι μετὰ τοῦ ἀντιχρίστου.
'''6''' λέγει Σεδράχ· Κύριέ μου, καὶ εἶπας ὅτι Τὸ θεῖόν μου πνεῦμα ἐνέβη εἰς τὰ ἔθνη ἃ μὴ νόμον ἔχοντα τὰ τοῦ νόμου ποιοῦσιν.
'''7''' ὁμῶς δὲ καὶ ὁ λῄστης καὶ ὁ ἀπόστολος καὶ εὐαγγελιστὴς καὶ οἱ λοιποὶ οἱ φθάσαντες εἰς τὴν βασίλειάν σου, κύριέ μου·
'''8''' οὕτως καὶ τοὺς ἐπ´ ἐσχάτων ἁμαρτήσαντάς σοι συγχώρησον, κύριε· ὅτι ὁ βίος πολύμοχθός ἐστιν καὶ ἀμετανόητος.
 
=== XVI ===
'''1''' Λέγει κύριος τὸν Σεδράχ· Ἐποίησα τὸν ἄνθρωπον τρισὶ τάξεσιν·
'''2''' ὅτε ἐστὶν νεὸς, ὡς νεοῦ αὐτοῦ ἐπαράβλεπον τὰ πταίσματα αὐτοῦ· ὅτε δὲ πάλιν ἀνὴρ, ἐτήρουν αὐτοῦ τὴν διάνοιαν· ὅταν δὲ πάλιν γηράσῃ, καὶ τηρῶ αὐτὸν ὅπως μετανοήσῃ.
'''3''' λέγει Σεδράχ· Κύριε, σὺ ταῦτα πάντα οἶδας καὶ ἐπίστασαι· μόνον συμπαθήσαι τοῖς ἁμαρτωλοῖς.
'''4''' λέγει αὐτὸν ὁ κύριος· Σεδρὰχ, ἀγαπητέ μου, ὑπόσχομαι συμπαθῆσαι καὶ κάτωθεν τῶν τεσσαράκοντα ἡμερῶν ἕως εἴκοσι·
'''5''' καὶ ὅστις μνησθῇ τοῦ ὀνόματός σου οὐ μὴ ἴδῃ κολαστήριον ἀλλὰ ἔσται μετὰ τῶν δικαίων ἐν τόπῳ ἀναψύξεως καὶ ἀναπαύσεως·
'''6''' καὶ εἴ τις συγγράψει τὸν λόγον τοῦτον τὸν θαυμαστὸν οὐ μὴ λογισθῇ ἁμαρτία αὐτοῦ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
'''7''' καὶ λέγει Σεδράχ· Κύριε, καὶ εἴ τις ποιήσει φωταγωγίαν τῷ δούλῳ σου, ῥύσαι αὐτὸν, κύριε, ἀπὸ παντὸς κακοῦ.
'''8''' καὶ λέγει ὁ δοῦλος τοῦ θεοῦ Σεδράχ· Ἄρτι λαβὲ τὴν ψυχήν μου, δέσποτα.
'''9''' καὶ ἔλαβεν αὐτὸν ὁ θεὸς καὶ ἔθηκεν αὐτὸν ἐν τῷ παραδείσῳ μετὰ τῶν ἁγίων ἁπάντων.
'''10''' ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
 
[[Κατηγορία:Θρησκευτικά κείμενα]]