Αποκάλυψις Σεδράχ: Διαφορά μεταξύ των αναθεωρήσεων

Περιεχόμενο που διαγράφηκε Περιεχόμενο που προστέθηκε
Batchheizer (συζήτηση | Συνεισφορά)
Text follows
 
Batchheizer (συζήτηση | Συνεισφορά)
Chapter 1
Γραμμή 15:
<center>'''Αποκάλυψις Σεδράχ'''<br>
APOCALYPSIS SEDRACH</center>
 
Τοῦ ἁγίου καὶ μακαρίου Σεδρὰχ λόγος περὶ ἀγάπης καὶ περὶ μετανοίας καὶ ὀρθοδόξων Χριστιανῶν καὶ περὶ δευτέρας παρουσίας τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Δέσποτα εὐλόγησον.
 
=== I ===
'''1'''&nbsp;Ἀγαπητοὶ, μηδὲν προτιμήσωμεν πλὴν τῆς ἀνυποκρίτου ἀγάπης· πολλὰ γὰρ πταίομεν καθ´ ἑκάστην ἡμέραν καὶ νύκτα καὶ ὥραν.
'''2'''&nbsp;καὶ διὰ τοῦτο τὴν ἀγάπην κτησώμεθα, αὐτὴ γὰρ καλύπτει πλῆθος ἁμαρτιῶν·
'''3'''&nbsp;τί γὰρ τὸ ὄφελος, τέκνα μου, ἐὰν τὰ πάντα ἔχωμεν, τὴν δὲ σώζουσαν ἀγάπην οὐκ ἔχωμεν; .....
'''4'''&nbsp;Ὦ μακαρία ἀγάπη, χορηγὲ πάντων ἀγαθῶν. μακάριος ἄνθρωπος ὁ τὴν ἀληθινὴν πίστιν καὶ ἀνυπόκριτον κτησάμενος ἀγάπην,
'''5'''&nbsp;καθὼς εἶπεν ὁ δεσπότης ὅτι Μειζότερον τῆς ἀγάπης οὐδέν ἐστιν ἵνα τις τὴν ψυχὴν θῇ ὑπὲρ τῶν φίλων αὐτοῦ.