Κατηγορία προς τους συνουσιαστάς κακολογιών: Διαφορά μεταξύ των αναθεωρήσεων

Περιεχόμενο που διαγράφηκε Περιεχόμενο που προστέθηκε
Christina Nicolaou (συζήτηση | Συνεισφορά)
Νέα σελίδα: {{πολυτονικό}} {{Κεφαλίδα| | τίτλος = Κατηγορία πρὸς τοὺς συνουσιαστὰς κακολογιῶν | συγγραφέ...
 
μ Robot: Adding Category:Ομιλίες
Γραμμή 19:
 
ἐγὼ τοίνυν ἑκὼν ὑμῖν ἐξίσταμαι τῆς φιλίας, ἐπεί τοι μὰ τοὺς θεοὺς οὐκ οἶδ᾽ ὅ τι ζημιωθήσομαι μὴ ξυνὼν ὑμῖν: οὐδὲ γὰρ ὠφελούμην ξυνών. πότερον γάρ, ὅταν ᾖ τί μοι πρᾶγμα, τότε ποθέσομαι τὸν ἐροῦντα καὶ τοὺς μαρτυρήσοντας; καὶ νῦν ἀντὶ μὲν τοῦ λέγειν ὑπὲρ ἐμοῦ τὸν λέγοντα πειρᾶσθε ἀντὶ δὲ τοῦ βοηθεῖν ἐμοὶ καὶ μαρτυρεῖν τὰ δίκαια ξύνεστε τοῖς ἐμοῖς ἀντιδίκοις καὶ μαρτυρεῖτε. {{χ|19}} ἀλλ᾽ ὡς εὖνοι ὄντες ἐμοὶ τὰ βέλτιστα ἐρεῖτε περὶ ἐμοῦ; ἀλλὰ καὶ νῦν ὑμεῖς με μόνοι κακῶς λέγετε. τὸ μὲν οὖν ἐμὸν οὐκ ἐμποδὼν ὑμῖν ἔσται. τοιοῦτον δ᾽ ἄρα πρὸς ὑμᾶς αὐτοὺς πείσεσθε, ἐπειδή περ ὑμῖν ἔθος ἐστὶν ἕνα τῶν ξυνόντων ἀεὶ κακῶς λέγειν καὶ ποιεῖν: ἐπειδὰν ὑμῖν ἐγὼ μὴ ξυνῶ, πρὸς ὑμᾶς αὐτοὺς τρέψεσθε, κἄπειτα καθ᾽ ἕνα ἕκαστον ὑμῖν αὐτοῖς ἀπεχθήσεσθε, τὸ δὲ τελευταῖον εἷς ὁ λειπόμενος αὐτὸς αὑτὸν κακῶς ἐρεῖ. {{χ|20}} κερδανῶ δὲ τοσοῦτον, ὅτι πρῶτος νῦν ὑμῶν ἀπαλλαγεὶς ἐλάχιστα κακῶς ὑφ᾽ ὑμῶν πείσομαι: τοὺς μὲν γὰρ χρωμένους ὑμῖν κακῶς καὶ λέγετε καὶ ποιεῖτε, τῶν δὲ μὴ χρωμένων οὐδένα πώποτε.
 
[[Κατηγορία:Ομιλίες]]