Αποκάλυψις Σεδράχ: Διαφορά μεταξύ των αναθεωρήσεων

Περιεχόμενο που διαγράφηκε Περιεχόμενο που προστέθηκε
Batchheizer (συζήτηση | Συνεισφορά)
Chapter 1
Batchheizer (συζήτηση | Συνεισφορά)
Chapter 2 and 3 added
Γραμμή 24:
'''4''' Ὦ μακαρία ἀγάπη, χορηγὲ πάντων ἀγαθῶν. μακάριος ἄνθρωπος ὁ τὴν ἀληθινὴν πίστιν καὶ ἀνυπόκριτον κτησάμενος ἀγάπην,
'''5''' καθὼς εἶπεν ὁ δεσπότης ὅτι Μειζότερον τῆς ἀγάπης οὐδέν ἐστιν ἵνα τις τὴν ψυχὴν θῇ ὑπὲρ τῶν φίλων αὐτοῦ.
 
=== II ===
'''1''' Καὶ φωνὴν ἀοράτως ἐδέξατο ἐν ταῖς ἀκοαῖς αὐτοῦ· Ὧδε, Σεδρὰχ, ὅτι βούλῃ καὶ ἐπιθυμεῖς ὁμιλῆσαι σὺν θεῷ καὶ αἰτῆσαι παρ´ αὐτοῦ ἵνα ἀποκαλύψῃ αὐτῷ ἅπερ βούλῃ ἐρωτᾶν.
'''2''' καὶ εἶπεν Σεδράχ· Τί, κύριέ μου; καὶ εἶπεν αὐτῷ ἡ φωνή· Ἐγὼ ἀπεστάλην πρός σε ἵνα ἀναβάσω σε ὧδε εἰς τὸν οὐρανόν.
'''3''' ὁ δὲ εἶπεν· Ἤθελον λαλῆσαι στόμα ὑπὸ στόματος θεοῦ· οὐκ εἰμὶ ἱκανὸς, κύριε, τοῦ ἀνελθεῖν εἰς τοὺς οὐρανούς.
'''4''' καὶ ἐκτείνας ταῖς πτερυξὶν αὐτοῦ ἔλαβεν αὐτὸν καὶ ἀνῆλθεν εἰς τοὺς οὐρανοὺς εἰς αὐτὴν τὴν φλόγα, καὶ ἔστησεν αὐτὸν ἕως τρίτου οὐρανοῦ, καὶ ἔστη ἐν αὐτῷ ἡ φλὸξ τῆς θεότητος.
 
=== III ===
'''1''' Καὶ λέγει αὐτὸν ὁ κύριος· Καλῶς ἦλθες, ἀγαπητέ μου Σεδράχ· τί δίκην ἔχεις πρὸς τὸν θεὸν τὸν πλάσαντά σε, ὅτι εἶπας Ἤθελον λαλῆσαι πρὸς στόματος θεοῦ;
'''2''' λέγει αὐτῷ Σεδράχ· Ναὶ, ἔχει ὁ υἱὸς δίκην μὲ τὸν πατέρα· κύριέ μου, διὰ τί ἐποίησας τὴν γῆν;
'''3''' λέγει αὐτῷ ὁ κύριος· Διὰ τὸν ἄνθρωπον.
'''4''' λέγει Σεδράχ· Καὶ διὰ τί ἐποίησας τὴν θάλασσαν; διὰ τί ἔσπειρας πᾶν ἀγαθὸν ἐπὶ τῆς γῆς;
'''5''' λέγει ὁ κύριος· Διὰ τὸν ἄνθρωπον.
'''6''' λέγει αὐτῷ Σεδράχ· Εἰ ταῦτα ἐποίησας, διὰ τί ἀπώλεσας αὐτόν;
'''7''' εἶπεν δὲ ὁ κύριος· Ὁ ἄνθρωπος ἔργον μου ἐστὶν καὶ πλάσμα τῶν χειρῶν μου, καὶ παιδεύω αὐτὸν καθὼς εὑρίσκω.