Αποκάλυψις Σεδράχ: Διαφορά μεταξύ των αναθεωρήσεων

Περιεχόμενο που διαγράφηκε Περιεχόμενο που προστέθηκε
Batchheizer (συζήτηση | Συνεισφορά)
Chapter 7 and 8 added
Batchheizer (συζήτηση | Συνεισφορά)
→‎VIII: 9-11 addded
Γραμμή 94:
'''11''' καὶ εἶπεν Σεδράχ· Μόνος σὺ γινώσκεις ταῦτα πάντα, κύριε· μόνος σὺ ἐπίστασαι ταῦτα πάντα·
'''12''' μόνον δέομαί σου ἐλευθέρωσον τὸν ἄνθρωπον ἐκ τὴν κόλασιν, καὶ οὐ χωρίζομαι ἀπὸ τὸ γένος ἡμῶν.
 
=== IX ===
'''1''' Καὶ εἶπεν ὁ θεὸς τὸν υἱὸν αὐτοῦ τὸν μονογενῆ· Ὕπαγε, λαβὲ τὴν ψυχὴν τοῦ ἠγαπημένου μου Σεδρὰχ, καὶ ἀποθοῦ αὐτὴν ἐν τῷ παραδείσῳ.
'''2''' λέγει ὁ μονογενὴς υἱὸς τὸν Σεδράχ· Δός μοι τὴν παρακαταθήκην ἣν παρέθετο ὁ πατὴρ ἡμῶν ἐν τῇ κοιλίᾳ τῆς μητρός σου ἐν τῷ ἁγίῳ σου σκηνώματι ἐκ βρέφους.
'''3''' λέγει Σεδράχ· Οὐ δίδωμί σοι τὴν ψυχήν μου.
'''4''' λέγει αὐτὸν ὁ θεός· Καὶ διὰ τί ἀπεστάλην ἐγὼ καὶ ἦλθα ὧδε, σὺ δέ μοι προφασίζεις;
'''5''' ἐγὼ γὰρ παρηγγέλθην παρὰ τοῦ πατρός μου μὴ ἀναισχύντως λάβω τὴν ψυχήν σου· εἰ δὲ μὴ, δός μοι τὴν ποθεινοτάτην ψυχήν σου.
 
=== X ===
'''1''' Καὶ εἶπεν Σεδρὰχ τὸν θεόν· Καὶ πόθεν μέλλεις λαβεῖν τὴν ψυχήν μου, καὶ ἐκ ποιοῦ μέλους;
'''2''' καὶ λέγει αὐτὸν ὁ θεός· Οὐκ οἶδας ὅτι χορηγεῖται ἐν μέσῳ τῶν πνευμόνων σου καὶ τῆς καρδίας σου καί ἐστι διεσπο ρισμένη εἰς πάντα τὰ μέλη σου;
'''3''' ἀναφέρνεται διὰ φάρυγγος καὶ λάρυγγος καὶ τοῦ στόματος· καὶ οἵαν ὥραν μέλλει ἐξέρχεσθαι ἀρχὴν σπάρναται καὶ συνάζεται ἀπὸ τῶν ἀκρονύχων καὶ ἀπὸ πάντων μελῶν,
'''4''' καί ἐστι μεγάλη ἀνάγκη τοῦ χωρισθῆναι ἀπὸ τοῦ σώματος καὶ ἀποσπασθῆναι τῆς καρδίας.
'''5''' ταῦτα πάντα ἀκούσας ὁ Σεδρὰχ καὶ ἐνθυμηθεὶς τοῦ θανάτου τὴν μνήμην ἐξέστη λίαν,
'''6''' καὶ εἶπεν Σεδρὰχ τὸν θεόν· Δός μοι, κύριε, ἴασιν ὀλίγην, ἵνα κλαύσω, ὅτι ἤκουσα 〈ὅτι〉 πολλὰ δύνανται τὰ δάκρυα καὶ ἴαμα πολὺ γίνεται τοῦ ταπεινοῦ σώματος τοῦ πλάσματός σου.
 
=== XI ===
'''1''' Καὶ ἤρξατο κλαίων καὶ ὀδυρόμενος λέγειν· Ὦ κεφαλὴ παράδοξε οὐρανοκόσμητε· ὦ ἡλιοφώτιστε οὐρανοῦ καὶ γῆς·
'''2''' γνωσταὶ αἱ τρίχες σου ἀπὸ Θαιμὰν, οἱ ὀφθαλμοί σου ἀπὸ Βοσόρ, αἱ ἀκοαί σου ἐκ βροντῆς, ἡ γλῶσσά σου ἐκ σάλπιγγος,
'''3''' καὶ ὁ ἐγκέφαλός σου ἐστὶν μικρὸν κτίσμα, κεφαλὴ ὅλου τοῦ σώματος κίνησις·
'''4''' καλοπιστε καὶ καλλίστατε ἀπὸ πάντων φιλούμενον, καὶ ἄρτι πεσὼν εἰς τὴν γῆν ἄγνωστος γίνεται.
'''5''' ὦ χεῖρες εὔκρατοι καλοδιδακτοὶ καματηροὶ δι´ ἃς τὸ σκεῦος τρέφεται·
'''6''' ὦ χεῖρες εὔστοχοι ἀπὸ πάντων οἱ σωρεύοντες τοὺς οἴκους ἐστολίσατε.
'''7''' ὦ δάκτυλοι καλλωπισμένοι καὶ ὑπὸ τῶν χρυσῶν καὶ ἀργυρῶν ἐστολισμένοι· καὶ μέγαλα κτίσματα ὑπὸ τῶν δακτύλων ἄγονται·
'''8''' τὰς παλαμὰς ἁπλονοῦσιν οἱ τρεῖς ἁρμοὶ, καὶ τὰ κάλλη σωρεύουν· καὶ ἄρτι πάροικοι γίνεσθε τοῦ κόσμου τούτου.
'''9''' ὦ πόδες καλοπεριπατητοὶ αὐτόδρομοι ταχύτατοι λίαν ἀνικητοί·
'''10''' ὦ γόνατα συνηρμοσμένα ὅτι πλήν σου τὸ σκεῦος οὐ κινεῖται·
'''11''' οἱ πόδες συντρέχουσιν τὸν ἥλιον καὶ τὴν σελήνην ἐν νυκτὶ καὶ ἐν ἡμέρᾳ τὰ πάντα σωρεύοντες, τὰς τρυφὰς καὶ τὰς πόσεις, καὶ τὸ σκεῦος διατρέφοντες·
'''12''' ὦ πόδες ὠκύτατοι καὶ καλόδρομοι, ἐπὶ προσώπου τῆς γῆς ταρασσόμενοι, τοὺς οἴκους εὐτρεπίζοντες παντὸς ἀγαθοῦ·
'''13''' ὦ πόδες ὅλον τὸ σῶμα βαστάζοντες, εἰς τοὺς ναοὺς ἀνατρέχοντες, μετανοίας ποιοῦντες καὶ παρακαλοῦντες τοὺς ἁγίους, καὶ ἄρτι ἀκίνητοι μένετε.
'''14''' ὦ κεφαλὴ καὶ χεῖρες καὶ πόδες, ἕως ἄρτι σώζω σας.
'''15''' ὦ ψυχὴ, τί γάρ σε ἐνέβαλεν εἰς τὸ ταπεινὸν καὶ ταλαίπωρον σῶμα;
'''16''' καὶ ἄρτι χωριζομένη ἀπ´ αὐτοῦ [καὶ] ἀνερχέσαι ἔνθα καλεῖ σε ὁ κύριος, καὶ τὸ σῶμα τὸ ταλαίπωρον ἀπέρχεται εἰς κρίσιν·
'''17''' ὦ σῶμα καλλωπισμένον, τρίχες ἀστερόχαιται,
'''18''' κεφαλὴ οὐρανοκόσμητε ἐστολισμένον· ὦ πρόσωπον καλομύριστον, ὀφθαλμοὶ φωταγωγοί,
'''19''' φωνὴ σάλπιγγος ἦχος, γλῶσσα εὐδιάλλακτε, γένειον καλλωπισμένον, τρίχες ἀστερόμορφοι, κεφαλὴ οὐρανομῆκες, ἐστολισμένον σῶμα, τὸ φωταγωγὸν γλεύφορον πάγγνωστον
'''20''' καὶ ἄρτι πεσὸν εἰς τὴν γῆν, ὑπὸ γῆς κάλλος σου ἀφανὲς γίνεται.